1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

20

Ἐκτησάμην λέγειν δούλους καὶ παιδίσκας, ὥσπερ αἰπόλιόν τι ἢ συβόσιον. εἰπὼν γὰρ ὅτι Ἐκτησάμην δούλους καὶ παιδίσκας προσέθηκε τὴν ἐν τοῖς ποιμνίοις καὶ βουκολίοις προσγενομένην εὐθηνίαν αὐτῷ. Καὶ κτῆσις γάρ, φησί, βουκολίου καὶ ποιμνίου ἐγένετό μοι πολλή, ὡς ἐν τῇ ἴσῃ τάξει τούτων τε κἀκείνων ὑπεζευγμένων τῇ ἐξουσίᾳ. Εἶτα ἐπὶ τούτοις ὁδῷ πρόεισιν ἐπὶ τὰ μείζω τῶν ἁμαρτη 5.339 μάτων ἡ ἐξαγόρευσις· βοᾷ γὰρ καθ' ἑαυτοῦ τὴν πάντων τῶν κακῶν ῥίζαν, ἥτις ἐστὶν ἡ φιλαργυρία. καί φησιν ἐπὶ λέξεως οὕτως, ὅτι Συνήγαγόν μοι καί γε ἀργύριον καί γε χρυσίον. τί γὰρ ἐλύπησε καταμεμιγμένον τῇ γῇ τὸ χρυσίον κἀκείνοις ἐγκεχυμένον τοῖς τόποις, οἷς ἐξ ἀρχῆς ἐνετέθη παρὰ τοῦ κτίσαντος; τί ὀφείλειν σοι πλέον παρὰ τοὺς καρποὺς τὴν γῆν ὁ δημιουργήσας ἐποίησεν; οὐ μόνα σοι τὰ ἀκρόδρυα καὶ τὰ σπέρματα πρὸς τὴν τροφὴν ἀπεκλήρωσεν; διὰ τί παρέρχῃ τῆς ἐξουσίας τοὺς ὅρους; ἢ δεῖξον καὶ ταῦτά σοι συγκεχωρημένα παρὰ τοῦ κτίσαντος, ὥστε μεταλλεύειν τε καὶ ἀνορύσσειν καὶ πυρὶ καταχωνεύειν τὸ ὑποκείμενον καὶ συνάγειν ταῦτα, ἃ μὴ ἐσκόρπισας. ἢ ταῦτα μὲν ἴσως οὐδὲ ἔγκλημά τις εἶναι λογίσεται τὸ οὕτως ἑαυτῷ συνάγειν ἐκ τῶν τῆς γῆς μετάλλων τὰ χρήματα. ἀλλ' ἐπειδὴ πρόσκειται τῷ λόγῳ, ὅτι Περιουσιασμοὺς βασιλέων καὶ τῶν χωρῶν, οὐκέτι πρὸς τὸ ἀνεύθυνον ἡ τοῦ συναγαγεῖν διάνοια φέρεται. ὡς γὰρ ἐξὸν τῇ βασιλικῇ δυναστείᾳ ἐκ τῶν χωρῶν τὸν περιουσιασμὸν τῶν χρημάτων συνάγειν, δηλονότι φόρους ἐπιβάλλειν, δεκάτας εἰσπράττεσθαι, εἰσφέρειν χρήματα τοὺς ὑποχειρίους καταναγκάζειν, οὕτως συνειλοχέναι φησὶ τό τε χρυσίον καὶ τὸ ἀργύριον. πλὴν εἴτε οὕτως εἴτε ὡς ἑτέρως, ἡδέως ἂν μάθοιμι τί πλέον ἔσται τῷ τὰς τοιαύτας ὕλας 5.340 συνάγοντι. δεδόσθω καθ' ὑπόθεσιν μὴ κατὰ μνᾶν ἢ δραχμὴν ἢ τάλαντον τοῖς φιλοχρηματοῦσι προσγίνεσθαι, ἀλλ' ἀθρόως αὐτοῖς ἀποχρυσωθῆναι τὰ πάντα. τὴν γῆν, τὴν ψάμμον, τὰ ὄρη, τὰ πεδία, τὰς νάπας, πάντα ὑποθώμεθα πρὸς ταύτην κατὰ τὸ ἀθρόον μεταβεβλῆσθαι