1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

24

ἀνίσταται· ἂν δὲ ἑτέραν τέκωμεν, οὐκέτι παρὰ τὸν τὴν προτέραν ἀνελόντα καὶ ἀπολέσαντα· σὺ δὴ ὠδίνεις ἑτέραν. Τὸ γὰρ φρόνημα τῆς σαρκὸς, φησὶν, ἔχθρα εἰς Θεόν. Ἂν μηδὲν φρονῶμεν σαρ 62.41 κικὸν, οὐ τεχθήσεται ἑτέρα, ἀλλὰ μενεῖ ἡ εἰρήνη ἐκείνη. Ἐννόησον γὰρ ὅσον ἐστὶ κακὸν, τοσαῦτα τοῦ Θεοῦ πραγματευσαμένου, ἵνα καταλλαγῶμεν, καὶ ἀνύσαντος, πάλιν ἡμᾶς εἰς ἔχθραν ἐπανελθεῖν. Ταύτην οὐκέτι λουτρὸν, ἀλλ' ἡ γέεννα μένει, οὐκέτι ἄφεσις, ἀλλ' ἐξέτασις. Φρόνημα τῆς σαρκὸς, τρυφὴ, σπατάλη· φρόνημα τῆς σαρκὸς, πλεονεξία καὶ πᾶσα ἁμαρτία. ∆ιὰ τί φρόνημα σαρκὸς εἴρηται; καίτοι γε οὐδὲν ἄνευ ψυχῆς εἰργάσατο ἄν. Οὐ διαβάλλων τὴν σάρκα λέγει, ἐπεὶ καὶ ὅταν λέγῃ, Ψυχικὸς ἄνθρωπος, οὐ διαβάλλων τὴν ψυχὴν τοῦτό φησιν, ἀλλ' ὅτι οὐκ ἀρκεῖ οὔτε σῶμα, οὔτε ψυχὴ καθ' ἑαυτὴν, μὴ τῆς ἄνωθεν ῥοπῆς ἀπολαύουσα, ποιῆσαί τι γενναῖον καὶ μέγα. ∆ιὰ τοῦτο ψυχικὰ ἐκεῖνα καλεῖ, ἃ καθ' ἑαυτὴν ἡ ψυχὴ ἐργάζεται· καὶ σαρκικὰ ἐκεῖνα καλεῖ, ἃ καθ' ἑαυτὸ τὸ σῶμα· οὐκ ἐπειδὴ ταῦτα φυσικὰ, ἀλλ' ἐπειδὴ μὴ ἀπολαύσαντα προστασίας τῆς ἐκεῖθεν, ἀπόλλυται. Ἐπεὶ καὶ οἱ ὀφθαλμοὶ καλοὶ, ἀλλ' ἄνευ φωτὸς μυρία ἐργάζονται κακά· τοῦτο δὲ τῆς ἀσθενείας αὐτῶν ἐστιν, οὐ τῆς φύσεως. Εἰ δὲ φυσικὰ ἦν τὰ κακὰ, οὐκ ἂν αὐτοῖς ποτε εἰς δέον ἐχρησάμεθα· οὐδὲν γάρ ἐστι φυσικὸν κακόν. Τί οὖν ἐστι σαρκικὰ φρονήματα; Αἱ ἁμαρτίαι. Ὅταν γὰρ αὕτη κρατήσῃ τοῦ ἡνιόχου μετεωρισθεῖσα, μυρία τίκτει δεινά. Ἀρετὴ γὰρ σαρκὸς τὸ ὑποτετάχθαι τῇ ψυχῇ, κακία δὲ τὸ ἄρχειν ψυχῆς. Ὥσπερ οὖν ὁ ἵππος καλὸς μὲν καὶ εὐσκελὴς, ἀλλ' οὐκ ἄνευ ἡνιόχου τοῦτο δείκνυται· οὕτω καὶ ἡ σὰρξ τότε ἔσται καλὴ, ὅταν αὐτῆς τὰ σκιρτήματα περικόψωμεν. Ἀλλ' οὐδὲ ἡνίοχος δείκνυται ἄνευ ἐπιστήμης· καὶ γὰρ καὶ αὐτὸς ἐκείνων δεινότερα ἄνευ ἐπιστήμης ἐργάζεται. Ὥστε πανταχόθεν ἐφεστάναι χρή· τὸ πνεῦμα, τοῦτο ἐφεστὸς, τὸν ἡνίοχον ἰσχυρότερον ποιεῖ· τοῦτο καὶ τὴν ψυχὴν καὶ τὸ σῶμα καλλωπίζει. Καθάπερ γὰρ ἡ ψυχὴ ἐνοῦσα μὲν αὐτῷ, καλὸν αὐτὸ δείκνυσιν, ὅταν δὲ αὐτὸ ἐρημώσῃ τῆς οἰκείας ἐνεργείας καὶ ἀποστῇ, καθάπερ ζωγράφου τινὸς τὰ χρώματα συγχέοντος, εἰδέχθεια γίνεται πολλὴ, πρὸς τὴν φθορὰν ἐπειγομένου τῶν μερῶν ἑκάστου καὶ τὴν ἀνάλυσιν· οὕτω καὶ τὸ πνεῦμα ὅταν ἔρημον καταλίπῃ καὶ τὸ σῶμα καὶ τὴν ψυχὴν, χείρων γίνεται καὶ μείζων ἡ εἰδέχθεια. Μὴ τοίνυν, ἐπειδὴ τῆς ψυχῆς ἔλαττον τὸ σῶμα, κάκιζε τοῦτο. Οὐδὲ γὰρ ἐγὼ τὴν ψυχὴν κακίζειν ἀνέχομαι, ἐπειδὴ τοῦ πνεύματος οὐδὲν ἰσχύει χωρίς. Εἰ δὲ χρή τι εἰπεῖν, μείζονός ἐστι κατηγορίας ἀξία ἡ ψυχή. Τὸ μὲν γὰρ σῶμα οὐδὲν ἄνευ τῆς ψυχῆς ἐργάσαιτο ἂν 62.42 δεινὸν, ἡ δὲ ψυχὴ πολλὰ χωρὶς τοῦ σώματος· καὶ γὰρ καὶ τηκομένου τούτου, καὶ οὐ σκιρτῶντος, πολλὰ ἐργάζεται ἐκείνη· καθάπερ οἱ γόητες ἐκεῖνοι, οἱ μάγοι, οἱ φθονοῦντες, οἱ φαρμακοὶ, μάλιστα τήκουσιν αὐτό. Ἄλλως δὲ οὐδὲ ἡ τρυφὴ τῆς τοῦ σώματος ἀνάγκης ἐστὶν, ἀλλὰ τῆς ἀπροσεξίας τῆς ψυχῆς· ἡ γὰρ τροφὴ, οὐχὶ ἡ τρυφὴ, τῆς τοῦ σώματος ἀνάγκης. Ἐὰν γὰρ θελήσω σφοδρὸν καθεῖναι χαλινὸν, ἐπεστόμισα τὸν ἵππον· τὸ δὲ σῶμα τὴν ψυχὴν καταστέλλειν οὐ δύναται ἐν τοῖς αὐτῆς κακοῖς. Τίνος οὖν ἕνεκεν φρόνημα αὐτὸ σαρκὸς καλεῖ; Ὅτι τῆς σαρκὸς ὅλον γίνεται. Ὅταν γὰρ αὕτη κρατήσῃ, τότε ἥμαρτεν, ὅταν ἀφέληται τὸν νοῦν καὶ τὴν ἀρχὴν τῆς ψυχῆς. Οὐκοῦν ἐν τούτῳ ἡ ἀρετὴ τοῦ σώματος, ἐν τῷ εἴκειν τῇ ψυχῇ, ἐπεὶ καθ' ἑαυτὴν οὔτε καλὴ οὔτε κακή. Τί γὰρ ἂν ἐργάσαιτο τὸ σῶμα καθ' ἑαυτό; Ὥστε τῇ συναφείᾳ καλὸν τὸ σῶμα, καλὸν διὰ τὴν ὑποταγὴν, ἐπεὶ καθ' ἑαυτὸ οὔτε καλὸν, οὔτε κακὸν, καὶ πρὸς τοῦτο δὲ, καὶ πρὸς ἐκεῖνο ἐπιτήδειον, εἰς ἑκάτερα τὴν ῥοπὴν ἔχον. Τὸ σῶμα ἐπιθυμεῖ, ἀλλ' οὐ πορνείας οὐδὲ μοιχείας, ἀλλὰ μίξεως· τὸ σῶμα ἐπιθυμεῖ, οὐ τρυφῆς, ἀλλὰ τροφῆς, οὐ μέθης, ἀλλὰ ποτοῦ. Ὅτι γὰρ οὐχ ἡ μέθη τοῦ σώματός ἐστιν ἐπιθυμία, σκόπει πῶς· οὐκ ἀντέχει λοιπὸν, ὅταν ὑπερβῇς τὸ μέτρον, ὅταν τὰ ὅρια νικήσῃς τὰ τοῦ σώματος· ἐπεὶ τὰ ἄλλα πάντα τῆς ψυχῆς ἐστιν, οἷον ὅταν εἰς σαρκικὰ καταφέρηται, ὅταν παχεῖα γένηται. Εἰ γὰρ καὶ καλὸν τὸ σῶμα, ἀλλὰ σφόδρα ἧττον τῆς ψυχῆς. Ὥσπερ οὖν