26
ἐνυπαρχούσης. 1.10.3 Ἀλλ' ὁ μὲν τῶν Ἑλλήνων περὶ τῶν παλαιῶν λόγος τοιόσδε τις ἦν· ὁ δέ γε τῆς Ἑβραίων γραφῆς οὐ τοιοῦτος. τοὺς γάρ τοι πρώτους εὐθὺς γενομένους ἀνθρώπους ἅμα τῇ πρώτῃ συστάσει τοῦ βίου θυσίαις ταῖς ἀπὸ ζῴων τιμῆσαι τὸ θεῖον ἱστορεῖ. 1.10.4 λέγει δ' οὖν· «καὶ ἐγένετο μεθ' ἡμέρας ἤνεγκε Κάϊν ἀπὸ τῶν καρπῶν τῆς γῆς θυσίαν τῷ κυρίῳ· καὶ Ἄβελ ἤνεγκε καὶ αὐτὸς ἀπὸ τῶν πρωτοτόκων τῶν προβάτων αὐτοῦ. καὶ ἐπεῖδεν ὁ θεὸς ἐπὶ Ἄβελ καὶ ἐπὶ τοῖς δώροις αὐτοῦ· ἐπὶ δὲ Κάϊν καὶ ταῖς θυσίαις αὐτοῦ οὐ προσέσχεν». 1.10.5 ἔνθα δὴ ἐπιστήσεις ὡς μᾶλλον ὁ ζῳοθυτήσας ἀπόδεκτος εἴρηται παρὰ τὸν ἀπὸ γῆς προσαγαγόντα τῷ θεῷ τὴν θυσίαν. καὶ Νῶε δὲ εὐθὺς «ἀπὸ πάντων τῶν κτηνῶν τῶν καθαρῶν καὶ ἀπὸ πάντων τῶν πετεινῶν τῶν καθαρῶν ἀνήνεγκεν ὁλοκαρπώσεις ἐπὶ τὸ θυσιαστήριον, καὶ ὠσφράνθη κύριος ὀσμὴν εὐωδίας». ἀλλὰ καὶ Ἀβραὰμ θύσας ἀναγέγραπται, ὥστε κατὰ τὴν τῆς θείας γραφῆς μαρτυρίαν πρώτην ἁπάντων τὴν διὰ ζῴων θυσίαν ἐπινενοῆσθαι τοῖς πάλαι θεοφιλέσι. 1.10.6 τούτου δὲ τὸν λογισμὸν ἡγοῦμαι εἶναι οὐ τὸν τύχοντα οὐδ' ἀνθρωπίνως κεκινημένον, κατὰ θείαν δ' ἐπίνοιαν ὑποβεβλημένον. ἐπειδὴ γὰρ ἑώρων, ἅτε τὸν τρόπον εὐσεβεῖς καὶ θεῷ προσῳκειωμένοι θείῳ τε πνεύματι τὰς ψυχὰς πεφωτισμένοι, μεγάλης αὐτοῖς θεραπείας δεῖν εἰς ἀποκάθαρσιν τῶν θνητῶν πλημμελημάτων, λύτρον τῆς αὐτῶν σωτηρίας τῷ καὶ ζωῆς καὶ ψυχῆς χορηγῷ προσοφείλεσθαι ἡγοῦντο. 1.10.7 ἔπειτα μηδὲν κρεῖττον καὶ τιμιώτερον τῆς οἰκείας ψυχῆς καθιεροῦν ἔχοντες, ἀντὶ ταύτης τέως τὴν διὰ τῶν ἀλόγων ζῴων προσῆγον θυσίαν, τῆς σφῶν ψυχῆς ἀντίψυχα προσκομίζοντες· οὐδὲν κατὰ τοῦτο πλημμελεῖν οὐδ' ἀδικεῖν ἡγούμενοι, ὅτι μηδὲ τῇ τῶν ἀνθρώπων λογικῇ καὶ νοερᾷ δυνάμει παραπλησίαν εἶναι τὴν ψυχὴν τῶν ἀλόγων ἐπαιδεύοντο, οὐδ' ἄλλο τι εἶναι αὐτὴν ἢ τὸ αἷμα αὐτῶν εἶναι μεμαθηκότες, καὶ τὴν ἐν τῷ αἵματι ζωτικὴν δύναμιν, ὃ καὶ παρέχειν αὐτοὺς ὥσπερ ψυχὴν ἀντὶ ψυχῆς ἀναφέροντας τῷ θεῷ. 1.10.8 τοῦτο δὲ αὐτὸ Μωσῆς λευκότατά που διασαφεῖ, λέγων· «ψυχὴ πάσης σαρκὸς αἷμα αὐτοῦ ἐστιν, καὶ ἐγὼ δέδωκα ὑμῖν τὸ αἷμα ἐπὶ τοῦ θυσιαστηρίου, ἐξιλάσκεσθαι περὶ τῶν ἁμαρτιῶν ὑμῶν· τὸ γὰρ αἷμα αὐτῶν ἀντὶ ψυχῆς ἐξιλάσεται. διὰ τοῦτο εἴρηκα τοῖς υἱοῖς Ἰσραήλ, πᾶσα ψυχὴ ἐξ ὑμῶν οὐ φάγεται αἷμα». 1.10.9 πρόσσχες γοῦν ἐπιμελῶς ἐν τούτοις ὅπως εἴρηται τό «ἐγὼ δέδωκα ὑμῖν ἐπὶ τοῦ θυσιαστηρίου ἐξιλάσκεσθαι περὶ τῶν ψυχῶν ὑμῶν, τὸ γὰρ αἷμα ἀντὶ τῆς ψυχῆς ἐξιλάσεται». σαφῶς γὰρ ἀντὶ τῆς ἀνθρωπίνης ψυχῆς τὸ τῶν σφαγιαζομένων ζῴων αἷμά φησιν ἐξιλάσκεσθαι. τοῦτο δὲ αὐτὸ καὶ ὁ περὶ τῶν θυσιῶν νόμος ὑποβάλλει νοεῖν τῷ τεθεωρημένως σκοποῦντι. 1.10.10 πάντα γοῦν τὸν θύοντα τὰς χεῖρας ἐπιβάλλειν προστάττει τῇ κεφαλῇ τοῦ θυομένου, προσκομίζειν δὲ τὸ ζῷον τῷ ἱερεῖ τῆς κεφαλῆς ἐχόμενον, ὡσανεὶ ὑπὲρ τῆς ἑαυτοῦ κεφαλῆς τὸ ἱερεῖον προσφέροντα. λέγει δ' οὖν ἐφ' ἑκάστῳ· «προσάξει αὐτὸ ἔναντι κυρίου, καὶ ἐπιθήσει τὰς χεῖρας αὐτοῦ ἐπὶ τὴν κεφαλὴν τοῦ δώρου». 1.10.11 Καὶ οὕτως ἐφ' ἑκάστου τετήρηται θύματος, οὐδεμιᾶς θυσίας ἄλλως ἀναφερομένης. δι' ὧν ὁ λόγος παρίστησιν, ὅτι δὴ ἀντίψυχα τῆς αὐτῶν ψυχῆς προσήγετο τὰ ζῳοθυτούμενα· ὁ δὲ τῶν ἀλόγων ζῴων τὸ αἷμα τὴν ψυχὴν εἶναι διδάξας, οὐδαμῶς λογικῆς καὶ νοερᾶς οὐσίας ὁμοίως τοῖς ἀνθρώποις μετέχειν αὐτὰ παρίστησιν, εἶναι γὰρ αὐτῶν τὴν σύστασιν ἐξ ὕλης καὶ σωμάτων, τοῖς ἀπὸ γῆς βλαστήμασι καὶ φυτοῖς παραπλησίαν. 1.10.7βις ἑνὶ δ' οὖν λόγῳ πάλιν ὁ Μωσῆς φησιν τὸν θεὸν εἰπεῖν· «βλαστησάτω ἡ γῆ βοτάνην χόρτου, σπεῖρον σπέρμα καὶ ξύλον κάρπιμον». καὶ αὖθις παραπλησίως· «ἐξαγαγέτω ἡ γῆ τετράποδα καὶ ἑρπετὰ καὶ θηρία τῆς γῆς κατὰ γένος». 1.10.13 ὥστε ὁμογενῆ καὶ ὁμοφυῆ καὶ ὁμοούσια εἶναι ἡγεῖσθαι τοῖς ἀπὸ γῆς βλαστήμασι καὶ φυτοῖς τὰ ἄλογα, διὸ καὶ μηδαμῶς πλημμελεῖν τοὺς ζῳοθυτοῦντας. εἴρηται γοῦν καὶ τῷ Νῶε ἔδεσθαι κρέα ὡς λάχανα ἀγροῦ. 1.10.14 Ἕως μὲν οὖν οὐδέπω τὸ κρεῖττον οὐδὲ τὸ μέγα καὶ τίμιον καὶ θεοπρεπὲς σφάγιον παρῆν