21
αὐθεντίαν τοῦ κατὰ τὸ εὐαγγέλιον νόμου παρεληλυθέναι. καὶ τοῦτον ἀκουστέον αὐτοῦ λέγοντος τὸν τρόπον· «οὐκ ἦλθον καταλῦσαι τὸν νόμον, ἀλλὰ πληρῶσαι». 1.7.2 Εἰ μὲν γὰρ παραβάτης τοῦ Μωσέως νόμου κατέστη, κἂν εὐλόγως ἐνομίσθη λύειν αὐτὸν καὶ παρανομεῖν· φαῦλος δέ τις καὶ παράνομος πεφυκὼς οὐκ ἂν ἐπιστεύθη αὐτὸς εἶναι ὁ Χριστός. λύων δὲ τὰ Μωσέως πῶς ἂν ἐνομίσθη αὐτὸς ὑπάρχειν ὁ ὑπὸ Μωσέως καὶ τῶν προφητῶν κατηγγελμένος; πῶς δ' ἂν ἔσχεν τὸ ἀξιόπιστον καινῆς νομοθεσίας; ἔδοξε γὰρ ἂν εἰκότως τῆς παρανομίας χάριν ἐπὶ τὴν καινοτομίαν ἐληλυθέναι, φεύγων τὴν ἐπὶ ταῖς παρανομίαις τιμωρίαν. 1.7.3 νῦν δὲ μηδὲν μηδαμῶς τῶν ἐν τῷ νόμῳ λύσας, πληρωτὴς δ' αὐτῶν γενόμενος καὶ τέλειος, ὡς ἄν τις εἴποι, κατὰ Μωσέα, ἐπεὶ μηκέτι τοῖς λοιποῖς ἔθνεσιν δυνατὸν ἦν ἐφαρμόζειν τὰ παρὰ Μωσεῖ νόμιμα διὰ τὰς προδηλωθείσας αἰτίας, χρῆν δὲ δήπου φιλανθρωπίᾳ τοῦ παναγάθου τῶν ὅλων θεοῦ «πάντας ἀνθρώπους σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν» τὰ κατάλληλα καὶ ἁρμόδια τοῖς πᾶσιν ἐνομοθέτησεν, οὐκ ἂν φθονήσας καὶ τὰ Μωσέως διὰ τῶν ἀποστόλων αὐτοῦ πᾶσιν ἀνθρώποις καταγγεῖλαι, εἰ μὴ τὸ ἀδύνατον ἐμποδὼν ἦν, ὡς διδάσκει λέγων ὁ ἀπόστολος· «τὸ γὰρ ἀδύνατον τοῦ νόμου, ἐν ᾧ ἠσθένει, ὁ θεὸς τὸν ἑαυτοῦ υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας» καὶ τὰ ἑξῆς· 1.7.4 ἀδύνατον δὲ πᾶσιν δή που τοῖς ἔθνεσιν ὑπάρχειν τρὶς τοῦ ἔτους ἀπαντᾶν εἰς Ἱεροσόλυμα κατὰ τὸν Μωσέως νόμον, καὶ ἀπὸ τῶν περάτων τῆς οἰκουμένης τὴν ἀπὸ λέχους γυναῖκα σπεύδειν αὐτόθι τὰ καθάρσια ἀποθησομένην, καὶ ἄλλα μυρία ἃ καὶ ἑαυτῷ τις ἐπὶ σχολῆς ἀναλέξαιτο ἄν. 1.7.5 ἐπειδὴ τοίνυν ταῦτα οὐδὲ βουλομένοις δυνατὰ ἦν τοῖς ἀπῳκισμένοις τῆς Ἰουδαίας ἔθνεσιν φυλάττειν, εἰκότως μηδὲν τούτων δι' ἑαυτοῦ λύσας ὁ σωτὴρ καὶ κύριος ἡμῶν, πληρωτὴς δὲ γενόμενος τῶν ἐν τῷ νόμῳ, καὶ πίστιν παρασχὼν τοῖς ὁρῶσιν ὡς ἄρα αὐτός ἐστιν ὁ Χριστὸς τοῦ θεοῦ, ὁ πρὸς τῶν παρὰ Ἰουδαίοις πάλαι γενομένων προφητῶν μεμαρτυρημένος, μετὰ ταῦτα πᾶσι τοῖς ἔθνεσι τὰ ἁρμόδια παραγγέλματα διὰ τῶν οἰκείων μαθητῶν προβέβληται. 