20
τοῖς τοιούτοις ἀρνού μενον· ἀλλ' οὐκ ἐάσουσιν αὐτῷ προχωρῆσαι τὴν ἄρνησιν οἱ γνήσιοι μαθηταί, ἢ τὸ μέγιστον αὐτοῦ θεώρημα πεσεῖται καὶ καταλυθήσεται ἡ συσκευὴ τῶν διὰ τοῦτο μάλιστα προσ 1.1.101 εδρευόντων τῷ δόγματι. 20ἀναιδὴς20 δὲ τίς καὶ 20τὸν ἀν θρώπινον ψόγον οὐκ εὐλαβούμενος20, ἐκ τῶν ἐν νεότητι βεβιωμένων ἢ ἐκ τῶν μετὰ ταῦτα βούλει σκοπή σωμεν; ἀλλὰ δι' ἀμφοτέρων ἐπ' αὐτὸν ἂν εὕροις ἐπανιοῦ σαν τῆς ἀναιδείας τὴν μέμψιν. οὐ τὰ αὐτὰ γὰρ ἑκατέροις 1.1.102 οὔτε ἡ νεότης οὔτε ὁ μετὰ ταῦτα μαρτυρεῖ βίος. ὑπομνησάτω ἑαυτὸν ὁ λογογράφος τῶν τε ἐπὶ τῆς πατρίδος κατὰ τὸν τῆς νεότητος καιρὸν καὶ τῶν ἐν Κωνσταντινου πόλει βεβιωμένων αὐτῷ, καὶ ἀκουσάτω παρὰ τῶν εἰδότων 1.1.103 οἷα τῷ συκοφαντουμένῳ συνίσασιν. εἰ δὲ ἐκ τῶν ἐφεξῆς ἐπιτηδευμάτων τις ἐθέλοι σκοπεῖν, αὐτὸς εἰπάτω, τίς ἄξιος τοιούτου ὀνόματος, ὁ τὴν πατρῴαν οὐσίαν καὶ πρὸ τῆς ἱερω σύνης ἀφειδῶς ἀναλώσας τοῖς πένησι καὶ μάλιστα ἐν τῷ τῆς σιτοδείας καιρῷ, καθ' ὃν ἐπεστάτει τῆς ἐκκλησίας, ἔτι ἐν τῷ κλήρῳ τῶν πρεσβυτέρων ἱερατεύων, καὶ μετὰ ταῦτα μηδὲ τῶν ὑπολειφθέντων φεισάμενος, ὡς ἂν καὶ αὐτὸς τὸ τοῦ ἀποστόλου καυχήσαιτο ὅτι ∆ωρεὰν ἄρτον οὐκ ἔφαγον, ἢ ὁ προσόδων ἀφορμὴν τὴν τοῦ δόγματος προστασίαν πε ποιημένος, ὁ εἰσδύνων εἰς τὰς οἰκίας αὐτόκλητος οὐδὲ τὴν ἐκ τοῦ πάθους ἀηδίαν τῇ καθ' ἑαυτὸν διαγωγῇ περιστέλ λων οὐδὲ τὴν φυσικὴν τῶν ὑγιαινόντων πρὸς τοὺς τοιούτους ἀποστροφὴν λογιζόμενος, ὁ κατὰ τὸν παλαιὸν νόμον διὰ τὴν ἁφὴν τῆς σημασίας ἔξω τῆς παρεμβολῆς τῶν οἰκούν των ἀφοριζόμενος. 1.1.104 20Προπετὴς20 δὲ πάλιν καὶ 20ὑβριστὴς20 καὶ 20καθ' ἑκά τερον ψεύστης20 ὀνομάζεται παρὰ τοῦ 20μακροθύμως ἐν πραΰτητι τοὺς ἀντιδιατιθεμένους παιδεύοντος20. οὕτω γὰρ ἐν τῷ συγγράμματι τοῖς περὶ αὐτοῦ λόγοις ἐνδια θρύπτεται ὁ μηδεμίαν πικρίας ὑπερβολὴν ἀφιεὶς ἐν οἷς ἄν τι προενεγκεῖν ἐξισχύσῃ. πόθεν τοίνυν καὶ ἐκ ποίων πραγμάτων 1.1.105 τὴν ὕβριν αὐτοῦ καὶ τὸ προπετὲς διελέγχει; 20ὅτι20, φησί, 