19
χρόνου καὶ πραγμάτων καὶ τῆς ἔξωθεν συνεργίας εἰς τὸ γενέσθαι προσδέεται, ἡ δὲ τοῦ 1.1.93 λόγου πρόσφυσις κατ' ἐξουσίαν ἔχει τὸ πλημμελεῖν. ἀπό δειξις δὲ τῶν λεγομένων αὐτὸς ὁ ἐν χερσὶν ἡμῶν τοῦ Εὐνο μίου λόγος, ὃν ὁ μὴ παρέργως κατανοήσας εὑρήσει τὸ κάτ αντες τῆς ἐν τοῖς ῥήμασιν ἁμαρτίας, ἣν μιμεῖσθαι πάντως τῶν εὐπορωτάτων ἐστί, κἂν παντελῶς τις ἀμελετήτως ἔχῃ τῆς τοῦ βλασφημεῖν ἐμπειρίας. τί γὰρ δεῖ κάμνειν ὀνοματο ποιοῦντα τὰς ὕβρεις, ἐξὸν τοῖς ῥηθεῖσιν αὐτοῖς ἐπὶ τὸν ὑβρί σαντα χρήσασθαι; πάντα γὰρ ἐν τῷ μέρει τούτῳ τοῦ λόγου ψευδῆ καὶ βλάσφημα πρὸς τὰ ἐν αὐτῷ παραδείγματα συμ πεπλασμένα διερραψῴδησε, καὶ οὐκ ἔστιν ὅ τι οὐκ ἐγγέ 1.1.94 γραπται τῶν ἀτόπων. 20δεινός20, φησίν, 20ἐριστικός, ἀλη θείας ἐχθρός, σοφιστής, ἀπατεών, ταῖς τῶν πολλῶν δόξαις καὶ μνήμαις ἀντιταττόμενος, τὸν ἐκ τῶν πραγμάτων οὐκ αἰσχυνόμενος ἔλεγχον, οὐ φόβον ἐκ τῶν νόμων, οὐ ψόγον ἐξ ἀνθρώπων διευλαβούμενος, ἀλήθειαν δεινότητος διακρί νειν οὐκ ἐπιστάμενος20· προστίθησι τούτοις καὶ 20ἀν αίδειαν καὶ πρὸς τὸ λοιδορεῖν ἑτοιμότητα20· εἶτα 20ἐκμελῆ20 φησι 20καὶ μαχομένων ὑπονοιῶν πλήρη καὶ ἐξ ἀναρμόστων τὸν λόγον ἁρμόζοντα καὶ ταῖς ἰδίαις φωναῖς μαχόμενον καὶ τὰ ἐναντία 1.1.95 φθεγγόμενον20. καὶ πολλὰ εἰπεῖν περὶ αὐτοῦ κακὰ θέ λων, εἶτα τὴν πικρίαν τῆς ψυχῆς ἐμπλῆσαι ἐν τῇ καινό τητι τῶν ὕβρεων οὐ δυνάμενος, ἐπειδὴ οὐκ ἔχει ὅ τι καὶ εἴπῃ, πολλάκις ἐπὶ τὰ αὐτὰ ἐπανέρχεται καὶ ἅπαξ εἰπὼν ἐπανακυκλοῖ πάλιν καὶ ἐκ τρίτου τὰ αὐτὰ καὶ ἐκ τετάρτου καὶ ὑπὲρ τοῦτο, ὥσπερ τινὰ δίαυλον ἀνακάμπτων τῷ λόγῳ διὰ τῶν αὐτῶν ὕβρεων καὶ τῆς λοιδορίας ληρημάτων, ἄνω καὶ κάτω διὰ τῶν ὁμοίων περιχωρῶν· ὥστε μηκέτι χαλεπαί νειν αὐτοῦ τῇ ἀναισχυντίᾳ τῶν ὕβρεων, ἐν τῷ προσκορεῖ τῶν 1.1.96 λεγομένων τὸν θυμὸν ὑπεκλύοντα. βδελύξαιτο γὰρ ἄν τις μᾶλλον ἢ εἰς ὀργὴν ἔλθοι· οὕτως ἀνδραποδώδη καὶ χαρίτων ἄμοιρα καὶ ἀπὸ τῆς τριόδου τὰ σκώμματα, γραός τινος δια κωθωνιζομένης καὶ ὑπ' ὀδόντα γρυζούσης οὐδ' ὁτιοῦν διαφέ ροντα. 