22
νομοθετῶν πᾶσι τοῖς ἔθνεσι καὶ τὰ ὑπὲρ νόμον διαπραττόμενος. 1.7.12 τὸ γάρ· «ἐλέχθη τοῖς ἀρχαίοις, οὐ μοιχεύσεις, ἐγὼ δὲ λέγω ὑμῖν μηδὲ ἐπιθυμεῖν», καὶ τὸ «ἐλέχθη τοῖς ἀρχαίοις· οὐ φονεύσεις, ἐγὼ δὲ λέγω ὑμῖν μηδὲ ὀργίζεσθαι», καὶ τό· «μηκέτι ἐν Ἱεροσολύμοις, ἀλλ' ἐν παντὶ τόπῳ προσκυνεῖν», καὶ τὸ μὴ λιβανωτῷ καὶ θυσίαις, «ἐν πνεύματι δὲ καὶ ἀληθείᾳ θρησκεύειν», καὶ ὅσα τοιαῦτα ἐν τῇ αὐτοῦ φέρεται διδασκαλίᾳ, πανσόφου ἦν ἄντικρυς καὶ τελειοτάτου νομοθέτου. 1.7.13 διὸ καὶ οἱ ἀκροώμενοι «ἐξεπλήττοντο», φησὶν ἡ θεία γραφή, ὅτι ἐδίδασκεν αὐτοὺς «ὡς ἐξουσίαν ἔχων, καὶ οὐχ ὡς οἱ γραμματεῖς αὐτῶν καὶ οἱ Φαρισαῖοι». καὶ τοῦτο τοίνυν τὸ λεῖπον τῇ Μωσέως προφητείᾳ λόγιον ἀπεπλήρου, ὡσαύτως δὲ καὶ τὰ λοιπὰ τῶν προφητειῶν τῶν περὶ αὐτοῦ καὶ περὶ τῆς τῶν ἐθνῶν κλήσεως θεσπίσματα. 1.7.14 γέγονε τοίνυν πληρωτὴς τοῦ νόμου καὶ τῶν προφητῶν, τὰς περὶ ἑαυτοῦ προρρήσεις εἰς πέρας ἀγαγών· καὶ μέχρι μὲν αὐτοῦ στήσας τὸν πρότερον νόμον, ἀρχηγὸς δὲ ἀναφανεὶς δευτέρου τοῦ τοῖς πᾶσιν ἔθνεσι κατηγγελμένου τῆς καινῆς διαθήκης νόμου, ὡς ὁμοῦ νόμου καὶ ἀρχῆς αἴτιον καταστῆναι τῶν δυεῖν ὑποθέσεων, ἰουδαϊσμοῦ λέγω καὶ χριστιανισμοῦ, ὃ καὶ αὐτὸ θαυμάζειν ἄξιον κατὰ τὴν θείαν πρόρρησιν ὧδέ πως ἀναφωνοῦσαν· «ἰδού, τίθημι ἐν Σιὼν λίθον ἐκλεκτόν, ἀκρογωνιαῖον, ἔντιμον· καὶ ὁ πιστεύων εἰς αὐτὸν οὐ καταισχυνθήσεται». 1.7.15 Τίς δ' ἂν εἴη ἀκρογωνιαῖος ἢ οὗτος ὁ ζῶν καὶ πολυτίμητος λίθος μίαν ἐκ δυεῖν οἰκοδομῶν ὑποστησάμενος διὰ τῆς αὐτοῦ διδασκαλίας; τὴν γὰρ Μωσέως μέχρις αὐτοῦ παραταθεῖσαν στήσας, ἐκ θατέρου μέρους τὴν ἡμετέραν ἐπισυνῆψεν τὴν κατὰ τὸ εὐαγγέλιον οἰκοδομήν. 1.7.16 ὅθεν εἰκότως ἀκρογωνιαῖος ὠνόμασται. καὶ ἐν ψαλμοῖς δὲ εἴρηται· «λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας. παρὰ κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν». 