20καὶ Καππαδόκην ὄντα με Γαλάτην ὠνόμασεν20. εἶτα τὸν ἐν τῷ μεθορίῳ τῶν πατρίδων τὴν οἴκησιν ἔχοντα ἐν ἀνω νύμῳ τινὶ τῆς Κορνιασπινῆς ἐσχατιᾷ εἰ ἀντὶ τοῦ Ὀλτισηρέως Γαλάτην ὠνόμασεν (εἴπερ δὴ ὅλως καὶ τοῦτο προσειπὼν ἐπιδείκνυται· οὐ γὰρ εὗρον ἐν τοῖς ἡμετέροις βιβλίοις τοῦτο προσκείμενον, δεδόσθω δὲ ὅμως εἰρῆσθαι) ὑπὲρ τούτων 20προπετὴς20 καὶ 20ὑβριστὴς20 καὶ 20ψεύστης20 καὶ πάντα ὀνομάζεται τὰ δεινότατα; καὶ οὐ συνίησιν ὁ σοφός, ὅτι ἡ ἐπὶ μικροῖς παρὰ τοῦ συκοφάντου κατηγορία μεγάλην συνη 1.1.106 γορίαν τῆς δεξιότητος τοῦ κατηγορουμένου παρίστησιν; οὐ γὰρ ἂν πρὸς κατηγορίαν κεκινημένος τῶν μειζόνων φειδό μενος ἐν τοῖς μικροτέροις ἀπησχόλει τὴν πονηρίαν· ὑπὲρ ὧν καὶ πολύς ἐστιν ἐπαίρων καὶ δεινῶν τὸ ἀδίκημα καὶ σεμνῶς περὶ τοῦ ψεύδους φιλοσοφῶν, ἴσον εἰς ἀτοπίαν κρί νων, ἐάν τε περὶ μειζόνων ἐάν τε περὶ μικροτέρων ὁ λόγος. 1.1.107 οἶδε γὰρ κατὰ τοὺς πατέρας αὐτοῦ τῆς αἱρέσεως, τοὺς γραμματεῖς λέγω καὶ Φαρισαίους, ἀκριβῶς μὲν διϋλίζειν τὸν κώνωπα, ἀφειδῶς δὲ καταπίνειν τὴν σκολιὰν κάμηλον τὴν τῷ βάρει τῆς πονηρίας πεφορτισμένην. πρὸς ὃν οὐκ ἄτοπον ἦν ἴσως εἰπεῖν ὅτι φείδου τῆς τοιαύτης νομοθεσίας ἐν τῇ καθ' ἡμᾶς πολιτείᾳ, τὸ παρ' οὐδὲν ἡγεῖσθαι κελεύειν βραχύτητι πραγμάτων καὶ μεγέθει διακρίνειν τὴν πρὸς τὸ 1.1.108 ψεῦδος διαβολήν. οὐ γὰρ ὁμοίως ἁμαρτάνει Παῦλος ψευδόμενος καὶ Ἰουδαϊκῶς ἁγνιζόμενος ἐπὶ καιροῦ τῶν χρησί μως ἀπατωμένων, καὶ Ἰούδας ἐν τῷ τῆς προδοσίας καιρῷ φίλον καὶ προσήγορον σχῆμα ὑποδυόμενος. ἐψεύσατο καὶ Ἰωσὴφ ἐν φιλανθρωπίᾳ τοὺς ἀδελφοὺς διαπαίζων, καὶ ταῦτα τὴν ὑγείαν τοῦ Φαραὼ ἐπομνύμενος· ἀλλ' ἐψεύσαντο καὶ οἱ ἀδελφοὶ κατ' αὐτοῦ πρότερον μὲν θάνατον, μετὰ ταῦτα δὲ δουλείαν διὰ τὸν φθόνον βουλεύσαντες, καὶ πολλὰ τοιαῦτα ἔστιν εἰπεῖν· ψεύδεται Σάρρα ἐπερυθριῶσα τῷ γέ λωτι· ψεύδεται καὶ ὁ ὄφις εἰς θείαν μεταβαίνειν φύσιν τὸν 1.1.109 ἄνθρωπον ἐκ τῆς παρακοῆς εἰσηγούμενος. πολλὴ <μὲν οὖν> τοῦ ψεύδους ἡ