24
ἀληθείας ἐξῇ, μηδὲ γυναιξὶ τοῦτο φόβον παρέχειν, ἀλλ' εἶναι πᾶσι Χριστιανοῖς τὸν ἀνωτάτω τῆς εὐκληρίας ὅρον τὸ ὑπὲρ τῆς ἐλπίδος τι ταύτης τῶν ἀνηκέστων παθεῖν· λυπεῖσθαι δὲ μόνον ἔλεγεν ὅτι εἷς ἐστιν ἐν τῇ φύσει ὁ θάνατος καὶ οὐδεμίαν μηχανὴν ἐξευρίσκει πολλοῖς δυνηθῆναι θανάτοις τῆς ἀληθείας προ αγωνίσασθαι. 1.1.136 Οὕτω δὲ αὐτοῦ πρὸς τὰς ἀπειλὰς ἐκείνας ἑαυτὸν ἀντεπαίροντος καὶ πάντα τὸν ὄγκον τῆς δυναστείας ἐκείνης ἀντ' οὐδενὸς παραβλέποντος, ὥσπερ ἐπὶ σκηνῆς ἀθρόως ἐν ταῖς τῶν προσώπων ὑπαλλαγαῖς ἀνθ' ἑτέρων ἕτερα δείκνυται, τὸν αὐτὸν τρόπον καὶ ἡ πικρία τῶν ἀπειλῶν ἐξαίφνης εἰς κολακείαν μετεσκευάζετο καὶ μεταβαλὼν ὁ τέως βαρὺς καὶ καταπληκτικὸς τῷ φρονήματι τοὺς ἐπιεικεῖς τε καὶ ὑφειμένους τῶν λόγων Σὺ δέ, φησί, μὴ μικρὸν ποιοῦ βασιλέα τὸν μέγαν τῷ σῷ καταμιχθῆναι λαῷ, ἀλλὰ δέξαι κἀκείνου κληθῆναι διδάσκαλος μηδὲ ἀντιβῇς τῷ βουλήματι· βούλεται δὲ μικροῦ τινος τῶν ἐν τῇ πίστει γεγραμμένων ὑφαιρεθέν 1.1.137 τος, τῆς τοῦ ὁμοουσίου λέξεως, τοῦτο γενέσθαι. ἀλλὰ τὸ μὲν μετασχεῖν τῆς ἐκκλησίας τὸν βασιλέα τῶν μεγίστων εἶναι πάλιν ὁ διδάσκαλος ἀποκρίνεται. μέγα γάρ, φησί, τὸ ψυχὴν περισώσασθαι, οὐχ ὅτι βασιλέως, ἀλλ' ὅτι ὅλως ἀνθρώπου· τῆς δὲ πίστεως τοσοῦτον ἀπέχειν ὑφαίρεσιν ἢ προσθήκην ποιήσασθαι, ὡς μηδὲ τὴν τάξιν ἂν ὑπαλλάξαι 1.1.138 τῶν γεγραμμένων. ταῦτα 20ὁ δειλός τε καὶ ἄνανδρος. ὁ πρὸς τὸν ψόφον τῆς θύρας ἐπτοημένος20, πρὸς τὸν τοσοῦτον τῷ ἀξιώματι καὶ εἶπε τῷ λόγῳ καὶ διὰ τῶν ἔργων τὸ ῥηθὲν ἐπιστώσατο· ὃς τὴν τῶν ἐκκλησιῶν τότε καταστρο φὴν οἷόν τινα χειμάρρουν διὰ τῶν δυναστειῶν ῥέουσαν ἔστη σεν ἐν ἑαυτῷ καὶ ἀπέστρεψε, μόνος ἀρκέσας τῇ τοῦ κακοῦ προσβολῇ, καθάπερ τις ἐν θαλάσσῃ πέτρα μεγάλη καὶ ἄσειστος ἀντὶ κύματος πολλοῦ καὶ μεγάλου τὴν τῶν δεινῶν προσβολὴν ἐν ἑαυτῷ περιθρύψας. 