1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

19

σέβειν καὶ θεραπεύειν ἐν παντὶ τόπῳ κατὰ τὴν φήσασαν προφητείαν· «καὶ προσκυνήσουσιν αὐτῷ ἕκαστος ἐκ τοῦ τόπου αὐτοῦ». 1.6.57 Προσκυνεῖ δῆτα οὖν πᾶς τῷ ἐπὶ πάντων θεῷ βάρβαρος καὶ Ἕλλην, οὐ τρέχων ἐπὶ τὰ Ἱεροσόλυμα, οὐδ' αἵμασι καὶ θυσίαις ἀφοσιούμενος, οἴκοθεν δὲ καὶ ἐφ' ἑαυτοῦ μένων, καὶ πνεύματι καὶ ἀληθείᾳ τὴν ἄναιμον καὶ καθαρὰν ἀποδιδοὺς αὐτῷ λατρείαν. 1.6.58 καὶ αὕτη γε ἦν ἡ καινὴ διαθήκη, οὐ κατὰ τὴν παλαιὰν τυγχάνουσα· παλαιὰν δὲ μή τοι νομίσῃς λέγεσθαι τὴν τῶν πρὸ Μωσέως θεοφιλῶν ἀνδρῶν, ἀλλὰ τὴν ὑπὸ Μωσέως αὐτοῦ τῷ Ἰουδαίων ἔθνει νενομοθετημένην. 1.6.59 ἐπιφέρει γοῦν ὁ λόγος διασαφῶν τίνα ἔφησεν εἶναι τὴν παλαιάν, ᾗ μηδὲν ὅμοιον σχήσειν διδάσκει τὴν καινὴν λέγων· «διαθήσομαι διαθήκην καινήν, οὐ κατὰ τὴν διαθήκην ἣν διεθέμην τοῖς πατράσιν, ἐν ἡμέρᾳ ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου». 1.6.60 οὐ κατὰ ταύτην γοῦν φησιν τὴν ὑπὸ Μωσέως νενομοθετημένην· αὕτη γὰρ ἦν κατὰ τὴν ἔξοδον τὴν ἀπ' Αἰγύπτου τοῖς Ἰουδαίοις παραδοθεῖσα. ἔδοξεν ἂν οὖν ἐναντίαν εἰσάγειν τὴν καινὴν διαθήκην τοῦ τρόπου τῆς θεοσεβείας τῶν ἀμφὶ τὸν Ἀβραὰμ θεοφιλῶν, εἰ μὴ ἀκριβῶς ἐπεσημήνατο φήσας· «οὐ κατὰ τὴν διαθήκην ἣν διεθέμην τοῖς πατράσιν αὐτῶν κατ' ἐκεῖνο καιροῦ, καθ' ὃν ἐξήγαγον αὐτοὺς ἐκ γῆς Αἰγύπτου». 1.6.61 Οὐ κατὰ τὴν ὑπὸ Μωσέως ἄρα ἐπὶ τῆς ἐξόδου καὶ ἐπὶ τῆς κατὰ τὴν ἔρημον διατριβῆς νενομοθετημένην ἔσεσθαι τὴν καινὴν ἐθέσπιζεν, ἀλλὰ κατ' ἐκείνην δηλαδὴ τὴν πρόπαλαι πολιτευσαμένην, δι' ἧς κατορθώσαντες ἀνεφάνησαν οἱ πρὸ Μωσέως. 1.6.62 δι' ἃ δὴ λοιπὸν ἤδη θαρρῶν, τὰς τῶν θεοσεβεῖν ἐπαγγελλομένων προαιρέσεις μὴ ἐπὶ δύο ἀλλὰ τρία ... τάγματα, τό τε τῶν παντελῶς εἰδωλολατρῶν, τῶν δὴ ἐπὶ τὴν πολύθεον πλάνην ἀποπεπτωκότων, καὶ τὸ τῶν ἐκ περιτομῆς διὰ Μωσέως ἐπὶ τὸν πρῶτον ἀνεληλυθότων τῆς εὐσεβείας βαθμόν, καὶ τρίτον τὸ τῶν ἐπαναβεβηκότων διὰ τῆς εὐαγγελικῆς