22
ἡ τοῦ προέχειν αὐτὸν ἐν ἀσεβείᾳ παρ' ἡμῶν μαρτυρία; εἰ μὲν γὰρ ἀπολογησάμενος πρὸς τοὺς δικαστὰς καὶ τῶν ἀντι τεταγμένων κρατήσας οὕτως ἐδέξατο τὴν ἐπὶ Κυζίκῳ τιμήν, καιρὸν ἂν εἶχε τὰ ἡμέτερα καθ' ἡμῶν προχειρίζεσθαι· εἰ δὲ συνεχῶς ἐπὶ τοῦ λόγου μαρτύρεται, ὅτι φεύγων τὸ δυσμενὲς τῶν κυρίων τῆς ψήφου σιωπῇ δέχεται τὴν ἐπα χθεῖσαν αὐτῷ τιμωρίαν, ἐν ἐχθροῖς διαθέσθαι τοὺς ἀγῶνας οὐκ ἀνασχόμενος, τί ἑαυτὸν φενακίζει καὶ τῇ φωνῇ τοῦ ἄθλου εἰς μαρτυρίαν τοῦ ἀπολελογῆσθαι συγκέχρηται μὴ συνιεὶς ὁ θαυμάσιος τοῦ ἄθλου τὴν ἔμφασιν, ὅτι καθάπερ τι γέρας καὶ ἀριστεῖον αὐτῷ τῆς κατὰ τὴν ἀσέβειαν ὑπερ 1.1.118 οχῆς "1ἡ Κύζικος προεπόθη"2. ἀλλ' ἐπειδὴ πρὸς τὸ δοκοῦν δέχεται τὸ ἆθλον καὶ ὡς δωρεὰν ἐπινίκιον, δεξάσθω καὶ τὸ συνημμένον τῷ λόγῳ, ὅτι ἐν ἀσεβείᾳ τὸ πλέον διὰ τῆς νίκης ἔσχεν. ἐπειδὴ γὰρ τοῖς ἡμετέροις καθ' ἡμῶν ἰσχυ ρίζεται, ἢ ἀμφοτέροις ἢ οὐθετέροις κεχρῆσθαι δίκαιος. 1.1.119 Ἀλλ' ἐν μὲν τοῖς ἡμετέροις τοιοῦτος· ἐν δὲ τοῖς λοι ποῖς τῶν ἐφ' ὕβρει ῥηθέντων ἆρά τι ἀληθεύων ἐπιδειχθή σεται; ἐν οἷς 20δειλόν τε καὶ ἄτολμον καὶ τοὺς τραχυτέρους τῶν πόνων ἀποδιδράσκοντα20 καὶ πάντα τὰ τοιαῦτα κατ' αὐτοῦ διεξέρχεται, φιλοπόνως δια σκευάζων τῆς δειλίας τὰ πάθη, 20οἰκίσκον λανθάνοντα20 καὶ 20θύραν ἀσφαλῶς ἐπικειμένην20 καὶ 20πτόησιν πρὸς τὸν φόβον τῶν εἰσιόντων20 καὶ 20φωνὴν20 καὶ 20βλέμμα20 καὶ 20τὰ ἐπὶ τοῦ προσώπου γνωρίσματα20 καὶ πάντα τὰ τοιαῦτα, δι' ὧν τῆς δειλίας 1.1.120 τὸ πάθος διασημαίνεται. ἀλλ' εἰ καὶ μηδὲν ἕτερον κατε ψευσμένος ἠλέγχετο, ἱκανὸν ἂν ἦν τοῦτο μόνον αὐτοῦ διε λέγξαι τὸν τρόπον. τίς γὰρ οὐκ οἶδε τὸν μέγαν ἐκεῖνον ἀγωνιστὴν ἐν τῷ καιρῷ τῆς τοῦ βασιλέως Οὐάλεντος κατὰ τῶν ἐκκλησιῶν τοῦ κυρίου φιλονεικίας ὅπως ὑπερανέστη τῇ μεγαλοφυΐᾳ τῆς γνώμης τοῦ τοσούτου τῶν πραγμάτων ὄγκου καὶ τῶν φοβούντων ὑψηλότερος ἦν, πάσης τῆς ἐπιμηχανη 1.1.121 θείσης αὐτῷ καταπλήξεως ὑπεραρθεὶς τῷ φρονήματι; τίς τῶν κατὰ τὴν ἑῴαν ἀνθρώπων, τίς τῶν κατὰ τὰ τελευταῖα τῆς καθ' ἡμᾶς οἰκουμένης οἰκούντων τὴν ὑπὲρ τῆς ἀλη θείας αὐτοῦ μάχην πρὸς τοὺς κρατοῦντας ἠγνόησε; τίς οὐ 1.1.122 κατεπλάγη πρὸς τὸν ἀντίπαλον ἀπιδών; οὐδὲ γὰρ τῶν ἐπι τυχόντων εἷς ἦν οὐδὲ ἐν σοφισματίοις κιβδήλοις τὴν τοῦ νικᾶν ἐκέκτητο δύναμιν, οὗ καὶ τὸ ὑπερέχειν ἄδοξον καὶ τὸ ἡττηθῆναι ἀζήμιον, ἀλλὰ πᾶσαν μὲν ὑφ' ἑαυτὸν εἶχεν εὐθηνουμένην τότε τὴν Ῥωμαίων ἀρχήν· καὶ τῇ τοσαύτῃ βασιλείᾳ κομῶν προείληπτο τῇ κατὰ τοῦ δόγματος ἡμῶν διαβολῇ, Εὐδοξίου τοῦ Γερμανικείας δι' ἀπάτης αὐτὸν πρὸς ἑαυτὸν μεταστήσαντος· πάντας δὲ τοὺς ἐν τέλει καὶ τοὺς περὶ αὐτὸν θεραπευτὰς καὶ τοὺς ἐπὶ τῶν πραγμάτων παρα δυναστεύοντας συναγωνιστὰς εἶχε τῆς ἰδίας ὁρμῆς, τοὺς μὲν ἑκουσίως διὰ τὴν ὁμοιοτροπίαν τῆς γνώμης προσκεκλι κότας, τοὺς δὲ πολλοὺς τῷ φόβῳ τῆς δυναστείας τὰ πρὸς ἡδονὴν ἑτοίμως χαριζομένους, καὶ διὰ τῆς ἀποτομίας τῆς κατὰ τῶν ἀντεχομένων τῆς πίστεως τῆς ὑγιαινούσης τὴν 1.1.123 πρὸς αὐτὸν ἐνδεικνυμένους σπουδήν. ὅτε φυγαὶ καὶ δημεύσεις καὶ ἐξορίαι ἀπειλαί τε καὶ προστιμήματα κίνδυνοι φυλακαὶ δεσμωτήρια μάστιγες καὶ τί γὰρ οὐχὶ τῶν δεινοτάτων ἐνηργεῖτο κατὰ τῶν μὴ συντεθειμένων τῇ τοῦ βασιλέως ὁρμῇ· ὅτε χαλεπώτερον ἦν ἐν οἴκῳ θεοῦ καταληφθῆναι τοὺς εὐσεβοῦντας ἢ ἐπὶ τοῖς πονηροτάτοις 1.1.124 τῶν ἐγκλημάτων ἁλῶναι. ἀλλὰ τὸ μὲν τούτοις πᾶσι καθ' ἕκαστον ἐπεξιέναι μεγάλης τινὸς ἂν δέοιτο συγγραφῆς καὶ χρόνου πολλοῦ καὶ πραγματείας ἰδίας, ἄλλως τε καὶ φανερῶν ἅπασιν ὄντων τῶν τηνικαῦτα κακῶν οὐδὲν ἂν γένοιτο πλέον πρὸς τὸν παρόντα λόγον ἐκ τοῦ μετὰ ἀκριβείας τὰς συμφορὰς ἐκείνας ἐπὶ τῶν πραγμάτων ἐκτίθεσθαι. ὕπεστι δὲ καὶ φορτικὸν ἕτερον ἐν τῷ περὶ αὐτῶν διηγήματι, τὸ καὶ τῶν ἡμετέρων τινὰ μνήμην ἐξ ἀνάγκης ποιήσασθαι 1.1.125 καθεξῆς διεξιόντα τὴν τῶν σκυθρωπῶν ἱστορίαν. εἰ γάρ τι καὶ πέπρακται τοιοῦτον ἡμῖν διὰ τοὺς ὑπὲρ τῆς εὐσεβείας ἀγῶνας οἷον φιλοτιμίαν φέρειν τῷ διηγήματι, τοῖς πλησίον καταλιπεῖν ἡ σοφία κελεύει· Ἐγκωμιαζέτω σε γάρ, φησίν, ὁ