1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

21

καμόντας ἐνταῦθα, τοῦ θρόνου μετέχοντας ἐκεῖ τοῦ βασιλικοῦ διαπαντός! Οὐχὶ τῆς κολάσεώς σοι ταῦτα χείρονα ἔσται; Εἰ γὰρ νῦν ὁρῶν εὐδοκιμοῦντάς τινας, καὶ οὐδὲν πάσχων κακὸν, πάσης τιμωρίας χεῖρον τοῦτο νομίζεις, καὶ ὑπὸ τούτου μό 62.37 νου διαφθείρῃ, καὶ πενθεῖς σαυτὸν, καὶ δακρύεις, καὶ μυρίων εἶναι θανάτων κρίνεις ἄξιον, τί τότε ὑποστήσῃ; Εἰ γὰρ μὴ γέεννα ἦν, αὐτὴ ἡ ἔννοια τῆς βασιλείας οὐκ ἦν ἱκανὴ ἀπολέσαι καὶ διαφθεῖραι; Καὶ ὅτι τοῦτο οὕτως ἕξει, ἱκανὸν ἀπὸ τῆς πείρας τῶν πραγμάτων μαθεῖν· Μὴ τοίνυν εἰκῆ ψυχαγωγῶμεν 62.38 ἑαυτοὺς τοῖς τοιούτοις ῥήμασιν, ἀλλὰ προσέχωμεν, καὶ φροντίζωμεν τῆς ἑαυτῶν σωτηρίας, καὶ ἀρετῆς ἐπιμελώμεθα, καὶ πρὸς τὴν τῶν καλῶν ἐργασίαν ἑαυτοὺς διεγείρωμεν, ἵνα καταξιωθῶμεν τυχεῖν τῆς τοσαύτης δόξης ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.

ΟΜΙΛΙΑ Εʹ.

