25
αὐτόν· τί τῶν πάντων ἐπὶ σχήματος ἔμεινε, πλὴν εἰ μή τι προκατείχετο τῷ τοιούτῳ κακῷ; ἀλλὰ μόνος ἐκ πάντων ὁ Καππαδόκειος λαὸς τῆς κοινῆς τῶν ἐκκλησιῶν συμφορᾶς οὐκ ἐπῄσθετο, ὃν ὁ μέγας πρόμαχος ἡμῶν ἐπὶ τῶν πειρασμῶν διεσώσατο. 1.1.144 Ταῦτα τὰ 20τῆς δειλίας20 τοῦ διδασκάλου ἡμῶν ἀπο τελέσματα· ταῦτα τοῦ 20κατεπτηχότος τοὺς τραχυτέ ρους τῶν πόνων20 τὰ κατορθώματα, οὐκ ἐν γραϊδίοις δυστήνοις εὐδοκιμοῦντος οὐδὲ ἀπατᾶν γυναικάρια πρὸς πᾶσαν ἀπάτην εὐκόλως ἔχοντα μελετῶντος οὐδὲ ὑπὸ τῶν κατε γνωσμένων καὶ κατεφθαρμένων θαυμάζεσθαι μέγα κρί νοντος, ἀλλὰ διὰ τῶν ἔργων δείξαντος τὴν ἰσχὺν τῆς ψυχῆς καὶ τὸ ἄτρεπτον καὶ ἀνδρεῖον καὶ γεννικὸν τοῦ φρονήματος. 1.1.145 οὗ τὸ κατόρθωμα σωτηρία μὲν τῆς πατρίδος ἁπάσης, εἰρήνη δὲ τῆς καθ' ἡμᾶς ἐκκλησίας, ὑπόδειγμα δὲ παντὸς ἀγαθοῦ τοῖς κατ' ἀρετὴν ζῶσιν, ἀνατροπὴ τῶν ἐναντίων, συνηγορία τῆς πίστεως, ἀσφάλεια τῶν ἀσθενεστέρων, βε βαίωσις τῶν προθυμοτέρων, πάντα ὅσα τῆς κρείττονος 1.1.146 μοίρας εἶναι πεπίστευται. ἐπὶ τούτων μόνων τῶν διηγημάτων ἀκοή τε καὶ ὄψις [ἐπὶ] τῶν πραγμάτων συμβαίνουσι· ταὐτὸν γάρ ἐστι λόγῳ τε τὰ καλὰ διηγήσασθαι καὶ ἔργῳ δεῖξαι τὴν μαρτυρίαν τῶν λόγων καὶ ἀμφότερα δι' ἀλλή λων πιστώσασθαι, τήν τε μνήμην ἀπὸ τῶν φαινομένων καὶ τὰ πράγματα διὰ τῶν λεγομένων. 1.1.147 Ἀλλὰ γὰρ οὐκ οἶδ' ὅπως τοσοῦτον ἔξω τῶν προκει μένων παρηνέχθη ὁ λόγος πρὸς ἕκαστον τῶν ἐφ' ὕβρει ῥη θέντων παρὰ τοῦ συκοφάντου ἐπιστρεφόμενος. καίτοι τῷ Εὐνομίῳ κέρδος οὐ μικρὸν ἡ περὶ τὰ τοιαῦτα τοῦ λόγου διατριβὴ ἐν τῇ τῶν ἀνθρωπίνων ἀδικημάτων κατηγορίᾳ τοῖς 1.1.148 κυριωτέροις προσβῆναι κωλυομένου. ὥσπερ οὖν τὸν ἐπὶ φόνῳ κρινόμενον ὑπὲρ τῆς ἐν ῥήμασι προπετείας κακίζειν τῶν ἀχρήστων ἐστίν (ἀρκεῖ γὰρ ὁ φόνος ἀπελεγχθεὶς τὴν τοῦ θανάτου ψῆφον ἐπενεγκεῖν, κἂν μηδεμία προπέτεια λόγων τῷ μιαιφόνῳ συναπελέγχηται), οὕτω μοι καλῶς ἔχειν δοκεῖ μόνην αὐτοῦ τὴν ἀσέβειαν εἰς ἔλεγχον ἀγαγεῖν, τὰς δὲ καθ' ἡμῶν