18
κατακρίνεται; εἰ δὲ καλῶς ἐποίησεν ἐπὶ τῶν δικαζόντων τὴν ἡσυχίαν τι μήσας, τίς ἡ ἀποκλήρωσις τὸν μὲν ἐπαινεῖσθαι σιγῶντα, ἡμῖν δὲ πρὸς διαβολῆς εἶναι τὴν ἡσυχίαν; τί ἄν τις ἀδικώ τερον τῆς ἀτοπίας ταύτης ἐπινοήσειεν, εἰ τῶν δύο μετὰ τοὺς ἀγῶνας πεποιημένων τὸν λόγον ἑαυτὸν μὲν κατὰ καιρὸν ἀπο λελογῆσθαι λέγει, τοσοῦτον τοῦ καιροῦ κατόπιν γενόμενον, τὸν δὲ ἀντειπόντα τῷ λόγῳ κακίζει ὡς τοῦ καιροῦ τῶν ἀγώνων καθυστερήσαντα; ἢ τάχα προδιαβαλεῖν ἔδει τῇ ἀντιρρήσει τὸν μέλλοντα ῥηθήσεσθαι λόγον· τοῦτο γάρ, ὡς ἔοικε, τῷ 1.1.85 ἐγκλήματι λείπεται. τί δήποτε προγνούς, ἃ γράφειν ἔμελλε, παρὰ τὸν τῆς κρίσεως ἐκείνης καιρὸν οὐ διήλεγξεν; ὅτι γὰρ οὐκ ἐν τῇ κρίσει τὴν ἀπολογίαν ταύτην πεποίηται, φανερόν ἐστι, δι' ὧν ὡμολόγησε. πάλιν γὰρ τῶν αὐτῶν ῥημάτων ἐπι μνησθήσομαι. 20ἡμεῖς γάρ20, φησίν, 20ὅτι σιωπῶντες ἑάλω μεν, ὁμολογοῦμεν20, καὶ τὴν αἰτίαν προστίθησι· 20πονη ρῶν20, φησίν, 20ἀνθρώπων20 τὴν τοῦ δικάζειν ἀξίαν λαχόν των, μᾶλλον δέ, ὡς αὐτὸς λέγει, 20εἰς τὴν τῶν δικα 1.1.86 ζόντων χώραν εἰσφρησάντων20. ὅτι δὲ πάλιν τὸν προσ ήκοντα καιρὸν τῇ ἀπολογίᾳ προσμαρτυρεῖ, ἐξ ἑτέρων ὧν εἶπε δῆλόν ἐστιν. οὕτω γὰρ ἡ λέξις ἔχει· 20ἀλλ' ὅτι μέν20, φησίν, 20οὐ πλασάμενος, ὑπὸ δὲ τῶν μεσιτῶν ἀναγ καζόμενος κατὰ τὸν προσήκοντα καιρὸν καὶ τρό πον ἐπὶ τὴν ἀπολογίαν προήχθην, ἔκ τε τῶν πραγμάτων αὐτῶν καὶ τῶν τούτου λόγων γέγονε δῆλον20. τί οὖν ἐρεῖ ὁ πανταχοῦ ῥᾳδίως ἐπιστρέφων τὸν λόγον; οὐκ ἔδει σιωπᾶν ἐπὶ τῶν ἀγώνων Βασίλειον; διὰ τί οὖν ἄφωνος ἐπὶ τῶν αὐτῶν ἀγώνων Εὐνόμιος; ἀλλ' εὔκαιρος ἡ μετὰ τοὺς ἀγῶνας ἀπολογία τούτῳ· πῶς οὖν ἄκαιρος ἡ πρὸς τὰ εἰρημένα μάχη ἐκείνῳ; Ἀλλὰ πάντων μᾶλλον, ὡς ἔοικεν, ἀληθὴς τοῦ ὁσίου ὁ 1.1.87 λόγος, ὅτι ἐν προσποιήσει δὴ τῆς ἀπολογίας κατασκευὴν τῶν δογμάτων ἑαυτοῦ πρὸς τὸ δοκοῦν ἐποιήσατο, καὶ ὁ κατ' ἀλή θειαν τοῦ Φινεὲς ζηλωτής, ὁ ἐξολοθρεύων ἐν τῇ ῥομφαίᾳ τοῦ λόγου πάντα τὸν ἀπὸ τοῦ κυρίου πορνεύσαντα, τὴν ἰατικὴν μὲν τῆς ψυχῆς, ἀναιρετικὴν δὲ τῆς ἀσεβείας