∆ιὸ μνημονεύετε, ὅτι ὑμεῖς ποτε τὰ ἔθνη ἐν σαρκὶ, οἱ λεγόμενοι ἀκροβυστία

ὑπὸ τῆς λεγο μένης περιτομῆς ἐν σαρκὶ χειροποιήτου· ὅτι ἦτε ἐν τῷ καιρῷ ἐκείνῳ χωρὶς Χριστοῦ, ἀπηλ λοτριωμένοι τῆς πολιτείας τοῦ Ἰσραὴλ, καὶ ξένοι τῶν διαθηκῶν τῆς ἐπαγγελίας, ἐλπίδα μὴ ἔχοντες, καὶ ἄθεοι ἐν τῷ κόσμῳ. αʹ. Πολλὰ δείκνυσι τοῦ Θεοῦ τὴν εἰς ἡμᾶς φιλανθρωπίαν· πρῶτον, ὅτι δι' ἑαυτοῦ ἔσωσε, καὶ δι' ἑαυτοῦ τρόπῳ τοιούτῳ· δεύτερον, ὅτι τίνας ὄντας ἔσωσε· τρίτον, ὅτι ποῦ ἀνήγαγε. Ταῦτα γὰρ πάντα καὶ καθ' ἑαυτὰ μεγίστην ἔχει τὴν ἀπόδειξιν τῆς φιλανθρωπίας αὐτοῦ· καὶ ταῦτα πάντα κινεῖ νῦν γράφων ὁ Παῦλος. Εἶπεν, ὅτι νεκροὺς ὄντας τοῖς παραπτώμασι, καὶ τέκνα ὀργῆς, ἔσωσε· νῦν λέγει καὶ τίνων ἐποίησεν ἴσους. ∆ιὸ, φησὶ, μνημονεύετε. Ἔθος γὰρ ἡμῖν ἅπασιν, ὅταν ἐκ τῆς πολλῆς εὐτελείας εἰς ἀντίῤῥοπον, ἢ καὶ μείζονα τιμὴν ἀναχθῶμεν, μηδὲ μεμνῆσθαι τῶν προτέρων, ἐντρεφομένοις ἐκείνῃ τῇ δόξῃ. ∆ιὰ τοῦτό φησι, ∆ιὸ μνημονεύετε. ∆ιὸ, ποῖον; Ὅτι ἐκτίσθημεν ἐπ' ἔργοις ἀγαθοῖς. Τοῦτο δὲ ἱκανὸν ἡμᾶς πεῖσαι τῆς ἀρετῆς ἐπιμελεῖσθαι. Μνημονεύετε. Ἱκανὴ γὰρ ἡ μνήμη ἐκείνη εὐγνώμονας περὶ τὸν εὐεργέτην ποιῆσαι. Ὅτι ὑμεῖς ποτε τὰ ἔθνη. Ὅρα πῶς τὰ πλεονεκτήματα τὰ Ἰουδαϊκὰ καθαιρεῖ, καὶ τὰ ἐλαττώματα τῶν ἐθνῶν θαυμάζει, ἅπερ οὐκ ἦν ἐλαττώματα, ἀλλ' ἀπὸ τοῦ τρόπου καὶ τοῦ βίου ἑκατέρους πείθει. Οἱ λεγόμενοι ἡ ἀκροβυστία. Ἐν ῥήμασιν ἦν ἡ τιμὴ, ἐν σαρκὶ τὸ προτέρημα· οὐδὲν γάρ ἐστιν ἡ ἀκροβυστία, οὐδὲν ἡ περιτομή. Ὑπὸ τῆς λεγομένης, φησὶ, περιτομῆς ἐν σαρκὶ χειροποιήτου. Ὅτι ἦτε ἐν τῷ καιρῷ ἐκείνῳ χωρὶς Χριστοῦ, ἀπηλλοτριωμένοι τῆς πολιτείας τοῦ Ἰσραὴλ, καὶ ξένοι τῶν διαθηκῶν τῆς ἐπαγγελίας, ἐλπίδα μὴ ἔχοντες, καὶ ἄθεοι ἐν τῷ κόσμῳ. Ὑμεῖς οἱ ὑπὸ Ἰουδαίων τοῦτο, φησὶ, καλούμενοι. Τί δήποτε δὲ μέλλων δεικνύναι τὴν εὐεργεσίαν αὐτῶν ἐν τούτῳ γενομένην, ἐν τῷ κοινωνῆσαι αὐτοὺς τῷ Ἰσραὴλ, πάλιν τὸ ἀξίωμα τὸ Ἰσραηλιτικὸν οὐ καθαιρεῖ, ἀλλ' ἐν τούτοις ἐπαίρει αὐτό; Ἐν τοῖς ἀναγκαίοις ἐπαίρει, ἐν τούτοις δὲ καθαιρεῖ, ἐν οἷς οὐκ ἐκοινώνησαν. Προϊὼν γὰρ, φησί· Συμπολῖται τῶν ἁγίων ἐστὲ, καὶ οἰκεῖοι τοῦ Θεοῦ. Ὅρα πῶς οὐ καθαιρεῖ. Ταῦτα, φησὶν, ἀδιάφορά ἐστι. Μὴ νομίσητε, φησὶν, ὅτι περιτομῆς οὐκ ἐτύχετε καὶ ἐν ἀκροβυστίᾳ ἐστὲ, διαφοράν τινα εἶναι. Τὸ γὰρ χαλεπὸν τοῦτο ἦν, τὸ χωρὶς τοῦ Χριστοῦ εἶναι, τὸ τῆς πολιτείας ἀπηλλοτριῶσθαι τοῦ Ἰσραήλ· τοῦτο δὲ οὐ πολιτεῖαι· τὸ δὲ ξένους εἶναι τῶν διαθηκῶν τῆς ἐπαγγελίας, τὸ μὴ ἔχειν ἐλπίδα τὴν μέλλουσαν, τὸ ἀθέους 62.38 εἶναι ἐν τῷ κόσμῳ τούτῳ, ταῦτα πάντα ἐκείνων ἦν. Εἶπε περὶ τῶν οὐρανίων πραγμάτων, λέγει καὶ περὶ τῶν ἐπὶ γῆς, ἐπειδὴ μεγάλην δόξαν εἶχον περὶ αὐτῶν οἱ Ἰουδαῖοι. Οὕτω καὶ ὁ Χριστὸς παραμυθούμενος τοὺς μαθητὰς, μετὰ τὸ εἰπεῖν, Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν, τὸ ἔλαττον τίθησιν· Οὕτω γὰρ, φησὶν, ἐδίωξαν τοὺς προφήτας τοὺς πρὸ ὑμῶν. Τοῦτο γὰρ πρὸς μὲν τὸ μέγεθος ἔλαττόν