22
ὠδίνησεν ἀδικίαν, συνέλαβε πόνον καὶ ἔτεκεν ἀνομίαν. οὗτος ἐκεῖνός ἐστιν ὁ τόκος, ὃν ὠδίνησε 5.345 μὲν ἡ πλεονεξία, τίκτει δὲ ἡ ἀνομία καὶ ἡ μισανθρωπία μαιεύεται. ὁ γὰρ ἀεὶ κρύπτων τὴν εὐπορίαν καὶ ὅρκῳ τὸ μὴ ἔχειν πιστούμενος, ἐπειδὰν ἴδῃ τινὰ ἀνάγκῃ καταπνιγόμενον, τότε ἐγκύμων τῷ βαλλαντίῳ προφαίνεται, τότε τὸν πονηρὸν τῆς φιλοκερδίας ὠδίνει τόκον, ἐλπίδα τοῦ δανείσματος τῷ δυστυχοῦντι προδείκνυσιν, [ἵν'] ἐπιβάλλει ὕλην τῷ δυστυχή ματι ὥσπερ ὁ τῷ ἐλαίῳ κατασβεννύων τὴν φλόγα· οὐ γὰρ ἐθεράπευσε τῷ δανείῳ τὴν ζημίαν, ἀλλ' ἐπέτεινεν· καὶ ὥσπερ ἐν τοῖς αὐχμοῖς αὐτομάτως ἀκανθοφοροῦσιν αἱ ἄρουραι, οὕτω καὶ ἐν ταῖς συμφοραῖς τῶν στενοχωρουμένων οἱ τῶν πλεονεκτῶν ὑλομανοῦσι τόκοι. εἶτα προτείνει τὴν χεῖρα μετὰ τοῦ χρήματος, ὥσπερ ἡ ὁρμιὰ τὸ κεκρυμμένον ἄγκιστρον τῷ δελεάματι, περιχανὼν δὲ ὁ δείλαιος τῇ πρὸς τὸ παρὸν εὐπορίᾳ καὶ εἴ τι κρυπτὸν ἐν ἀποθέτοις εἶχε τῇ τοῦ ἀγκίστρου ὁλκῇ συνεξήμεσε. τοιαῦτα τὰ τῶν τόκων εὐεργετή ματα. κἂν μέν τις πρὸς βίαν ἀφέληταί τινος τὸ ἐφόδιον ἢ λαθὼν ὑποκλέψῃ, βίαιος καὶ λωποδύτης καὶ τὰ τοιαῦτα λέγεται, ὁ δὲ δημοσιεύων ἐν συμβολαίοις τὴν ἀδικίαν καὶ ἐμμάρτυρον τὴν πικρίαν ποιούμενος καὶ συνθήκαις τὴν 5.346 παρανομίαν κρατύνων φιλάνθρωπος καὶ εὐεργέτης καὶ σωτὴρ καὶ πάντα τὰ χρηστὰ τῶν ὀνομάτων προσαγορεύεται· καὶ τὸ μὲν ἐξ ὑφαιρέσεως κέρδος κλέμμα λέγεται, ὁ δὲ διὰ τῆς τοιαύτης ἀνάγκης ἀπογυμνῶν τὸν χρεώστην φιλανθρωπίᾳ τὴν πικρίαν ὑποκορίζεται· οὕτω γὰρ τὰς ζημίας τῶν δει λαίων κατονομάζουσι. Συνήγαγόν μοι καί γε ἀργύριον καί γε χρυσίον. ἀλλὰ τούτου χάριν ὁ σοφῶς παιδεύων τὸν βίον ἐν τῷ καταλόγῳ τῶν ἐξαγορευομένων καὶ ταῦτα κατηριθμήσατο, ἵνα μαθόντες οἱ ἄνθρωποι παρὰ τοῦ τῇ πείρᾳ κατεγνωκότος, ὅτι ἓν τῶν ἐπ' ἀτοπίᾳ κατεγνωσμένων τοῦτό ἐστι, φυλάξωνται πρὸ τῆς πείρας τὴν τοῦ κακοῦ προσβολήν, καθάπερ ἔστι καὶ τοὺς λῃστρικούς τε καὶ θηριώ δεις τόπους ἀπαθῶς παρελθεῖν διὰ τοῦ προμαθεῖν τοὺς ἐν τούτοις