τὴν ὕλην. τί πρὸς εὐδαιμονίαν διὰ τούτων ἐπιδώσει ὁ βίος; εἰ ἐκεῖνο ἐν παντὶ βλέπει, ὃ νῦν ἐν ὀλίγῳ ὁρᾷ, τί τῶν τῆς ψυχῆς ἀγαθῶν, τί τῶν κατὰ τὸ σῶμα σπουδαζομένων διὰ τῆς τοιαύτης περιουσίας γενήσεται; ἄρα τίς ἐλπὶς ἔσται διὰ τούτου τὸν ἐν τοσούτῳ ζῶντα χρυσῷ γενέσθαι σοφόν, ἀγχίνουν, θεωρητικόν, ἐπιστήμονα, φίλον θεῷ, σώφρονα, καθαρόν, ἀπαθῆ, παντὸς τοῦ πρὸς κακίαν καθέλκοντος ἀμιγῆ τε καὶ ἀπαράδεκτον; ἢ τοῦτο μὲν οὐχί, δυνατὸν δὲ τῷ σώματι καὶ ἡδὺν ὀφθῆναι καὶ εἰς πολλὰς ἐτῶν ἑκατοντάδας τὴν ζωὴν παρατείνοντα, ἀγήρω καὶ ἄνοσον καὶ ἀπήμονα καὶ πάντα, ὅσα περὶ τὸν ἐν σαρκὶ βίον σπουδάζε; ἀλλ' οὐδεὶς οὕτω μάταιος οὐδὲ τῆς φύσεως τῆς κοινῆς ἀνεπίσκεπτος, ὡς ταῦτα νομίσαι τοῖς ἀνθρώποις προσγίνε σθαι, εἴπερ εἰς πλῆθος ἄφθονον ἡ τῶν χρημάτων ὕλη κατ' ἐξουσίαν πᾶσι προχέοιτο· ἐπεὶ καὶ νῦν ἔστιν ἰδεῖν πολλοὺς τῶν κατὰ τὴν τοιαύτην προεχόντων περιουσίαν ἐν ἐλεεινῷ σώματι ζῶντας, ὡς εἰ μὴ παρεῖεν οἱ θεραπεύοντες μὴ ἂν ἑαυτοῖς πρὸς τὴν ζωὴν ἱκανοὺς εἶναι. εἰ οὖν ἡ καθ' ὑπόθεσιν ἡμῖν τοῦ χρυσίου περιουσία προτεθεῖσα τῷ λόγῳ 5.341 οὔτε σώματος οὔτε ψυχῆς τι κέρδος ὑπέδειξεν, πολλῷ μᾶλλον εἰκὸς τὸ ἐν ὀλίγῳ δεικνύμενον ἄχρηστον εἰς ὠφέλειαν τῶν ἐχόντων ἐλέγχεσθαι. ἦ τί γὰρ ἂν γένοιτο παρ' αὐτῆς τῆς ὕλης κέρδος τῷ ἔχοντι, ὃ μήτε γεύσει μήτε ὀσφρήσει μήτε τῇ ἀκοῇ ἐνεργὸν γίνεται, ὃ κατὰ τὴν ἁφὴν ὁμοτίμως πρὸς πᾶν τὸ ἀντίτυπον ἔχει; μὴ γάρ μοι τὴν ἐκ συναλλάγματος ποριζομένην τροφὴν ἢ περιβολὴν τῷ χρυσῷ προστιθέτω τις. ὁ γὰρ χρυσίῳ τὸν ἄρτον ἢ τὸ ἱμάτιον ἀλλαξάμενος τοῦ ἀχρήστου τὸ ἐπωφελὲς διημείψατο καὶ ζῇ τροφὴν ἑαυτῷ τὸν ἄρτον, οὐ τὸν χρυσὸν ποιησάμενος. ὁ δὲ τὴν ὕλην ταύτην διὰ τῶν τοιούτων συναλλαγμάτων ἑαυτῷ συναγαγὼν εἰς τί τῶν χρημάτων ἀπώνατο, τίς συμβουλὴ διὰ τούτων, τίς διδασκαλία πραγμάτων, ποία τοῦ μέλλοντος πρόρρησις, τίς πρὸς τὰς τοῦ σώματος ὀδύνας παραμυθία; ἔσχεν, ἠρίθμησεν, ἀπέθετο, σφραγῖδι κατεσημήνατο, αἰτηθεὶς ἠρνήσατο, ἀπιστηθεὶς καὶ ἐπώμοσεν. οὗτος ὁ μακαρισμός,