διδασκαλίας, ὃ καὶ τῶν δυεῖν μέσον παρεμβαλών, μηκέθ' ἡγοῦ τοὺς ἀπὸ Ἰουδαίων ἀφισταμένους πάντως δεῖν ἐφ' ἑλληνισμὸν ἐκπίπτειν, μηδὲ τοὺς ἐξ Ἑλλήνων ἀναχωροῦντας ἐξ ἀνάγκης χρῆναι Ἰουδαίους ἔσεσθαι, τὸν δὲ μέσον ἑλὼν τὸν τρίτον εὑρήσεις ἄνω που ἑστῶτα καὶ ὥσπερ ἐφ' ὑψηλοτάτης ἀκρωρείας ἀναβεβηκότα, ἑκατέρωθεν δὲ κάτω τοὺς λοιποὺς ἀπολελοιπότα. 1.6.63 Ἑλλήνων μὲν γὰρ ἐκπέφευγε τὴν ἄθεον καὶ πολυπλανῆ δεισιδαιμονίαν καὶ τὰς ἀνειμένας πορνείας τε καὶ ἀκοσμίας, Ἰουδαίων δὲ ὡσαύτως τὴν ὑπὸ Μωσέως ἀτελῆ καὶ οἷα νηπίοις καὶ ἀσθενέσι κατάλληλον ἐθελοθρησκείαν. τὸν οἰκεῖον δὲ ἄνωθεν οὐ μόνον Ἰουδαίοις ἀλλὰ καὶ Ἕλλησι καὶ βαρβάροις καὶ τοῖς ὑφ' ἡλίῳ πᾶσιν ἔθνεσιν ἐπιβοώμενος νόμον, ὅρα τί φησίν· 1.6.64 ὦ ἄνθρωπε, καὶ σύμπαν τὸ θνητῶν γένος, ὁ μὲν δὴ Μωσέως νόμος ἀφ' ἑνὸς γένους ἀνθρώπων ἀρξάμενος, πρῶτον ἁπάντων τὸ Ἰουδαίων γένος, τῆς πρὸς τοὺς θεοφιλεῖς προπάτορας αὐτῶν ἐπαγγελίας ἕνεκεν, ἐπὶ τὴν τοῦ ἑνὸς θεοῦ γνῶσιν ἀνεκαλεῖτο, τῆς πικρᾶς τῶν δαιμόνων δουλείας τοὺς ὑπακούοντας ἀπαλλάττων· ἐγὼ δὲ πᾶσιν ἀνθρώποις καὶ τοῖς καθ' ὅλης τῆς οἰκουμένης ἔθνεσιν τὴν ἐπαναβεβηκυῖαν τοῦ θεοῦ γνῶσιν καὶ εὐσέβειαν προαγγέλλων, κατὰ τοὺς ἀμφὶ τὸν Ἀβραὰμ καὶ τοὺς ἔτι παλαιτέρους πρὸ Μωσέως χρόνων βιοῦν παραινῶ, ἐν οἷς ἐξ ἀλλοδαπῶν ἐθνῶν πλείους ἐπ' εὐσεβείᾳ μνημονεύονται διαλάμψαντες. 1.6.65 καὶ πάλιν· ὁ μὲν Μωσέως νόμος ἐφ' ἕνα τινὰ τῆς γῆς ἀφωρισμένον τόπον τοὺς εὐσεβεῖν προῃρημένους σπεύδειν πανταχόθεν παρεκελεύετο, ἐγὼ δὲ τοῖς πᾶσιν ἀνεὶς τὴν ἐλευθερίαν, οὐκ ἐν γωνίᾳ γῆς οὐδ' ἐν ὄρεσιν ἤ τισιν χειροποιήτοις ναοῖς ζητεῖν τὸν ἐπὶ πάντων θεόν, οἴκοθεν δὲ ἕκαστον σέβειν αὐτὸν καὶ προσκυνεῖν παιδεύω. 1.6.66 καὶ πάλιν· ὁ μὲν παλαιὸς νόμος θυσίαις ταῖς διὰ ζῴων σφαγαῖς λιβανωτοῦ τε πυρὸς καί τινων ἄλλων ὁμοιοτρόπων τοῦ σώματος καθαρμῶν θρησκεύειν τὸν ἐπὶ πάντων θεὸν παρεκελεύετο, ἐγὼ δὲ τὰ ψυχῆς παραδιδοὺς ὄργια, διανοίᾳ καθαρωτάτῃ καὶ νῷ