1.1.97 Τί οὖν; ἆρα ἐπεξελθεῖν δεῖ τοῖς καθ' ἕκαστον καὶ περὶ πάντων τῶν ἐφ' ὕβρει ῥηθέντων φιλοπόνως ἀπολογήσασθαι, ὅτι οὐκ ἦν τοιοῦτος καθ' οὗ ταῦτα συμπέπλασται; ἀλλ' οὕτω γ' ἂν καὶ ἡμεῖς συγκαθυβρίζειν δοκοίημεν τὸν ἀντὶ φωστῆρος τῇ γενεᾷ διαλάμψαντα, ἀγαπητῶς τὸ μὴ κακοῦργον καὶ κατεγνωσμένον εἶναι διὰ τῶν λόγων ἀποδεικνύοντες. 1.1.98 ἀλλὰ μέμνημαι τῆς θείας ἐκείνης φωνῆς, ὡς προφητικῶς περὶ αὐτοῦ τὰ ἐκ τῆς προφητείας ἐφθέγξατο, ὅπου ταῖς ἀναισχύντοις αὐτὸν τῶν γυναικῶν παρεικάζει, αἳ τὰ ἴδια ὀνείδη ταῖς σωφρονούσαις προφέρουσι. τίνα γὰρ ἐχθρὸν τῆς ἀληθείας οἱ λόγοι κηρύσσουσι; τίνα ταῖς τῶν πολλῶν δόξαις ἀντιτασσόμενον; τίς αἰτεῖται παρὰ τῶν ἐντυγχανόντων αὐτοῦ τῷ συγγράμματι μὴ πρὸς τὸ πλῆθος τῶν μαρτυρούντων ὁρᾶν μηδὲ πρὸς τὴν ἀρχαιότητα βλέπειν μηδὲ πρὸς τὸ ἀξιόπιστον τῶν πρὸς τὸ κρεῖττον ὑπειλημμένων ῥέπειν ταῖς 1.1.99 γνώμαις; ἆρα τοῦ αὐτοῦ ἐστι καὶ ταῦτα γράφειν καὶ ἐκεῖνα προφέρειν, καὶ ταῖς μὲν ἑαυτοῦ καινοτομίαις ζητεῖν τοὺς ἀκούοντας ἕπεσθαι, φαυλίζειν δὲ πάλιν ἑτέρους ὡς ταῖς κοιναῖς ὑπολήψεσιν ἀντιβαίνοντας; τὸ δὲ 20μὴ αἰσχύνε σθαι τὸν ἐκ τῶν πραγμάτων ἔλεγχον20 καὶ 20τὸν ἀνθρώπινον ψόγον20 καὶ ὅσα τοιαῦτα κατὰ ταὐτὸ διεξ έρχεται, ταῖς τῶν ἀκουόντων γνώμαις καταλείπω σκοπεῖν ἐπὶ τίνος ἀληθές ἐστι λέγειν, ἆρα τοῦ σωφροσύνην καὶ κοσμιότητα καὶ πᾶσαν καθαρότητα ψυχῆς τε καὶ σώματος διὰ τῆς ἀκριβεστάτης ἐγκρατείας νομοθετοῦντος ὁμοίως ἑαυτῷ τε καὶ τοῖς πλησιάζουσιν, ἢ τοῦ κελεύοντος μὴ παρέ χειν πράγματα τῇ φύσει πρὸς τὸ δοκοῦν διὰ τῶν τοῦ σώ ματος ὀρέξεων προϊούσῃ μηδὲ ἀντιβαίνειν ταῖς ἡδοναῖς μηδὲ ἀκριβολογεῖσθαι περὶ τὴν τοιαύτην τοῦ βίου σπουδήν; οὐδὲ γὰρ εἶναί τινα βλάβην ψυχῆς διὰ τῶν τοιούτων συνι σταμένην, ἀλλὰ μόνην ἀρκεῖν τῷ ἀνθρώπῳ τὴν αἱρετικὴν 1.1.100 πίστιν πρὸς τελειότητα. εἰ δὲ ἀρνεῖται τὸ μὴ οὕτως ἔχειν αὐτοῖς τὰ διδάγματα, εὐξαίμην ἂν ἔγωγε καὶ τῶν εὖ φρο νούντων ἕκαστος ἀληθεύειν αὐτὸν ἐν