λοιδορίας χαίρειν ἐᾶσαι. δῆλον γὰρ ὅτι περὶ τὰ μέγιστα καὶ κυριώτατα τῆς πονηρίας φωραθείσης καὶ τὰ λοιπὰ πάντα τῇ δυνάμει συναπελέγχεται, κἂν μὴ τοῖς 1.1.149 καθ' ἕκαστον ἀκριβῶς ἐπεξίωμεν. ἔστι τοίνυν τὸ κεφά λαιον τῶν παρ' αὐτοῦ κατασκευαζομένων βλασφημία μὲν εἰς τὸ δόγμα τῆς εὐσεβείας ἔν τε τῷ προάγοντι λόγῳ καὶ ἐν τῷ νῦν παρ' ἡμῶν εὐθυνομένῳ, σπουδὴ δὲ πᾶσα καθε λεῖν καὶ παραγράψασθαι καὶ ἀνατρέψαι παντελῶς τὰς περὶ τοῦ μονογενοῦς θεοῦ καὶ τὰς περὶ τοῦ ἁγίου πνεύματος 1.1.150 εὐσεβεῖς ὑπολήψεις. ὡς ἂν οὖν μάλιστα ψευδὴς καὶ ἀσύ στατος ἐπιδειχθείη ἡ κατὰ τῶν δογμάτων τῆς ἀληθείας κατασκευή, πρῶτον μὲν ἐπὶ λέξεως αὐτοῦ τὴν περὶ τούτων παραθήσομαι ῥῆσιν, ἔπειτα δὲ πάλιν ἐπελεύσομαι τοῖς εἰρη μένοις, ἕκαστον αὐτῶν ἐξετάζων χωρίς. 1.1.151 20Πᾶς ὁ τῶν καθ' ἡμᾶς δογμάτων συμπλη ροῦται λόγος ἔκ τε τῆς ἀνωτάτω καὶ κυριωτά της οὐσίας καὶ ἐκ τῆς δι' ἐκείνην μὲν οὔσης μετ' ἐκείνην δὲ πάντων τῶν ἄλλων πρωτευού σης καὶ τρίτης γε τῆς μηδεμιᾷ μὲν τούτων συν ταττομένης, ἀλλὰ τῇ μὲν διὰ τὴν αἰτίαν, τῇ δὲ διὰ τὴν ἐνέργειαν καθ' ἣν γέγονεν ὑποταττο μένης, συμπεριλαμβανομένων δηλαδὴ πρὸς τὴν τοῦ παντὸς λόγου συμπλήρωσιν καὶ τῶν ταῖς οὐσίαις παρεπομένων ἐνεργειῶν καὶ τῶν ταύταις 1.1.152 προσφυῶν ὀνομάτων. πάλιν δ' αὖ ἑκάστης τούτων οὐσίας εἰλικρινῶς ἁπλῆς καὶ πάντη μιᾶς οὔσης τε καὶ νοουμένης κατὰ τὴν ἰδίαν ἀξίαν, συμπε ριγραφομένων δὲ τοῖς ἔργοις τῶν ἐνεργειῶν, καὶ τῶν ἔργων ταῖς τῶν ἐργασαμένων ἐνεργείαις παραμετρουμένων, ἀνάγκη δήπου πᾶσα καὶ τὰς ἑκάστῃ τῶν οὐσιῶν ἑπομένας ἐνεργείας ἐλάττους τε καὶ μείζους εἶναι, καὶ τὰς μὲν πρώτην τὰς δὲ δευτέραν ἐπέχειν τάξιν, συνόλως τε εἰπεῖν πρὸς τοσαύτην ἐξικνεῖσθαι διαφοράν, πρὸς ὁπό 1.1.153 σην ἂν ἐξικνῆται τὰ ἔργα· ἐπεὶ μηδὲ θεμιτὸν τὴν αὐτὴν ἐνέργειαν εἰπεῖν καθ' ἣν τοὺς ἀγγέλους ἐποίησεν ἢ τοὺς ἀστέρας καὶ τὸν οὐρανὸν ἢ τὸν ἄνθρωπον, ἀλλ' ὅσῳ τὰ ἔργα τῶν ἔργων πρεσβύ τερα καὶ τιμιώτερα, τοσούτῳ καὶ