1.1.139 Καὶ οὐ μέχρι τούτων ἔστη τὰ τῆς ἀγωνίας αὐτῷ, ἀλλ' ἐκδέχεται πάλιν ὁ βασιλεὺς τὴν πεῖραν αὐτός, ἀγανακτῶν ὅτι μὴ κατὰ τὴν πρώτην προσβολὴν τὰ καθ' ἡδονὴν κατ ειργάσατο. ὥσπερ τοίνυν διὰ τοῦ μαγείρου Ναβουζαρδὰν ἐπὶ τῶν Ἱεροσολύμων ποτὲ ὁ Ἀσσύριος τὴν τοῦ ναοῦ καθ-αίρεσιν τῶν Ἰσραηλιτῶν κατειργάσατο, οὕτω καὶ οὗτος ∆ημοσθένει τινὶ τῷ ἐπὶ τῶν ὄψων τεταγμένῳ καὶ τῶν μαγεί ρων ἄρχοντι ὡς ἰταμωτέρῳ τῶν ἄλλων τὴν τοιαύτην ὑπη ρεσίαν προστάξας κρατήσειν ᾤετο τοῦ παντὸς ἐγχειρήματος. 1.1.140 πάντα τοίνυν ἐκείνου διακυκῶντος καί τινος τῶν ἐκ τοῦ Ἰλλυρικοῦ θεομάχων πυκτίον ἔχοντος ἐν χερσὶ καὶ τοὺς ἐν τέλει πρὸς τοῦτο πάντας ἀθροίζοντος καὶ χαλεπώτερον τῆς προλαβούσης ὁρμῆς τοῦ Μοδέστου πάλιν τὴν ὀργὴν ἀναφλέ ξαντος, πάντες μὲν συνεκινοῦντο πρὸς τὴν τοῦ βασιλέως ὀργὴν συναγανακτοῦντες αὐτῷ χαλεπαίνοντι καὶ τῷ τῆς ἐξουσίας θυμῷ χαριζόμενοι, πάντες δὲ τῷ φόβῳ τῶν προσ 1.1.141 δοκωμένων προκατεβέβληντο. πάλιν γὰρ ἐκεῖνος ὁ ὕπαρ χος, πάλιν [φόβων] ἐπαναστάσεις τῶν προτέρων σφοδρότεραι καὶ τῶν ἀπειλῶν προσθῆκαι καὶ ὁ θυμὸς ἀκμαιότερος καὶ ἡ περὶ τὸ δικαστήριον τραγῳδία, κήρυκες εἰσαγωγεῖς ῥα βδοῦχοι κιγκλίδες παραπετάσματα, δι' ὧν εὐκόλως καὶ τὰ τῶν σφόδρα παρεσκευασμένων καταπτοεῖται φρονήματα· καὶ πάλιν ὁ ἀθλητὴς τοῦ θεοῦ τοῖς δευτέροις τῶν ἀγώνων καὶ 1.1.142 τὴν ἐπὶ τοῖς προλαβοῦσι δόξαν ὑπερβαλλόμενος. εἰ δὲ ζητεῖς τούτων τὰς ἀποδείξεις, εἰς αὐτὰ βλέπε τὰ πράγ ματα. ποῖον γὰρ οὐκ ἐπενείματο τόπον τῶν ἐκκλησιῶν ἡ τηνικαῦτα καταστροφή; ποῖον ἔμεινεν ἔθνος τῆς τῶν αἱρετικῶν ἐπιστασίας ἀπείρατον; τίς τῶν κατὰ τὰς ἐκκλη σίας εὐδοκιμούντων οὐκ ἀπεσείσθη τῶν πόνων; ποῖος διέ 1.1.143 φυγε λαὸς τὴν τοιαύτην ἐπήρειαν; οὐ Συρία πᾶσα καὶ τῶν ποταμῶν ἡ μέση μέχρι τῶν πρὸς τοὺς βαρβάρους ὅρων, οὐ Φοινίκη καὶ Παλαιστίνη καὶ Ἀραβία καὶ Αἴγυπτος καὶ τὰ ἔθνη τῆς Λιβύης ἕως τοῦ τέρματος τῆς καθ' ἡμᾶς οἰκου μένης, οὐ τὰ ἐπὶ τάδε πάντα, Ποντικοὶ καὶ Κίλικες Λύκιοι Λυδοὶ Πισίδαι Πάμφυλοι Κᾶρες Ἑλλησπόντιοι νησιῶται μέχρι τῆς Προποντίδος αὐτῆς, οὐ τὰ ἐπὶ Θρᾴκης πάντα ἕως ἦν ἡ Θρᾴκη καὶ τὰ περὶ αὐτὴν ἔθνη ἕως πρὸς τὸν Ἴστρον