21
πρὸς τὰς ὑποθέσεις διαφορά, καὶ οὐδὲ ἔστιν εἰπεῖν ὅση, εἴτε ἐκ τῶν ἀρχαίων διηγημάτων εἴτε ἐκ τοῦ νῦν βίου δοκιμάζοις τὸν λόγον. οὐκοῦν καὶ ἡμεῖς δεξώμεθα, ὅτι κατὰ τὴν κοινὴν περὶ τῶν ἀνθρώπων ἀπό φασιν, ἣν διὰ τοῦ προφήτου τὸ πνεῦμα τὸ ἅγιον ἀπεφήνατο ὅτι Πᾶς ἄνθρωπος ψεύστης, καὶ ὁ τοῦ θεοῦ ἄνθρωπος συνηνέχθη τῷ ψεύδει, τὴν ὅμορόν τινι χώραν ἀγνοίᾳ ἢ ὑπεροψίᾳ τῆς τοῦ τόπου προσηγορίας κατὰ τὸ συμβὰν ἐπι φημίσας. ἀλλ' ἐψεύσατο καὶ Εὐνόμιος, καὶ τί τὸ ψεῦδος; 1.1.110 αὐτῆς τῆς ἀληθείας παραγραφή. τὸν ἀεὶ ὄντα ποτὲ μὴ εἶναι λέγει, τὸν ἀληθῶς υἱὸν ψευδώνυμον ἔχειν τὴν προση γορίαν κατασκευάζει, τὸν κτίστην πάντων αὐτὸν κτίσμα εἶναι καὶ ποίημα διορίζεται, τὸν κυριεύοντα τῶν ὅλων δοῦ λον προσαγορεύει, τὸν ἐκ φύσεως τὸ ἄρχειν ἔχοντα τῇ δουλευούσῃ φύσει συγκατατάσσει. ἆρα μικρὰ τοῦ ψεύδους ἡ διαφορὰ καὶ τοσαύτη, ὡς ἀντ' οὐδενὸς οἴεσθαί τινα τὸ οὕτως ἢ ἑτέρως ἐψεῦσθαι δοκεῖν; 1.1.111 Ἀλλὰ καὶ 20τὸν σοφιστικὸν λόγον20 ἐπονειδίζων ἑτέροις, θεωρεῖτε οἵαν τῆς τἀληθοῦς ἀποδείξεως ποιεῖται τὴν ἐπιμέλειαν. εἶπεν ἐν τῷ λόγῳ τῷ πρὸς αὐτὸν ὁ διδάσκαλος ἡμῶν, ὅτι ἐν τῷ καιρῷ τῆς τῶν πραγμάτων καταστροφῆς 1.1.112 οὗτος "1ἆθλον τῆς ἀσεβείας τὴν Κύζικον ἀπηνέγκατο"2. τί οὖν ὁ τοὺς σοφιστὰς διελέγχων ποιεῖ; εὐθὺς ἐπιφύεται τῷ τοῦ ἄθλου ὀνόματι καὶ συνομολογεῖσθαι παρ' ἡμῶν φησι τὸ καὶ ἀπολελογῆσθαι καὶ νικῆσαι διὰ τῆς ἀπολογίας καὶ τὸ ἐκ τῆς νίκης ἆθλον διὰ τῶν ἀγώνων κομίσασθαι καὶ συντίθησι συλλογισμόν, διὰ τῶν ἀναντιρρήτων, ὡς οἴεται, συμπεραίνων τὸν λόγον. εἰρήσεται δὲ αὐτὰ τὰ γεγραμμένα παρ' αὐτοῦ ἐπὶ λέξεως. 20εἰ γὰρ τὸ ἆθλον, φησί, νίκης ἐστὶ γνώρισμα καὶ τέλος, μηνύει δὲ τὴν δίκην ἡ νίκη, συνεισάγει δὲ πάντως ἑαυτῇ τὴν κατη γορίαν ἡ δίκη, ὁ τὸ ἆθλον διδοὺς ἀναγκαίαν 1.1.113 εἶναι φήσει καὶ τὴν ἀπολογίαν20. τί οὖν ἡμεῖς; ἠγωνίσθαι μὲν αὐτὸν καὶ πάνυ σφοδρῶς τε καὶ ἐρρωμένως τὸν πονηρὸν τοῦτον ἀγῶνα τῆς ἀσεβείας οὐκ ἀντιλέγομεν καὶ οὐ μικρῷ τῷ μέτρῳ τοὺς ὁμοίους