ἐπήγαγε μάχαι 1.1.88 ραν, τὴν ἀντίρρησιν λέγω τῆς βλασφημίας. εἰ δὲ ἀντιτύπως οὗτος ἔχει καὶ τὴν θεραπείαν οὐ δέχεται ὁ τὴν ψυχὴν ἑαυτοῦ διὰ τῆς ἀποστασίας νεκρώσας, τοῦ ἑλομένου τὸ κακὸν ἡ αἰτία· φησὶ τοῦτο καὶ ὁ ἔξωθεν λόγος. τοιοῦτος μὲν οὖν κατά τε τῆς ἀληθείας καὶ καθ' ἡμῶν ὁ Εὐνόμιος. ἡμῖν δὲ ἐξῆν μὲν κατὰ τὸν ἀρχαιότερον νόμον τὸν συγχωροῦντα τοῖς ἴσοις ἀμύνεσθαι τοὺς ὑπάρξαντας ἀφθόνως αὐτὸν ἀντι βάλλειν τοῖς ὀνείδεσι καὶ ἐν πολλῇ τῇ ῥᾳστώνῃ πρὸς τὸν λελυπηκότα φιλοτίμως ταῖς λοιδορίαις ἐνδαψιλεύεσθαι· εἰ γὰρ τοσοῦτον ἐκεῖνος εἰς ὕβριν καὶ λοιδορίαν εὐπόρησε κατὰ τοῦ μηδεμίαν εἴσοδον δεδωκότος τῷ μώμῳ, πόσους εἰκὸς εὑρεθῆναι τοιούτους λόγους τοῖς τὸν σεμνὸν αὐτοῦ δια 1.1.89 κωμῳδοῦσι βίον; ἀλλ' ἐπειδὴ τῷ εὐαγγελίῳ μαθητεύειν ὑπὸ τοῦ μαθητοῦ τῆς ἀληθείας ἐξ ἀρχῆς ἐπαιδεύθημεν, οὔτε ὀφθαλμὸν ἀντεκκόπτομεν οὔτε ὀδόντα ὀδόντος ἀνταλλασσό μεθα, εἰδότες ὅτι τὰ πονηρὰ τῶν γινομένων τοῖς ἐναντίοις λύεσθαι πέφυκε καὶ οὐκ ἄν τι τῶν κακῶς λεγομένων ἢ πραττομένων εἰς τὸ ἀνήκεστον προχωρήσειεν, εἴ τι τῶν χρη στοτέρων διὰ μέσου παρεμπεσὸν τὸ συνεχὲς τῆς τῶν κακῶν 1.1.90 ἀκολουθίας ἐκκόψειεν. οὐκοῦν καὶ ἡ τοῦ λοιδορεῖσθαι καὶ ὑβρίζειν ἀκολουθία διὰ μακροθυμίας ἵσταται τῆς ἐπὶ τὰ πρόσω φορᾶς· ὡς εἴ γέ τις ὕβρει τὴν ὕβριν καὶ λοιδορίᾳ τὴν λοιδορίαν ἀμύνοιτο, πλεονάσει πάντως τρέφων διὰ τῶν ὁμοίων τὸ ἄτοπον. 1.1.91 ∆ιὰ τοῦτο πάντα τὸν ἐν τῷ μέσῳ λόγον καταλιπών, ὕβριν ὄντα καὶ χλευασμὸν καὶ λοιδορίαν καὶ σκώμματα, πρὸς τὴν τοῦ δόγματος ἐξέτασιν κατεπείξω τὸν λόγον. εἰ δέ τις παραιτεῖσθαί με τὸ λοιδορεῖν δι' ἀπειρίαν τῆς τῶν ὁμοίων ἀντιδόσεως λέγοι, σκεψάσθω ἑαυτόν, ὅση πρὸς τὸ χεῖρόν ἐστιν ἡ εὐκολία δίχα τινὸς πραγματείας αὐτομάτως πρὸς 1.1.92 τὴν ἁμαρτίαν κατολισθαίνουσα. τὸ γὰρ γίνεσθαι κακὸν ἐν τῷ προελέσθαι μόνον ἀπόκειται καὶ ἤρκεσε πολλάκις πρὸς τελείωσιν κακίας ἡ βούλησις. πολὺ δὲ πλέον τὸ εὔκολον ἐν τοῖς κατὰ τὴν γλῶσσάν ἐστι πλημμελήμασι. τὰ μὲν γὰρ λοιπὰ τῶν ἁμαρτημάτων καὶ