1.7.6 Ἔνθεν καὶ ἡμεῖς τὸ μὲν ἰουδαΐζειν παρῃτήμεθα, ὡς ἡμῖν μὴ νενομοθετημένον μηδ' ἐφαρμόζειν τοῖς ἔθνεσι δυνάμενον, τὰς δὲ παρὰ Ἰουδαίοις προφητείας ἀσμένως κατεδεξάμεθα, ὡς ἂν τὰς περὶ ἡμῶν περιεχούσας προρρήσεις. Ὁ δέ γε σωτὴρ καὶ διδάσκαλος ἡμῶν καὶ ἄλλως πληρωτὴς ὑπάρχει τοῦ Μωσέως νόμου καὶ τῶν μετ' αὐτὸν προφητῶν. 1.7.7 ἐπειδὴ γὰρ τοῖς τεθεσπισμένοις τὰ τῶν συμπερασμάτων ἔλιπεν τά τε τῶν λόγων ἀποτελέσματα, χρῆν δήπου καὶ τούτων αὐτῶν πληρωτὴν αὐτὸν γενέσθαι, οἷον, ὡς ἐπὶ παραδείγματος, ἡ μὲν παρὰ Μωσεῖ φησιν προφητεία· «προφήτην ὑμῖν ἀναστήσει κύριος ὁ θεὸς ὑμῶν, ὡς ἐμέ· αὐτοῦ ἀκούσεσθε κατὰ πάντα ὅσα ἂν εἴπῃ ὑμῖν ὁ προφήτης ἐκεῖνος». 1.7.8 τοῦτο δὴ τὸ λεῖπον ἀπεπλήρου δεύτερος μετὰ Μωσέα νομοθέτης ἀναφανεὶς ἀνθρώποις τῆς ἀληθοῦς εὐσεβείας τοῦ τῶν ὅλων θεοῦ. τὸ γὰρ μὴ ἁπλῶς φάσκειν Μωσέα προφήτην ἀναστήσεσθαι, ἀλλὰ μετὰ προσθήκης τῆς ὡς αὐτόν· «προφήτην γὰρ ὑμῖν ἀναστήσει, φησίν, κύριος ὁ θεὸς ὑμῶν, ὡς ἐμέ· αὐτοῦ ἀκούσεσθε», 1.7.9 τί ἕτερον ἐδήλου ἢ ὅτι αὐτῷ Μωσεῖ παρισωμένος τις ἔμελλεν γενέσθαι ὁ θεσπιζόμενος; Μωσῆς δὲ νομοθέτης εὐσεβείας ἦν τοῦ ἐπὶ πάντων θεοῦ. οὐκοῦν καὶ τὸν προφητευόμενον, ὅσπερ ἔμελλεν ὅμοιος γενήσεσθαι Μωσεῖ, νομοθέτην ἐκείνῳ παραπλήσιον φῆναι εἰκὸς ἦν. 1.7.10 μυρίων γοῦν μετὰ ταῦτα προφητῶν μετὰ Μωσέα γεγονότων, οὐδεὶς ὅμοιος Μωσεῖ μεμαρτύρηται· πάντες γὰρ εἰς ἐκεῖνον ἀνέπεμπον τοὺς ἀκροωμένους. μαρτυρεῖ δ' οὖν ἡ γραφὴ ὅτι οὐκ ἐγήγερται προφήτης ὅμοιος Μωσεῖ· οὔτε οὖν Ἱερεμίας οὔτε Ἡσαΐας οὔτε τις ἕτερος τῶν προφητῶν ὅμοιος αὐτῷ ἂν εἴη, ἐπειδὴ μηδὲ εἷς τούτων νομοθέτης ἀναδέδεικται. 1.7.11 προσδοκωμένου τοίνυν τοῦ κατὰ Μωσέα μέλλοντος ἀναστήσεσθαι προφήτου τε καὶ νομοθέτου, παρῆν οὗτος Ἰησοῦς ὁ Χριστὸς τοῦ θεοῦ,