23
πέλας καὶ μὴ τὰ σὰ χείλη. ὅπερ ὁ τὰ πάντα περιεσκεμμένος μὴ συνειδὼς τὸ πλεῖστον τῆς συγγραφῆς ἐν ταῖς περὶ ἑαυτοῦ μεγαληγορίαις ἠσχόλησε. 1.1.126 Πάντα τοίνυν ἐγὼ τὰ τοιαῦτα παραδραμὼν τὰ τῆς δειλίας τοῦ διδασκάλου ἡμῶν ἔργα μετὰ ἀκριβείας ἐκθήσομαι. ἦν τοίνυν ὁ ἀντιτεταγμένος αὐτῷ πρὸς ἀντίπαλον τάξιν βασι λεὺς αὐτός, ὁ δὲ ὑπηρετῶν αὐτοῦ ταῖς ὁρμαῖς ὁ πάσης ἄρχων μετ' ἐκεῖνον τῆς βασιλείας, οἱ συνεργοῦντες δὲ πρὸς 1.1.127 τὴν τοιαύτην ἐπιθυμίαν οἱ περὶ αὐτὸν πάντες. προσκείσθω τούτοις καὶ ὁ καιρὸς εἰς ἀκριβεστέραν βάσανον καὶ ἐπίδειξιν τῆς γενναίας τοῦ ἀθλητοῦ πεποιθήσεως. τίς οὖν ἦν ὁ καιρός; ἐξήλαυνε μὲν τῆς Κωνσταντινουπόλεως ἐπὶ τὴν ἑῴαν ὁ βασιλεύς, ἄρτι τοῖς κατὰ τῶν βαρβάρων αὐτῷ κατορ θωθεῖσιν ἐπῃρμένος τὸ φρόνημα καὶ οὐδὲν ἀντιβαίνειν αὐτοῦ ταῖς ὁρμαῖς ἀξιῶν· προηγεῖτο δὲ αὐτοῦ τῆς πορείας ὁ ὕπαρχος ἀντ' ἄλλου τινὸς τῶν εἰς τὴν ἀρχὴν ἀναγκαίων τοῦτο προδιοικούμενος, τὸ μή τινα τῶν ἐπὶ τῆς πίστεως ὄντων μένειν ἐφέστιον, ἀλλὰ τούτους μὲν ἀπελαύνεσθαι πάντας πανταχόθεν, ἑτέρους δὲ ἀντ' ἐκείνων πάλιν αὐτο χειροτονήτους τινὰς ἐπὶ ὕβρει τῆς θείας οἰκονομίας εἰσ 1.1.128 άγεσθαι. μετὰ τοιαύτης οὖν γνώμης καθάπερ νέφους τινὸς χαλεποῦ τῆς δυναστείας ἐκ τῆς Προποντίδος κατὰ τῶν ἐκλησιῶν κινηθείσης καὶ τῆς μὲν Βιθυνίας ἀθρόως ἐρη μωθείσης, Γαλατίας δὲ σὺν πολλῇ τῇ ῥᾳστώνῃ παρασυρείσης καὶ πάντων αὐτοῖς κατὰ νοῦν διὰ μέσου κεχωρηκότων, 1.1.129 προὔκειτο ἤδη τῇ ἀκολουθίᾳ τοῦ κακοῦ τὸ ἡμέτερον. τί οὖν ὁ μέγας τότε Βασίλειος 20ὁ δειλός20, ὥς φησιν οὗτος, 20καὶ ἄτολμος καὶ ὑποπτήσσων τὰ φοβερὰ καὶ οἰκίσκῳ λανθάνοντι τὴν σωτηρίαν πιστεύων20; ἆρα κατεπλάγη τὴν τοῦ κακοῦ προσβολήν; ἆρα τὸ πάθος τῶν προεαλωκότων σύμβολον πρὸς τὴν ἀσφάλειαν τῶν καθ' ἑαυτὸν ἐποιήσατο; ἆρα κατεδέξατο τοὺς εἶξαι πρὸς ὀλίγον τῇ ῥύμῃ τοῦ κακοῦ συμβουλεύοντας μηδὲ εἰς προὖπτον κίνδυνον ἑαυτὸν ἐμβαλεῖν ἐπὶ ἀνθρώπων καταγυμνασθέντων τοῖς αἵμασιν; ἢ πᾶσα λόγων ὑπερβολὴ καὶ πᾶν