προκινδυνεύσαντας. Καλῶς δὲ ὁ θεῖος ἀπόστολος τὸ πάθος τῆς φιλαργυρίας ὁρίζεται, ῥίζαν αὐτὴν πάντων τῶν κακῶν εἶναι ἀποφηνάμενος. ὥσπερ γὰρ ἐάν τινι μέρει διεφθορὼς καὶ σηπεδονώδης ἐπιρρυῇ χυμὸς καὶ φλεγμονὴ τῷ τόπῳ ἐγγένηται, ἀνάγκη πᾶσα εἰς ἀπόστασίν τινα καὶ διαφθορὰν τὸ ἐνσκῆψαν ὑγρὸν ἀπορραγῆ ναι, διαφαγόντος τοῦ πύου τὴν ἐπιφάνειαν, οὕτως οἷς ἂν ἐνρυῇ 5.347 τῆς φιλοχρηματίας ἡ νόσος, εἰς ἀκολασίαν ὡς τὰ πολλὰ τὸ πάθος ἀπέσκηψε. διὰ τοῦτο προστίθησι τῇ περιουσίᾳ τοῦ χρυσίου τε καὶ ἀργυρίου τὴν ἀκολούθως τῷ προκατασχόντι νοσήματι ἐπακολουθοῦσαν ἀσχημοσύνην. Ἐποίησα γάρ, φησίν, ᾄδοντας καὶ ᾀδούσας, τῶν συμποσίων τὰ ἐντρυφήματα, οἰνοχόους καὶ οἰνοχόας. ἤρκεσεν ἡ μνήμη τῶν ὀνομάτων στηλιτεῦσαι τὸ πάθος, ὅπερ ἡ περὶ τὰ χρήματα νόσος προωδοποίησεν. ὢ τῆς ἀτόπου ταύτης φιλοτεχνίας! ὡς ἀθρόον ἐπιβάλλει τῶν ἡδονῶν τὸ ῥεῦμα, οἷόν τισι χειμάρροις διπλοῖς δι' ἀκοῆς τε καὶ ὄψεως τὰς ψυχὰς ἐπικλύζον, ἵνα καὶ βλέπηται τὸ κακὸν καὶ ἀκούηται. ἡ ᾠδὴ τὴν ἀκοὴν καταστρέ φεται, ἡ ὄψις τὴν ὄψιν καταγωνίζεται. ἐκεῖθεν ὁ θῆλυς φθόγγος διὰ τῆς λελυμένης τῶν ᾠδῶν ἁρμονίας συνεισάγει ἑαυτῷ ἐπὶ τὴν καρδίαν τὰ πάθη, ἐντεῦθεν ἡ ὄψις οἷόν τι μηχάνημα πολεμικὸν τοῖς ὀφθαλμοῖς τοῦ ταῖς ᾠδαῖς προδια λυθέντος ἐμπίπτουσα τὴν ψυχὴν καταστρέφεται. στρατηγὸς δὲ τῆς παρατάξεως ταύτης ὁ οἶνος γίνεται, ὥσπερ τις πονηρὸς τοξότης διπλοῖς βέλεσι κατατοξεύων τὸν ἄνθρωπον ἐπί τε τὴν ἀκοὴν καὶ τὴν ὄψιν τὰς τῆς ἡδονῆς εὐθύνων ἀκίδας· βέλος γὰρ γίνεται τῆς μὲν ἀκοῆς ἡ ᾠδή, τῆς δὲ ὄψεως τὸ φαινόμενον. οὐ γὰρ ψιλὸν ὄνομα τῶν οἰνοχόων ἐστίν, ἀλλ' ἐκ τοῦ ἔργου πάντως ἡ ἐπωνυμία γίνεται. ὅταν τοίνυν 5.348 ἐγχέηται μὲν ἀφειδῶς τοῖς συμπόταις ὁ ἄκρατος, ὑπηρετῇ δὲ τῇ τοιαύτῃ διακονίᾳ νεότης εἰς κάλλος ἐξησκημένη ἢ παίδων διὰ τοῦ κόσμου θηλυνομένων ἢ καὶ αὐτοῦ τοῦ θήλεος γένους ἀναστρεφομένου τῷ συμποσίῳ καὶ ταῖς φιλοτησίαις τὸν ἀπρεπῆ φλογμὸν συνεγχέοντος, εἰς τί ποτε εἰκὸς τελευτῆσαι