1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

23

αὐτοὺς ἀπὸ τοῦ Θεοῦ. Τοιοῦτον γὰρ τὸ μεσότοιχον τὸ ἀπὸ τοῦ φραγμοῦ. Ποῖον δὲ τοῦτο δηλῶν, ἐπάγει, Τὴν ἔχθραν ἐν τῇ σαρκὶ αὐτοῦ. Τὸν νόμον τῶν ἐντολῶν καταργήσας. Πῶς; Σφραγίσας, καὶ λύσας ἐκεῖ τὴν ἔχθραν. Οὐ τούτῳ δὲ μόνον ἔλυσεν, ἀλλὰ καὶ τῷ φυλάξαι αὐτόν. Τί οὖν, εἰ τῆς προτέρας παραβάσεως ἀπηλλάγμεθα, πάλιν δὲ αὐτὸν ἀναγκαζόμεθα φυλάττειν; Πάλιν τὸ αὐτὸ ἦν· ἀλλὰ καὶ αὐτὸν ἔλυσε· Τὸν νόμον γὰρ τῶν ἐντολῶν, φησὶν, ἐν δόγμασι καταργήσας. Βαβαὶ τῆς φιλανθρωπίας· ἔδωκεν ἡμῖν νόμον, ἵνα φυλάττωμεν· ἐπεὶ δὲ οὐκ ἐφυλάξαμεν, δέον κολασθῆναι, ὁ δὲ καὶ τὸν νόμον κατέλυσεν· ὡς ἂν εἴ τις παιδίον παραδοὺς παιδαγωγῷ, ἐπειδὴ μὴ ὑπακούοι, καὶ τοῦ παιδαγωγοῦ ἐλεύθερον ποιήσειε, καὶ ἀπαγάγοι. Πόσης τοῦτο φιλανθρωπίας; Τί ἐστιν, Ἐν δόγμασι καταργήσας; Πολλὴν γὰρ ἐνταῦθα διαφοράν φησιν ἐντολῆς καὶ δογμάτων. Ἢ τὴν πίστιν οὖν φησι, δόγμα αὐτὴν καλῶν· ἀπὸ γὰρ πίστεως μόνης ἔσωσεν· ἢ τὴν παραγγελίαν, καθὼς ἔλεγεν ὁ Χριστός· Ἐγὼ δὲ λέγω ὑμῖν, μηδὲ ὀργισθῆναι ὅλως. Τουτέστιν, Ἐὰν πιστεύσῃς, ὅτι ὁ Θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, σωθήσῃ· Καὶ πάλιν, Ἐγγύς σου τὸ ῥῆμά ἐστιν ἐν τῷ στόματί σου, καὶ ἐν τῇ καρδίᾳ σου. 62.40 Μὴ εἴπῃς, Τίς ἀναβήσεται εἰς τὸν οὐρανὸν, ἢ τίς καταβήσεται εἰς τὴν ἄβυσσον, ἢ τίς αὐτὸν ἀνήγαγεν ἐκ νεκρῶν; Ἀντὶ βίου πίστιν εἰσήγαγεν. Ἵνα γὰρ μὴ εἰκῆ σώσῃ, καὶ αὐτὸς ἐκολάσθη, καὶ ἀπῄτησεν αὐτοὺς τὴν πίστιν διὰ δογμάτων. Ἵνα τοὺς δύο κτίσῃ ἐν ἑαυτῷ εἰς ἕνα καινὸν ἄνθρωπον. Ὁρᾷς οὐχὶ τὸν Ἕλληνα γενόμενον Ἰουδαῖον, ἀλλὰ καὶ τοῦτον κἀκεῖνον εἰς ἑτέραν κατάστασιν ἥκοντας; Οὐχ ἵνα τοῦτον ἕτερον ἐργάσηται, τὸν νόμον κατήργησεν, ἀλλ' ἵνα τοὺς δύο κτίσῃ. Καὶ καλῶς πανταχοῦ τῷ ὀνόματι κέχρηται τῷ, Κτίσῃ. Καὶ οὐκ εἶπε, Μεταβάλῃ, ἵνα δείξῃ τὸ ἐνεργὲς τοῦ γενομένου, καὶ ὅτι εἰ καὶ ὁρατὸν ἡ κτίσις, ἀλλ' ἐκείνης οὐκ ἐλάττων, καὶ ὅτι ὡς ἀπὸ φυσικῶν πραγμάτων ἀποπηδᾷν ἡμᾶς οὐ χρὴ λοιπόν. Ἵνα τοὺς δύο, φησὶ, κτίσῃ ἐν ἑαυτῷ· τουτέστι, δι' ἑαυτοῦ. Οὐκ ἄλλῳ τοῦτο ἐπέταξεν, ἀλλὰ αὐτὸς δι' ἑαυτοῦ καὶ τοῦτον κἀκεῖνον χωνεύσας, ἕνα ἀνήνεγκε θαυμαστὸν, αὐτὸς τοῦτο πρῶτον γενόμενος· ὅπερ τῆς προτέρας κτίσεώς ἐστι μεῖζον. Τοῦτο γάρ ἐστιν, Ἐν ἑαυτῷ, αὐτὸς πρῶτος τύπον παρασχὼν καὶ ὑπόδειγμα. Ἔνθεν γὰρ τὸν Ἰουδαῖον κατασχὼν, κἀκεῖθεν τὸν Ἕλληνα, καὶ μέσος αὐτὸς γενόμενος, καὶ συμμίξας αὐτοὺς, καὶ πᾶν αὐτῶν τὸ ἀπηλλοτριωμένον ἀφανίσας, ἀνέπλασεν ἄνωθεν διὰ πυρὸς καὶ ὕδατος· οὐκέτι δι' ὕδατος καὶ γῆς, ἀλλὰ δι' ὕδατος καὶ πυρός. Γέγονεν Ἰουδαῖος περιτμηθεὶς, γέγονεν ἐπικατάρατος, γέγονεν Ἕλλην ἐκτὸς νόμου, καὶ ὑπὲρ Ἕλληνας καὶ Ἰουδαίους. Εἰς ἕνα καινὸν ἄνθρωπον, φησί. Ποιῶν εἰρήνην αὐτοῖς· πρὸς τὸν Θεὸν, καὶ πρὸς ἀλλήλους. Οὐ γὰρ ἂν μένοντες καὶ Ἰουδαῖοι καὶ Ἕλληνες κατηλλάγησαν ἄν· μὴ ἀπαλλαγέντες δὲ τῆς οἰκείας καταστάσεως ἕκαστος, πῶς ἂν εἰς ἑτέραν μείζονα ἦλθον; Ὁ γὰρ Ἰουδαῖος τότε τῷ Ἕλληνι συνάπτεται, ὅταν πιστὸς γένηται· ὡς ἂν εἴ τινες, δύο οἰκημάτων ὄντων, κάτωθεν καὶ ἄνωθεν ἑνὸς θαυμαστοῦ καὶ μεγάλου, οὐκ ἂν δυνηθεῖεν ἀλλήλους ἰδεῖν, ἕως ἂν ἄνω γένωνται. Ποιῶν εἰρήνην· μᾶλλον πρὸς τὸν Θεόν· τὸ γὰρ ἑξῆς τοῦτο δηλοῖ. Τί γάρ φησι; Καὶ ἀποκαταλλάξῃ τοὺς ἀμφοτέρους ἐν ἑνὶ σώματι τῷ Θεῷ διὰ τοῦ σταυροῦ. Οὐκ εἶπε, Καταλλάξῃ, ἀλλ', Ἀποκαταλλάξῃ, δεικνὺς ὅτι πρὸ τούτου ἡ ἀνθρωπίνη φύσις εὐκατάλλακτος ἦν, οἷον ἐπὶ τῶν ἁγίων καὶ πρὸ τοῦ νόμου. Ἐν ἑνὶ σώματι, φησὶ, τῷ αὐτοῦ, τῷ Θεῷ. Πῶς τοῦτο γίνεται; Τὴν ὀφειλομένην δίκην αὐτὸς, φησὶν, ὑποστὰς διὰ τοῦ σταυροῦ. Ἀποκτείνας τὴν ἔχθραν ἐν αὐτῷ. Οὐδὲν κυριώτερον τούτων τῶν λέξεων, οὐδὲν ἐμφαντικώτερον. Ὁ θάνατος αὐτοῦ, φησὶ, τὴν ἔχθραν ἀπέκτεινεν, ἔτρωσε καὶ ἀπώλεσεν, οὐχ ἑτέρῳ ἐπιτάξας, οὐδ' ἐνεργήσας μόνον, ἀλλὰ καὶ παθών. Οὐκ εἶπε, Λύσας, οὐκ εἶπεν, Ἀνελὼν, ἀλλ', ὃ πάντων σφοδρότερον ἦν, Ἀποκτείνας, ὥστε μηκέτι αὐτὴν ἀναστῆναι. Πῶς οὖν ἀνίσταται; Ἀπὸ τῆς πολλῆς ἡμῶν κακίας. Ἕως γὰρ ἂν μένωμεν ἐν τῷ σώματι τοῦ Χριστοῦ, ἕως ἂν ὦμεν ἡνωμένοι, οὐκ ἀνίσταται, ἀλλὰ κεῖται νεκρά· μᾶλλον δὲ ἐκείνη οὐδέποτε