1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

24

μεμαρτυρημένοι ἀρχὴν ἔχοντος τότε καὶ συνισταμένου τοῦ βίου γενέσθαι μνημονεύονται, τὰ δὲ καθ' ἡμᾶς περὶ τέλος ἐλαύνειν. 1.9.4 διὸ τοῖς μὲν σπουδάζεσθαι τὴν τῶν διαδόχων ἐπίδοσιν εἰς πολυανθρωπίαν, αὔξοντος κατ' ἐκεῖνο καιροῦ καὶ πληθύοντος εἰς ἀκμήν τε προϊόντος τοῦ τῶν ἀνθρώπων γένους· ἡμῖν δὲ μὴ σφόδρα τι τοῦτο μέλειν, ὡς ἂν ἤδη τῶν πραγμάτων φθινόντων καὶ ἀποληγόντων ἐπὶ πέρας τε ἔσχατον ἐλαυνόντων, διαρρήδην τῆς τοῦ βίου συντελείας πρὸς τῆς εὐαγγελικῆς διδασκαλίας «ἐπὶ θύραις» ἐλαύνειν λεγομένης, ἀνανεώσεώς τε καὶ παλιγγενεσίας αἰῶνος ἑτέρου ὅσον οὔπω μέλλοντος ἐπιστήσεσθαι προκηρυττομένης. 1.9.5 Μία μὲν οὖν ἀπόδοσις αὕτη· δευτέρα δ' ἂν εἴη τοιαύτη. τοῖς μὲν παλαιοῖς ἀνειμένον καὶ ἐλεύθερον μετιοῦσι βίον οὐδὲν ἦν ἐμποδὼν οἴκου καὶ παίδων προΐστασθαι μετὰ τῆς περὶ τὸ θεῖον σχολῆς, αὐταῖς γαμεταῖς καὶ παισὶ καὶ οἴκοις θεοσεβεῖν ἀπερισπάστως δυναμένοις, καὶ μηδαμῶς ὑπὸ τῶν ἐκτὸς τῆς περὶ τὰ κρείττω προθέσεως ἀποσπωμένοις· τὰ δὲ καθ' ἡμᾶς μυρία τὰ ἐκτὸς καθέλκοντα καὶ εἰς ἀλλοκότους φροντίδας περισύροντα τῆς τε περὶ τὰ θεῷ ἀρεστὰ σπουδῆς ἀφιστάντα τυγχάνει. 1.9.6 τοῦτο γοῦν αἴτιον εἶναι τῆς τῶν γάμων συστολῆς παρίστησιν ὁ τῆς εὐαγγελικῆς διδασκαλίας λόγος, φάσκων· «τοῦτο δέ φημι, ἀδελφοί, ὁ καιρὸς συνεσταλμένος ἐστίν. τὸ λοιπὸν ἵνα καὶ οἱ ἔχοντες γυναῖκας ὡς μὴ ἔχοντες ὦσι καὶ οἱ κλαίοντες ὡς μὴ κλαίοντες, καὶ οἱ χαίροντες ὡς μὴ χαίροντες, καὶ οἱ ἀγοράζοντες ὡς μὴ κατέχοντες, καὶ οἱ χρώμενοι τῷ κόσμῳ τούτῳ ὡς μὴ καταχρώμενοι. παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου· θέλω δὲ ὑμᾶς ἀμερίμνους εἶναι· ὁ ἄγαμος μεριμνᾷ τὰ τοῦ κυρίου, πῶς ἀρέσῃ τῷ κυρίῳ· ὁ δὲ γαμήσας μεριμνᾷ τὰ τοῦ κόσμου, πῶς ἀρέσῃ τῇ γυναικί, καὶ μεμέρισται. 