ὑπερβεβληκέναι καὶ ὑπερέχειν ἐν τοῖς κατὰ τῆς ἀληθείας ἱδρῶσιν, ἀλλ' οὐχὶ κατὰ τῶν ἀντιτεταγμένων ἐσχηκέναι τὰ νικητήρια, συγκρίσει δὲ τῶν συνδραμόντων αὐτῷ δι' ἀσεβείας ἐπὶ τὴν πλάνην προτερεύειν πάντων ἐν τῇ περιουσίᾳ τοῦ ψεύδους καὶ οὕτω λαβεῖν ἀντὶ τῆς εἰς τὸ κακὸν ὑπερβολῆς ἆθλον τὴν Κύ ζικον, ὡς πάντων τῶν ἐπὶ τοῖς ὁμοίοις κατὰ τῆς ἀληθείας κονισαμένων τὸ πλέον ἔχοντα, καὶ ἐπὶ τῇ νίκῃ τῇ κατὰ τὴν βλασφημίαν ἀναρρηθῆναι λαμπρῷ καὶ περιφανεῖ τῷ κηρύγ ματι ἐν τῷ μισθὸν τῆς ἀτοπίας αὐτῷ παρὰ τῶν οὕτως 1.1.114 ἀγωνοθετούντων ἐξαιρεθῆναι τὴν Κύζικον. καὶ ὅτι ταῦτα κατὰ τὴν ῥηθεῖσαν διάνοιαν παρ' ἡμῶν ὡμολόγηται, δεί κνυσιν ὁ ἡμέτερος λόγος, ὅτι ἀσεβείας ἆθλον, οὐχὶ ἀπολογίας κατόρθωμά φαμεν αὐτῷ γεγενῆσθαι τὴν Κύζικον. τί οὖν κοινὸν ἔχει τὰ παρ' ἡμῶν εἰρημένα πρὸς τὴν παι διώδη ταύτην τῶν σοφισμάτων πλοκήν, ὡς διὰ τοῦτο συστῆναι αὐτῷ καὶ τὴν δίκην καὶ τὴν ἀπολογίαν κατασκευάζεσθαι; ὅμοιον γὰρ τὸ τοιοῦτον ὥσπερ ἄν τις ἐν συμποσίῳ πλείω τῶν ἄλλων τὸν ἄκρατον ἐγχεάμενος καὶ διὰ τοῦτο γέρως τινὸς παρὰ τῶν συμμεθυόντων ἀξιωθεὶς τὴν ἐν τῷ συμποσίῳ νίκην τεκμήριον ποιοῖτο τοῦ καὶ ἐν δικαστηρίοις δεδικάσθαι 1.1.115 καὶ ὑπερέχειν δικασάμενος. ἐξέσται γὰρ κἀκείνῳ τὴν πλο κὴν τοῦ συλλογισμοῦ τούτου μιμήσασθαι· εἰ τὸ ἆθλον νίκης ἐστὶ γνώρισμα καὶ τέλος, μηνύει δὲ τὴν δίκην ἡ νίκη, συνεισάγει δὲ πάντως ἑαυτῇ τὴν κατηγορίαν ἡ δίκη, ἐνί κησα τὴν δίκην ἐγώ, ἐπειδὴ πίνων ἐστέφθην ἐν τῷ τῆς 1.1.116 πολυποσίας ἀγῶνι. ἀλλ' ἐρεῖ τις πάντως πρὸς τὸν οὕτω καλλωπιζόμενον, ὅτι ἄλλοι ἀγῶνες ἐν δικαστηρίῳ καὶ ἄλλος τρόπος τῆς ἐν συμποσίοις ἀθλήσεως· καὶ ὁ νικήσας διὰ τῆς κύλικος οὐδὲν ἔχει πλέον ἐκ τῆς τοιαύτης νίκης τῶν ἐν δικαστηρίοις ἀντιτεταγμένων αὐτῷ, κἂν τοῖς ἀνθίνοις στεφάνοις ἐπαγλαΐσηται. οὐκοῦν οὐδὲ ὁ τῷ λόγῳ τῆς ἀσε βείας τῶν ὁμοίων προτεταγμένος ἤδη καὶ τοῦ ἐν τῇ κρίσει νενικηκέναι διὰ τοῦ ἄθλου τῆς ἀσεβείας τὴν μαρτυρίαν 1.1.117 παρέχεται. τί οὖν συνηγορεῖ τῇ μὴ ῥηθείσῃ ἀπολογίᾳ