1.7.17 ἔνθα σαφῶς τὸ λόγιον καὶ τὴν ἐκ τοῦ Ἰουδαίων ἔθνους ἐπιβουλήν, ἣν πέπονθεν ὁ θεσπιζόμενος, διεσάφησεν, ἀποδοκιμασθῆναι μὲν αὐτὸν πρὸς τῶν τὸν παλαιὸν τοῖχον οἰκοδομούντων. γραμματέων τινῶν καὶ Φαρισαίων ἀρχιερέων τε καὶ πάντων τῶν παρὰ Ἰουδαίοις ἀρχόντων, φῆναν, πλὴν ἀλλὰ μετὰ τὴν ἐξ ἐκείνων ἀτιμίαν καὶ ἀποβολὴν θεσπίσαν αὐτὸν «γενήσεσθαι εἰς κεφαλὴν γωνίας», ἀρχηγὸν καταστάντα τῆς καινῆς διαθήκης ἀκολούθως ταῖς ἀποδοθείσαις θεωρίαις. 1.7.18 Οὐκοῦν ἀποστάντες ἡμεῖς ἑλληνισμοῦ οὐκ ἐπὶ ἰουδαϊσμὸν καταπεπτώκαμεν, οὐδὲ ἀποδεχόμενοι τὸν Μωσέως νόμον καὶ τοὺς Ἑβραίων προφήτας, μὴ βιοῦντες δὲ ἰουδαϊκῶς ἀλλὰ κατὰ τὴν πρὸ Μωσέως τῶν θεοφιλῶν ἀνδρῶν πολιτείαν, πταίοιμεν ἄν. 1.7.19 κἀν τούτῳ γὰρ Μωσέα καὶ τοὺς μετ' αὐτὸν προφήτας ἀληθεύοντας ἀποδείκνυμεν, τὸν ὑπ' αὐτῶν προκεκηρυγμένον Χριστὸν ἀποδεχόμενοι καὶ τούτου τοῖς νόμοις πειθόμενοι, κατ' ἴχνος τε τῆς αὐτοῦ διδασκαλίας βαίνειν δι' εὐχῆς τιθέμενοι, αὐτῷ Μωσεῖ κἀν τούτῳ τὰ φίλα ποιοῦντες· 1.7.20 ὃς προειπὼν ὅτι «προφήτην ἀναστήσει κύριος ὁ θεὸς» ὅμοιον αὐτῷ ἐπιλέγει· «πᾶσα δὲ ψυχὴ ἥτις μὴ ἀκούσεται τοῦ προφήτου ἐκείνου ἐξολοθρευθήσεται ἐκ τοῦ γένους αὐτῆς». αὐτίκα Ἰουδαῖοι, μὴ παραδεξάμενοι τὸν προφήτην μηδ' ἐπακούσαντες αὐτοῦ τοῖς ἁγίοις λόγοις, ἔσχατον ὑπέμειναν ὄλεθρον ἀκόλουθα τῇ προρρήσει πεπονθότες. 1.7.21 οὔτε γὰρ τὸν Χριστοῦ νόμον τὸν τῆς καινῆς διαθήκης κατεδέξαντο, οὔτε τὰ Μωσέως παραγγέλματα δίχα παρανομίας οἷοί τε ἂν εἶεν φυλάσσειν· διὸ καὶ τῇ Μωσέως ὑποβέβληνται κατάρᾳ, τῷ μηδὲ δυνατὸν αὐτοῖς εἶναι τὰ παρὰ Μωσεῖ νενομοθετημένα συντελεῖν, περιῃρημένης αὐτῶν τῆς μητροπόλεως, καὶ ἀποκεκλεισμένης τῆς μόνον αὐτόθι συγκεχωρημένης ἐπιτελεῖσθαι Μωσαϊκῆς θρησκείας. 1.7.22 ἡμεῖς δὲ τὸν ὑπὸ Μωσέως καὶ τῶν λοιπῶν προφητῶν κατηγγελμένον ἀποδεξάμενοι καὶ τούτῳ πείθεσθαι δι' εὐχῆς ποιούμενοι πληρωταὶ ἂν εἴημεν τῆς Μωσέως παραγγελίας, δι' ἧς ἔφησεν· «αὐτοῦ ἀκούσεσθε. πᾶσα δὲ ψυχὴ