26
τὴν ἐνέργειαν τῆς ἐνεργείας ἀναβεβηκέναι φαίη ἄν τις εὐσεβῶς διανοούμενος, ἅτε δὴ τῶν αὐτῶν ἐνεργειῶν τὴν ταὐτότητα τῶν ἔργων ἀποτελουσῶν, καