1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

21

τοῦτο τῆς σπουδῆς τὸ πέρας, αὕτη ἡ ἀπόλαυσις, μέχρι τούτου ἡ εὐδαιμονία τὸ ὕλην τῇ ἐπιορκίᾳ πορίσασθαι. ἀλλ' εὔχρουν, φησί, τοῦ χρυσίου τὸ εἶδος. μὴ καὶ τοῦ πυρὸς εὐχροώτερον; μὴ τῶν ἄστρων περικαλλέστερον; μὴ τῶν ἀκτίνων τοῦ ἡλίου φανότερον; τίς ὁ κωλύων σε τῆς ἀπολαύσεως ταύτης, ὥστε 5.342 σοι ἀνάγκην εἶναι διὰ τῆς εὐχροίας τοῦ χρυσοῦ τὰ καθ' ἡδονὴν πορίζειν ταῖς ὄψεσιν; ἀλλὰ σβέννυται, φησί, τὸ πῦρ καὶ ὁ ἥλιος δύεται καὶ οὐ διαρκεῖ τῆς λαμπηδόνος ἡ χάρις. τοῦ δὲ χρυσοῦ τίς, εἰπέ μοι, διὰ τοῦ σκότους παραλλαγὴ πρὸς τὸν μόλυβδον; ἀλλ' οὐκ ἄν, φησίν, ἐκ τοῦ πυρὸς ἢ τῶν ἄστρων γένοιτο ἡμῖν δέραια καὶ περιδέξια καὶ πόρπαι καὶ ζῶναι καὶ μανιάκαι καὶ στέφανοι καὶ τὰ τοιαῦτα, ὁ δὲ χρυσὸς ταῦτά τε ποιεῖ καὶ εἴ τι ἄλλο πρὸς κόσμον ἐπιτηδεύεται. ἤγαγε πρὸς τὸ κεφάλαιον τῆς ματαιότητος τὴν σπουδὴν ἡ συνηγορία τῆς ὕλης· αὐτὸ γὰρ τοῦτο πρὸς αὐτοὺς εἴποιμι ἄν· [ἀντὶ] τί[νων] σπουδάζει ὁ χρυσῷ τὴν κόμην περιανθίζων ἢ τῶν ὤτων ἐξάπτων τὰ προκοσμήματα ἢ τὴν δέρριν περιβάλ λων τοῖς περιτραχηλίοις χλίδωσιν ἢ ἐν ἄλλῳ τινὶ φέρων μέρει τοῦ σώματος; χρυσὸν προδείκνυσιν, ὅπουπερ ἂν τύχῃ προβεβλημένος τοῦ σώματος, οὐδὲν αὐτὸς πρὸς τὴν αὐγὴν τοῦ χρυσίου μεταμορφούμενος. ὁ γὰρ πρὸς τὸν χρυσοφοροῦντα βλέπων τὸ μὲν χρυσίον οὕτως ὁρᾷ ὡς εἰ τύχοι καὶ ἐν τοῖς πρατηρίοις προκείμενον, τὸν δὲ φοροῦντα οἷος πέφυκε 5.343 τοιοῦτον βλέπει. κἂν εὐεργές τε καὶ διάγλυφον ᾖ τὸ χρυσίον, κἂν τὰς χλοερὰς ἢ πυραυγεῖς ψηφῖδας ἐν ἑαυτῷ περιείργῃ, οὐδὲν μᾶλλον αἴσθησίν τινα τῶν παρακειμένων ἡ φύσις ἐδέξατο, ἀλλ' εἴτε λώβη τις εἴη περὶ τὰ πρόσωπα εἴτε τι λείποι τῶν κατὰ φύσιν, ἢ ὀφθαλμοῦ ἐκρυέντος ἢ παρειᾶς εἰδεχθῶς ἐν οὐλῇ κοιλανθείσης, μένει τὸ αἶσχος ἐν τῷ φαινομένῳ, μηδὲν τῇ αὐγῇ τοῦ χρυσίου ἐπισκοτούμενον· κἂν ἐπαλγὴς ὤν <τις> τύχῃ τῷ σώματι, οὐδεμίαν ἐπήγαγε παραμυθίαν τῷ πονοῦντι ἡ ὕλη. Ὃ οὖν μήτε πρὸς κάλλος μήτε πρὸς εὐεξίαν σώματος μήτε πρὸς τὴν τῶν ἀλγημάτων παραμυθίαν φέρει τι χρήσιμον τοῖς σπουδάζουσιν, ὑπὲρ τίνος σπουδάζεται; καὶ τίς ἡ διάθεσις τῶν τῇ καρδίᾳ προστετηκότων τῇ ὕλῃ, ὅταν ἐν τῷ συνειδότι τῆς τοιαύτης κτήσεως τύχωσιν ὄντες; ὡς τί πλέον ἔχοντες ἑαυτοῖς ἐπαγάλλονται; ἆρ' εἴ τις αὐτοὺς ἐρωτήσειεν, εἰ δέχονται αὐτοῖς ἀμειφθῆναι πρὸς ἐκεῖνο τὴν φύσιν καὶ γενέσθαι αὐτοὶ τοῦτο, ὃ τῇ τοσαύτῃ παρ' αὐτῶν διαθέσει τετίμηται, ἕλοιντο ἂν τὴν μεταβολήν, ὥστε ἐξ ἀνθρώπου πρὸς τὸν χρυσὸν αὐτοῖς μεταβῆναι τὴν φύσιν καὶ δειχθῆναι μηκέτι λογικοί τε καὶ διανοητικοὶ καὶ τοῖς αἰσθητηρίοις πρὸς τὴν ζωὴν κεχρημένοι, ἀλλ' ὠχροί τε καὶ βαρεῖς καὶ ἄναυδοι ἄψυχοί τε καὶ ἀναίσθητοι, οἷα ἡ τοῦ χρυσοῦ φύσις ἐστίν; οὐκ ἂν οἶμαι ταῦτα ἑλέσθαι οὐδὲ τοὺς σφόδρα διὰ τῆς 5.344 ἐπιθυμίας συντετηκότας τῇ ὕλῃ. εἰ οὖν ἐν κατάρας εἴδει τοῖς εὖ φρονοῦσίν ἐστι τὸ ἐν τοῖς ἰδιώμασι τῆς ἀψύχου ὕλης γενέσθαι, τίς ἡ ἄλογος περὶ τὴν κτῆσιν τούτων μανία, ὧν τὸ πέρας ἡ ματαιότης ἐστίν, ὡς καὶ φόνων διὰ τοῦτο καὶ λῃστείας κατατολμᾶν τοὺς προσλελυσσηκότας τοῖς χρήμασι; καὶ οὐ τούτων μόνον, ἀλλὰ καὶ τῆς πονηρᾶς ἐπινοίας τῶν τόκων, ἣν ἄλλην τις λῃστείαν καὶ μιαιφονίαν ὀνομάσας οὐκ ἂν ἁμάρτοι τοῦ δέοντος. ἢ τί γὰρ διαφέρει λαθραίως ἐκ τοιχωρυχίας ἀλλότρια ληϊσάμενον ἔχειν καὶ τῷ φόνῳ τοῦ παροδεύοντος δεσπότην ἑαυτὸν τῶν ἐκείνου ποιεῖν ἢ διὰ τῆς τῶν τόκων ἀνάγκης κτᾶσθαι τὰ μὴ προσήκοντα; ὢ κακῆς προσηγορίας! τόκος ὄνομα τῇ λῃστείᾳ γίνεται. ὢ πικρῶν γάμων! ὢ πονηρᾶς συζυγίας, ἣν ἡ φύσις μὲν οὐκ ἐγνώρισεν, ἡ δὲ τῶν φιλοχρηματούντων νόσος ἐν τοῖς ἀψύχοις ἐκαινοτόμη σεν. ὢ χαλεπῶν κυημάτων, ἀφ' ὧν ὁ τοιοῦτος τόκος ἐκφύεται. μόνον ἐν τοῖς οὖσι τὸ ἔμψυχον τῇ κατὰ τὸ ἄρρεν καὶ θῆλυ διαφορᾷ διεκρίθη. τούτοις εἶπεν ὁ πλάσας θεὸς Αὐξάνεσθε καὶ πληθύνεσθε, ὥστε διὰ τῆς ἐξ ἀλλήλων γενέσεως εἰς πλῆθος τὸ ζωογονούμενον αὔξεσθαι. ὁ δὲ τοῦ χρυσίου τόκος ἐκ ποίων γάμων συνίσταται; ἐκ ποίας τελεσφορεῖται κυήσεως; ἀλλ' οἶδα τὴν ὠδῖνα τοῦ τοιούτου τόκου, παρὰ τοῦ προφήτου μαθὼν Ἰδού, φησίν,