1.9.7 καὶ ἡ γυνὴ ἡ ἄγαμος καὶ ἡ παρθένος μεριμνᾷ τὰ τοῦ κυρίου, ἵνα ἀρέσῃ τῷ κυρίῳ, ἵνα ᾖ ἁγία καὶ τῷ σώματι καὶ τῷ πνεύματι, ἡ δὲ γαμήσασα μεριμνᾷ τὰ τοῦ κόσμου, πῶς ἀρέσῃ τῷ ἀνδρί. τοῦτο δὲ πρὸς τὸ ὑμῶν συμφέρον λέγω, οὐχ ἵνα βρόχον ὑμῖν ἐπιβάλω, ἀλλὰ πρὸς τὸ εὔσχημον καὶ εὐπάρεδρον τῷ κυρίῳ ἀπερισπάστως». 1.9.8 διαρρήδην γοῦν ἐν τούτοις τὸ αἴτιον τῆς ἀποχῆς τοῦ γάμου παρίστησιν, τὴν τῶν καιρῶν καὶ τῶν ἐκτὸς πραγμάτων ἀβελτερίαν ἐπιμεμψάμενος, ὧν οὐδὲν τοῖς παλαιοῖς προσέπιπτεν. Καὶ τρίτος δ' ἂν εἴη παρὰ ταῦτα λόγος, καθ' ὃν οἱ πάλαι θεοφιλεῖς παιδοποιίας πλείστην ἐποιοῦντο σπουδήν. 1.9.9 τῶν λοιπῶν ἀνθρώπων εἰς κακοτροπίαν ἐπιδόντων, εἰς ἀνήμερόν τε καὶ ἀπάνθρωπον καὶ θηριώδη βίον ἀποπεπτωκότων, εἴς τε ἀσεβῆ παντελῶς καὶ ἄθεον τρόπον ἀπωλισθηκότων, βραχεῖς σφόδρα καὶ ἀριθμῷ ληπτοὶ περιλειπόμενοι κατὰ τὰ πρόσθεν ἡμῖν εἰρημένα τοῦ τῶν πολλῶν ὑπεξίσταντο βίου καὶ τῆς κοινῆς τῶν λοιπῶν ἀνθρώπων συναναστροφῆς. 1.9.10 κεχωρισμένως δ' οὖν τῶν ἄλλων ἐθνῶν, καὶ κατὰ μόνας βιοῦντες, πολιτείαν ξένην καὶ βίον φιλόσοφον καὶ ὡς ἀληθῶς θεοσεβῆ καὶ τοῖς ἄλλοις ἀνθρώποις ἀνεπίμικτον συνίσταντο. 1.9.11 ἵν' οὖν καὶ τοῖς μετέπειτα τῆς οἰκείας θεοφοβίας ζώπυρον ἐξ αὐτῶν σπέρμα φυλάττοιτο, μηδ' ἐκλίποι καὶ ἀπόλοιτο ἅμα τῇ τῶν ἀνδρῶν τελευτῇ τὰ τῆς κατ' αὐτοὺς εὐσεβείας, εἰκότως παιδοποιίας καὶ παιδοτροφίας πρόνοιαν εἰσῆγον, ὡς ἂν διδάσκαλοι καὶ καθηγηταὶ γένοιντο τῶν ἰδίων παίδων, διαδόχους εὐσεβείας καὶ τῆς οἰκείας ἀρετῆς κληρονόμους τοῖς μετέπειτα καταλιπεῖν σπουδαῖον εἶναι ἡγούμενοι. 1.9.12 ἔνθεν μυρίοι προφῆται καὶ δίκαιοι ἄνδρες αὐτός θ' ὁ σωτὴρ καὶ κύριος ἡμῶν οἵ τε τούτου μαθηταὶ καὶ ἀπόστολοι ἐκ τῆς αὐτῶν διαδοχῆς ἀναπεφήνασιν. 1.9.13 εἰ δέ τινες καὶ φαῦλοι προῆλθον ἐξ αὐτῶν, ὡς ἅμα σίτῳ καλάμης ὑποφυείσης, ἀλλ' οὔπω τοὺς σπείραντας αἰτιατέον οὐδὲ τοὺς ἀναθρεψαμένους· ἐπεὶ καὶ τῶν τοῦ σωτῆρος μαθητῶν ἴσμεν τινὰς ἐξ αὐτεξουσίου παρατροπῆς ἀποσφαλέντας. 1.9.14 Ἡ μὲν οὖν αἰτία τῆς τῶν πάλαι θεοφιλῶν ἀνδρῶν παιδοποιίας ἀνείρηται, ἣν οὐκέτι ἐφ' ἡμῶν χώραν ἔχει λέγειν, ὅτε σὺν θεῷ διὰ τῆς τοῦ σωτῆρος ἡμῶν εὐαγγελικῆς