ὕψος νοη μάτων τε καὶ ῥημάτων κάτω που τῆς ἀληθείας ἐλέγχεται; 1.1.130 πῶς γὰρ ἄν τις διεξέλθοι τῷ λόγῳ τὴν τοσαύτην τῶν φο βερῶν καταφρόνησιν; πῶς ἄν τις ὑπ' ὄψιν ἀγάγοι τὸν καινὸν ἐκεῖνον ἀγῶνα, ὃν οὔτε παρὰ ἀνθρώπων οὔτε πρὸς ἀνθρώπους εἰκότως ἄν τις συστῆναι φήσειεν, ἀλλ' ἀρετὴν καὶ παρρησίαν Χριστιανοῦ πρὸς δυναστείαν φονῶσαν ἀντα γωνίζεσθαι; 1.1.131 Ἐκάλει μὲν γὰρ πρὸς ἑαυτὸν προλαβὼν τὴν τοῦ βασι λέως ἐπιστασίαν ὁ ὕπαρχος ὁ καὶ ἄλλως οὖσαν φοβερὰν διὰ τὸ μέγεθος τὴν ἀρχὴν φοβερωτέραν τῇ ἀφειδίᾳ τῶν τιμωριῶν καταστήσας, καὶ μετὰ τὰς τραγῳδίας ἐκείνας, ἃς κατὰ Βιθυνῶν ἐξειργάσατο, Γαλατῶν ὑπὸ τῆς συνήθους εὐκολίας ἀκονιτὶ παραστάντων, ἕτοιμον ᾤετο καὶ τὸ καθ' 1.1.132 ἡμᾶς αὐτῷ πρὸς τὸ δοκοῦν ἀπαντήσεσθαι. τῆς δὲ τῶν ἔργων ἀποτομίας προοίμιον ὁ λόγος ἐγίνετο ἀπειλαῖς ὁμοῦ μεμιγμένος καὶ ὑποσχέσεσι, πεισθέντι μὲν τὴν ἐκ βασιλέως τιμὴν καὶ τὴν ἀρχὴν τῆς ἐκκλησίας προτείνων, ἐνισταμένῳ δὲ πάντα ὅσα πικρία ψυχῆς προσλαβοῦσα τὸ δύνασθαι κατ' ἐξουσίαν βουλεύεται. τὰ μὲν οὖν παρ' ἐκείνων τοιαῦτα. 1.1.133 ὁ δὲ ἡμέτερος τοσοῦτον ἀπέσχεν εἰς κατάπληξίν τινα διὰ τῶν ὁρωμένων ἢ λεγομένων ἐλθεῖν, ὥστε καθάπερ τις ἰατρὸς ἢ σύμβουλος ἀγαθὸς εἰς διόρθωσιν πλημμελημάτων παρα κληθεὶς καὶ ὑπὲρ τῶν προτετολμημένων αὐτοῖς μεταγινώσκειν ἐνεκελεύετο καὶ τὸ λοιπὸν παύσασθαι κατὰ τῶν δού λων τοῦ κυρίου φονῶντας· εἶναι γὰρ αὐτοῖς τῆς ἐπινοίας πλέον οὐδὲν ἐπὶ τῶν μόνην τὴν τοῦ θεοῦ βασιλείαν καὶ τὸ 1.1.134 ἀθάνατον κράτος θεραπευόντων. μηδὲ γὰρ δύνασθαι τοὺς κακοποιεῖν βουλομένους εὑρεῖν τι τοιοῦτον ὃ λυπήσει τὸν Χριστιανὸν ἢ ῥηθὲν ἢ γινόμενον. δήμευσις οὐχ ἅψεται, φησί, τοῦ μόνην κεκτημένου τὴν πίστιν· ὑπερορισμὸς οὐ φοβήσει τὸν πάσης τῆς γῆς μετὰ τῆς αὐτῆς γνώμης ἐπιβατεύοντα καὶ πᾶσαν μὲν ὡς ἀλλοτρίαν διὰ τὸ πρόσκαιρον τῆς ἐνοικήσεως, πᾶσαν δὲ πάλιν ὡς οἰκείαν διὰ τὸ ὁμό 1.1.135 δουλον τῆς κτίσεως βλέποντα. τὸ δὲ πληγὰς ἢ πόνους ἢ θάνατον ὑποστῆναι, ὅταν ὑπὲρ τῆς