1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

19

φύσει νόμον. τὸν γὰρ ἐπὶ τούτῳ γενόμενον, ἐφ' ᾧτε κύριον εἶναι τῆς γῆς καὶ εἰς ἀρχὴν τεταγμένον παρὰ τοῦ πλάσαντος, τοῦτον ὑπάγεις τῷ τῆς δουλείας ζυγῷ, ὥσπερ ἀντιβαίνων τε καὶ μαχόμενος τῷ θείῳ προστάγματι. ἐπιλέλησαι τῶν τῆς ἐξουσίας ὅρων, ὅτι σοι μέχρι τῆς τῶν ἀλόγων ἐπιστασίας ἡ ἀρχὴ περιώρισται. Ἀρχέτωσαν γάρ, φησί, πετεινῶν καὶ ἰχθύων καὶ τετραπόδων καὶ ἑρπετῶν. πῶς παρελθὼν τὴν ὑποχείριόν σοι δουλείαν κατ' αὐτῆς ἐπαίρῃ τῆς ἐλευθέρας φύσεως, μετὰ τῶν τετραπόδων ἢ καὶ τῶν ἀπόδων ἀριθμῶν τὸ ὁμόφυ λον; Πάντα ὑπέταξας τῷ ἀνθρώπῳ, βοᾷ διὰ τῆς προφητείας ὁ λόγος καὶ ὑπ' ἀριθμὸν ἄγει τῷ λόγῳ τὰ ὑποχείρια, κτήνη καὶ βόας καὶ πρόβατα. μὴ ἐκ τῶν κτηνῶν σοι γεγόνασιν 5.336 ἄνθρωποι; μὴ αἱ βόες σοι τὴν ἀνθρωπίνην γονὴν ἐτεκνώσαντο; μία δουλεία τῶν ἀνθρώπων τὰ ἄλογα. σοὶ δὲ ταῦτα ὀλίγα; Ἐξανατέλλων, φησί, χόρτον τοῖς κτήνεσιν καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων. σὺ δὲ τὴν φύσιν δουλείᾳ καὶ κυριότητι σχίσας αὐτὴν ἑαυτῇ δουλεύειν καὶ ἑαυτῆς κυριεύειν ἐποίησας. Ἐκτησάμην γὰρ δούλους καὶ παιδίσκας. ποίας, εἰπέ μοι, τιμῆς; τί εὗρες ἐν τοῖς οὖσι τῆς φύσεως ταύτης ἀντάξιον; πόσου κέρματος ἐτιμήσω τὸν λόγον; πόσοις ὀβολοῖς τὴν εἰκόνα τοῦ θεοῦ ἀντεστάθμησας; πόσων στατήρων τὴν θεόπλαστον φύσιν ἀπενεπόλησας; Εἶπεν ὁ θεός· ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ ὁμοίωσιν. τὸν καθ' ὁμοιό τητα τοῦ θεοῦ ὄντα καὶ πάσης ἄρχοντα τῆς γῆς καὶ πάντων τῶν ἐπὶ τῆς γῆς τὴν ἐξουσίαν παρὰ τοῦ θεοῦ κληρωσάμενον τίς ὁ ἀπεμπολών, εἰπέ, τίς ὁ ὠνούμενος; μόνου θεοῦ τὸ δυνηθῆναι τοῦτο, μᾶλλον δὲ οὐδὲ αὐτοῦ τοῦ θεοῦ. Ἀμεταμέλη τα γὰρ αὐτοῦ, φησί, τὰ χαρίσματα. οὐκ ἂν οὖν ὁ θεὸς τὴν φύσιν καταδουλώσειεν, ὅς γε καὶ αὐθαιρέτως ἡμᾶς τῇ ἁμαρτίᾳ δουλωθέντας εἰς ἐλευθερίαν ἀνεκαλέσατο. εἰ δὲ ὁ θεὸς οὐ δουλοῖ τὸ ἐλεύθερον, τίς ὁ ὑπερτιθεὶς τοῦ θεοῦ τὴν ἑαυτοῦ δυναστείαν; πῶς δὲ καὶ πραθήσεται ὁ ἄρχων πάσης τῆς γῆς καὶ τῶν ἐπιγείων πάντων; ἀνάγκη 5.337 γὰρ πᾶσα καὶ τὸ κτῆμα τοῦ πωλουμένου συναποδίδοσθαι. πόσου τοίνυν πᾶσαν τὴν γῆν τιμησόμεθα; πόσου δὲ τὰ ἐπὶ τῆς γῆς πάντα; εἰ δὲ ταῦτα ἀτίμητα, ὁ ὑπὲρ ταῦτα ποίας ἄξιος τιμῆς, εἰπέ μοι; κἂν τὸν κόσμον ὅλον εἴπῃς, οὐδὲ οὕτως εὗρες τὴν πρὸς ἀξίαν τιμήν. οὐδὲ γὰρ ὅλον εἶπε τὸν κόσμον ὁ εἰδὼς τὴν ἀνθρωπίνην φύσιν ἀκριβῶς τιμᾶσθαι ἄξιον εἶναι τῆς ψυχῆς τοῦ ἀνθρώπου ἀντάλλαγμα. ἄνθρωπος τοίνυν ὅταν ὤνιος ᾖ, οὐδὲν ἕτερον ἢ ὁ τῆς γῆς κύριος ἐπὶ τὸ πωλητήριον ἄγεται. οὐκοῦν συναποκηρυχθήσεται αὐτῷ δηλαδὴ καὶ ἡ ὑπάρχουσα κτῆσις. αὕτη δέ ἐστι γῆ τε καὶ νῆσοι καὶ θάλασσα καὶ τὰ ἐν τούτοις πάντα. τί οὖν καταθήσεται ὁ ὠνούμενος; τί δὲ λήψεται ὁ ἀποδιδόμενος, τοσούτου κτήματος ἑπομένου τῷ συναλλάγματι; ἀλλὰ τὸ βραχὺ βιβλίδιον καὶ ἡ ἐγγεγραμ μένη συνθήκη καὶ ἡ τῶν ὀβολῶν ἀπαρίθμησις δεσπότην σε τῆς εἰκόνος τοῦ θεοῦ εἶναι ἠπάτησεν; ὢ τῆς ἀνοίας. εἰ δὲ ἀπόλοιτο τὸ συμβόλαιον, εἰ δὲ ὑπὸ σητῶν διαβρωθείη τὰ γράμματα, εἰ δὲ ὕδατός ποθεν παρεμπεσοῦσα ῥανὶς ἐξαλείψειεν, ποῦ σοι τὰ τῆς δουλείας ἐνέχυρα; ποῦ σοι τὰ τῆς δεσποτείας ἐφόδια; οὐδὲν γὰρ ὁρῶ πλέον παρὰ τὸν ὑποχείριον ἐκ τοῦ 5.338 ὀνόματός σοι προσγενόμενον πλὴν τοῦ ὀνόματος. τί γὰρ τῇ σῇ φύσει ἡ ἐξουσία προσέθηκεν; οὐ χρόνον, οὐ κάλλος, οὐκ εὐεξίαν, οὐ τὰ κατ' ἀρετὴν προτερήματα. ἐκ τῶν αὐτῶν σοι ἡ γένεσις, ὁμοιότροπος ἡ ζωή, κατὰ τὸ ἴσον ἐπικρατεῖ τά τε τῆς ψυχῆς καὶ τὰ τοῦ σώματος πάθη σοῦ τε τοῦ κυριεύοντος κἀκείνου τοῦ ὑπεζευγμένου τῇ κυριότητι, ὀδύναι καὶ εὐθυμίαι, εὐφροσύναι καὶ ἀδημονίαι, λύπαι καὶ ἡδοναί, θυμοὶ καὶ φόβοι, νόσοι καὶ θάνατοι. μή τις ἐν τούτοις διαφορὰ πρὸς τὸν δοῦλον τῷ κυριεύοντι; οὐ τὸν αὐτὸν ἕλκουσιν ἀέρα διὰ τοῦ ἄσθματος; οὐχ ὡσαύτως ὁρῶσι τὸν ἥλιον; οὐχ ὁμοίως τῇ τῆς τροφῆς προσθήκῃ συντηροῦσι τὴν φύσιν; οὐχ αἱ αὐταὶ τῶν σπλάγχνων διασκευαί; οὐ μία κόνις οἱ δύο μετὰ τὸν θάνατον; οὐχ ἓν τὸ κριτήριον; οὐ κοινὴ βασιλεία καὶ γέεννα κοινή; ὁ οὖν ἐν πᾶσι τὸ ἴσον ἔχων ἐν τίνι τὸ πλέον ἔχεις, εἰπέ, ὥστε ἄνθρωπον ὄντα δεσπότην ἀνθρώπου σεαυτὸν οἴεσθαι καὶ