25
διδασκαλίας μυρία ἔθνη καὶ λαοὺς κατά τε πόλεις καὶ χώρας καὶ ἀγροὺς πάρεστιν ἡμῖν ὀφθαλμοῖς ὁρᾶν σπεύδοντα κατὰ τὸ αὐτό, καὶ συντρέχοντα ἐπὶ τὴν κατὰ θεὸν μάθησιν τῆς εὐαγγελικῆς διδασκαλίας· οἷς ἀγαπητὸν δύνασθαι ἐξαρκεῖν τοὺς διδασκάλους καὶ κήρυκας τοῦ τῆς θεοσεβείας λόγου, πάντων ἀπολελυμένους τῶν τοῦ βίου δεσμῶν καὶ τῶν πολυμερίμνων φροντίδων. 1.9.15 μάλιστα δ' οὖν τούτοις ἀναγκαίως τὰ νῦν διὰ τὴν περὶ τὰ κρείττω σχολὴν ἡ τῶν γάμων ἀναχώρησις σπουδάζεται, ἅτε περὶ τὴν ἔνθεον καὶ ἄσαρκον παιδοποιίαν ἀσχολουμένοις, οὐχ ἑνὸς οὐδὲ δυεῖν παίδων ἀλλ' ἀθρόως μυρίου πλήθους τὴν παιδοτροφίαν καὶ τὴν κατὰ θεὸν παίδευσιν τῆς τε ἄλλης ἀγωγῆς τοῦ βίου τὴν ἐπιμέλειαν ἀναδεδεγμένοις. 1.9.16 Ἐπὶ τούτοις ἅπασιν εἴ τις ἀκριβῶς ἐξετάζοι τοὺς τῶν παλαιῶν βίους, περὶ ὧν τὸν λόγον ποιούμεθα, γνοίη ἂν αὐτοὺς ἐν ἀρχαῖς μὲν τῆς ἡλικίας παιδοποιουμένους, θᾶττον δὲ ἀνασχόντας καὶ ἀποπεπαυμένους. γέγραπται γὰρ ὅτι «εὐηρέστησεν Ἐνὼχ τῷ θεῷ μετὰ τὸ γεννῆσαι τὸν Μαθουσαλά»· ἀκριβῶς οὕτω τῆς γραφῆς μετὰ τὴν τοῦ παιδὸς γέννησιν εὐηρεστηκέναι τῷ θεῷ τὸν δηλούμενον ἱστορούσης, καὶ οὐκέτι ἐξ ἐκείνου παῖδας αὐτῷ γενέσθαι μαρτυρούσης. 1.9.17 καὶ Νῶε δὲ ἄνθρωπος δίκαιος μετὰ τὴν τῶν παίδων γένεσιν μόνος σὺν τοῖς οἰκείοις ἐν τῇ τῶν ἐπὶ γῆς ἁπάντων φθορᾷ διασωθείς, πλείστοις μετὰ ταῦτα ἐπιβιοὺς ἔτεσιν, οὐδαμῶς εἰσάγεται παῖδας κτησάμενος. λέγεται δὲ καὶ ὁ Ἰσαὰκ ἐκ μιᾶς γαμετῆς διδύμου γονῆς πατὴρ γεγονὼς μέχρι τούτου στῆσαι τὴν πρὸς γαμετὴν ὁμιλίαν. καὶ ὁ Ἰωσήφ, καὶ ταῦτα παρ' Αἰγυπτίοις τὰς διατριβὰς πεποιημένος, οὐ πλείω δύο παίδων κατέστη πατήρ, μίαν τὴν τούτων μητέρα ἀγόμενος. 1.9.18 καὶ αὐτός γε Μωσῆς ὅ τε τούτου ἀδελφὸς Ἀαρὼν πρὸ μὲν τῆς τοῦ θεοῦ ἐπιφανείας ἱστοροῦνται παιδοπεποιημένοι, μετὰ δὲ τοὺς θείους χρησμοὺς οὐκέτι ἔστιν αὐτοῖς παῖδας εὑρεῖν γεγενημένους. 1.9.19 τί χρὴ λέγειν περὶ Μελχισεδέκ; οὗ καθάπαξ οὐ παῖς, οὐ γένος, οὐ διαδοχὴ φέρεται, οὐδ' Ἰησοῦ τοῦ Μωσέως διαδόχου, οὐδὲ πλείστων ἄλλων προφητῶν. 1.9.20 Ζητουμένης δὲ τῆς κατὰ τὸν Ἀβραὰμ καὶ Ἰακὼβ παιδοποιίας, ἐν ἑτέροις τὸν λόγον σχολαίτερον ἀποδεδώκαμεν, ἐν οἷς περὶ τῆς τῶν πάλαι θεοφιλῶν ἀνδρῶν πολυγαμίας τε καὶ πολυπαιδίας διειλήφαμεν, ἐφ' ἃ καὶ νῦν τοὺς φιλομαθεῖς ἀναπέμπομεν, τοσοῦτον ἐπισημηνάμενοι, ὅτι καὶ κατὰ τοὺς τῆς καινῆς διαθήκης νόμους οὐ πάμπαν ἀπηγόρευται τὰ τῆς παιδοποιίας, ἀλλὰ κἀν τούτῳ τὰ παραπλήσια τοῖς πάλαι θεοφιλέσιν διατέτακται. χρῆναι γάρ φησιν ὁ λόγος τὸν ἐπίσκοπον γεγονέναι «μιᾶς γυναικὸς ἄνδρα». 1.9.21 πλὴν ἀλλὰ τοῖς ἱερωμένοις καὶ περὶ τὴν τοῦ θεοῦ θεραπείαν ἀσχολουμένοις ἀνέχειν λοιπὸν σφᾶς αὐτοὺς προσήκει τῆς γαμικῆς ὁμιλίας· ὅσοι δὲ μὴ τῆς τοσαύτης ἠξίωνται ἱερουργίας, τούτοις ὁ λόγος καθυφίησιν μονονουχὶ διαρρήδην ἅπασιν κηρύττων, ὅτι δὴ «τίμιος ὁ γάμος καὶ ἡ κοίτη ἀμίαντος, πόρνους δὲ καὶ μοιχοὺς κρινεῖ ὁ θεός». ταῦτα μὲν οὖν εἰς τὴν πρώτην ἡμῖν εἰρήσθω πρότασιν. 1.10.1 Περὶ δὲ τοῦ μὴ ζῳοθυτεῖν ἡμᾶς τῷ ἐπὶ πάντων θεῷ, τῶν πάλαι θεοφιλῶν ἀνδρῶν, ὧν δὴ φαμὲν κατὰ ζῆλον θεοσεβείας, τοῦτο πεποιηκότων, οὗτος ἐξ ἡμῶν ἀποδοθείη ἂν ὁ λόγος. οὐχ ὥσπερ Ἕλλησιν ἐνομίζετο, καὶ τοῖς Ἑβραίων ἱεροῖς λόγοις ταὐτὰ δοκεῖ περὶ τῆς τῶν πάλαι καὶ πρώτων ἀνδρῶν θεραπείας τοῦ θείου. 1.10.2 οἱ μὲν ἔφασαν μὴ θύειν τοὺς προτέρους μηδὲν ὁτιοῦν τῶν ζῴων μηδὲ θυμιᾶν τοῖς θεοῖς, ἀλλ' ἡλίῳ μὲν καὶ τοῖς κατ' οὐρανὸν ἄστροις χλόην καὶ «οἱονεί τινα τῆς γονίμου φύσεως χνοῦν ταῖς χερσὶν ἀραμένους» πόαν τε καὶ φύλλα καὶ ῥίζας κατακαίειν πυρί· πόρρω δὲ παρανομίας ἐλαύνοντας τοὺς μετὰ ταῦτα ἀνθρώπους αἱμάξαι τοὺς βωμοὺς ζῴων σφαγαῖς, εἶναι δὲ ταύτην ἀνόσιον καὶ ἄδικον καὶ οὐδαμῶς θεῷ προσφιλῆ θυσίαν· μηδὲν γὰρ τῆς τῶν ἀνθρώπων λογικῆς ψυχῆς τὴν τῶν ἀλόγων διαφέρειν· διὸ καὶ φόνου δίκην ὑπέχειν ἄξιον τοὺς ζῳοθυτοῦντας ἔφασκον, ὡς τῆς αὐτῆς καὶ ὁμοίας ἔν τε ἀνθρώπῳ καὶ ἐν τῷ ἀλόγῳ ζῴῳ ψυχῆς