1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

22

ἐστι, πρὸς δὲ τὸ ἐγγὺς εἶναι καὶ πιστεῦσαι, μέγα καὶ ἱκανὸν, καὶ πολλὴν ἔχει τὴν ἰσχύν. Ἄρα τοῦτο ἦν τὸ πολιτεύεσθαι. Οὐκ εἶπε, Κεχωρισμένοι, ἀλλ', Ἀπηλλοτριωμένοι τῆς πολιτείας. Οὐκ εἶπεν, Οὐ προσέχοντες, ἀλλ', Οὐδὲ μετέχοντες, καὶ Ξένοι. Πολλὴ τῶν ῥημάτων ἡ ἔμφασις, πολὺν δεικνῦσα τὸν χωρισμόν. Ἐπεὶ καὶ Ἰσραηλῖται τῆς πολιτείας ἦσαν ἐκτὸς, ἀλλ' οὐχ ὡς ἀλλότριοι, ἀλλ' ὡς ῥᾴθυμοι, καὶ τῶν διαθηκῶν ἐξέπεσον, ἀλλ' οὐχ ὡς ξένοι. Τίνες δὲ ἦσαν αἱ διαθῆκαι τῆς ἐπαγγελίας; Σοὶ καὶ τῷ σπέρματί σου δώσω, φησὶ, τὴν γῆν ταύτην, καὶ ὅσα ἕτερα ἐπηγγείλατο. Ἐλπίδα, φησὶ, μὴ ἔχοντες, καὶ ἄθεοι. Καίτοι θεοὺς προσεκύνουν, ἀλλ' οὐκ ἦσαν· οὐ γάρ ἐστί τι εἴδωλον. Νυνὶ δὲ ἐν Χριστῷ Ἰησοῦ, ὑμεῖς, οἱ ποτὲ ὄντες μακρὰν, ἐγγὺς ἐγενήθητε ἐν τῷ αἵματι τοῦ Χριστοῦ. Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἓν, ὁ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, τὴν ἔχθραν ἐν τῇ σαρκὶ αὑτοῦ. Τοῦτο οὖν ἐστι μέγα, φησὶ, τὸ ὅτι εἰς τὴν τῶν Ἰουδαίων πολιτείαν ἤλθομεν; Τί λέγεις; ἀνεκεφαλαιώσατο τὰ πάντα τὰ ἐν τοῖς οὐρανοῖς, καὶ τὰ ἐπὶ τῆς γῆς, καὶ νῦν περὶ Ἰσραηλιτῶν λέγεις; Ναὶ, φησίν. Ἐκεῖνα μὲν γὰρ τῇ πίστει χρὴ παραλαμβάνειν, ταῦτα δὲ καὶ τοῖς ἔργοις αὐτοῖς. Νυνὶ δὲ, φησὶν, ἐν Χριστῷ Ἰησοῦ, ὑμεῖς, οἱ ποτὲ ὄντες μακρὰν, ἐγγὺς ἐγενήθητε πρὸς τὴν πολιτείαν. Τὸ γὰρ, μακρὰν, καὶ τὸ, ἐγγὺς, προαιρέσεώς ἐστι μόνης. Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν ὁ ποιήσας τὰ ἀμφότερα ἕν. Τί ἐστι, Τὰ ἀμφότερα ἕν; Οὐ τοῦτο λέγει, ὅτι εἰς ἐκείνην τὴν εὐγένειαν ἡμᾶς ἤγαγεν, ἀλλ' ὅτι καὶ ἡμᾶς, κἀκείνους εἰς μείζονα· πλὴν ἡμῶν μείζων ἡ εὐεργεσία. Τοῖς μὲν γὰρ ἐπήγγελτο, καὶ ἐγγύτεροι ἦσαν, ἡμῖν δὲ οὐδὲ ἐπήγγελτο, καὶ ποῤῥωτέρω ἦμεν. ∆ιό φησι· Τὰ δὲ ἔθνη ὑπὲρ ἐλέους δοξάσαι τὸν Θεόν. Ἐπηγγείλατο μὲν γὰρ τοῖς Ἰσραηλίταις, ἀλλὰ ἀνάξιοι ἦσαν· ἡμῖν δὲ οὐδὲν ἐπηγγείλατο, ἀλλὰ καὶ ξένοι ἦμεν· οὐδὲν κοινὸν εἴχομεν πρὸς αὐτοὺς, καὶ ἐποίησεν ἡμᾶς ἓν, οὐχ ἡμᾶς ἐκείνοις συνάψας, ἀλλὰ καὶ ἐκείνους καὶ ἡμᾶς εἰς ἓν συνάψας. Ὑπόδειγμα δὲ ἐρῶ· Ὑποθώμεθα εἶναι ἀνδριάντας δύο, τὸν μὲν ἐξ ἀργύρου, τὸν δὲ ἐκ μολίβδου, εἶτα ἀμφοτέρους καταχωνευθέντας, ἀνελθεῖν χρυσοῦς τοὺς δύο. Ἰδοὺ 62.39 τοὺς δύο ἓν ἐποίησεν. Ἢ καὶ ἑτέρως· ἔστω ὁ μὲν δοῦλος, ὁ δὲ υἱοποίητος· ἀμφότεροι δὲ αὐτὸν προσκυνείτωσαν, ὁ μὲν ἀποκήρυκτος ὢν παῖς, ὁ δὲ δραπέτης, καὶ οὐδὲ ἐγνωκὼς τὸν πατέρα· εἶτα ἀμφότεροι γινέσθωσαν κληρονόμοι, καὶ γνήσιοι παῖδες. Ἰδοὺ εἰς μίαν ἤχθησαν τὴν τιμήν· οἱ δύο γεγόνασιν ἓν, ὁ μὲν πόῤῥωθεν ἐλθὼν, ὁ δὲ ἐγγύθεν, καὶ μᾶλλον ἢ πρὶν ἢ προσκροῦσαι γνησιώτερος. Τὸ μεσότοιχον, φησὶ, τοῦ φραγμοῦ λύσας. Ποῖόν ἐστι τὸ μεσότοιχον ἑρμηνεύει, Τὴν ἔχθραν ἐν τῇ σαρκὶ αὐτοῦ, λέγων. Τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι καταργήσας. Τινὲς μέν φασιν, ὅτι Ὁ νόμος μεσότοιχον· διὰ τοῦτο τὸν νόμον εἶπεν, ὅτι οὐκ ἠφίει τοὺς Ἰουδαίους πρὸς τοὺς Ἕλληνας ἀναμίγνυσθαι. Ἐμοὶ δὲ οὐ τοῦτο δοκεῖ· ἀλλὰ τὴν ἔχθραν ἐν τῇ σαρκὶ μεσότοιχον λέγει, τῷ κοινὸν εἶναι διάφραγμα ἀπὸ Θεοῦ διατειχίζον ἡμᾶς, καθὼς ὁ προφήτης φησίν· Οὐχὶ αἱ ἁμαρτίαι ὑμῶν διιστῶσιν ἀνὰ μέσον ὑμῶν καὶ ἐμοῦ; Καὶ εἰκότως· ὡς μεσότοιχον γὰρ ἦν ἔχθρα, ἣν καὶ πρὸς Ἰουδαίους εἶχε καὶ πρὸς Ἕλληνας. Τοῦ δὲ νόμου ὄντος, οὐ μόνον οὐκ ἐλύετο, ἀλλὰ καὶ ηὔξετο· Ὁ γὰρ νόμος, φησὶν, ὀργὴν κατεργάζεται. Ὥσπερ οὖν ἐκεῖ λέγων, Ὁ νόμος ὀργὴν κατεργάζεται, οὐκ αὐτῷ τὸ πᾶν ἐπιγράφει, ἀλλ', ἐπειδὴ παρέβημεν, προσυπακούεται· οὕτω καὶ ἐνταῦθα μεσότοιχον αὐτόν φησιν, ἐπειδὴ παρακουόμενος ἔχθραν ἐποίει. Φραγμὸς ὁ νόμος ἦν, ἀλλ' οὗτος ἐγένετο μὲν ἀσφαλείας ἕνεκεν· διὸ καὶ φραγμὸς ὠνόμαστο, ἵνα περιφράττῃ. Ἄκουε γὰρ πάλιν τοῦ προφήτου λέγοντος· Καὶ φραγμὸν αὐτῷ περιέθηκα· καὶ πάλιν, Καθεῖλες τὸν φραγμὸν αὐτῆς, καὶ τρυγῶσιν αὐτὴν πάντες οἱ παραπορευόμενοι τὴν ὁδόν. Οὐκοῦν τὴν ἀσφάλειάν φησι. Καὶ πάλιν, Καθελῶ τὸν φραγμὸν αὐτοῦ, καὶ ἔσται εἰς καταπάτημα· καὶ πάλιν, Νόμον εἰς βοήθειαν ἔδωκε, καὶ πάλιν, Ποιῶν ἐλεημοσύνην καὶ κρίσιν ὁ Κύριος ἐγνώρισε τὰ δικαιώματα αὐτοῦ τῷ Ἰσραήλ. Γέγονε δὲ μεσότοιχον, οὐκέτι αὐτοὺς ἐν ἀσφαλείᾳ καθιστῶν, ἀλλὰ χωρίζον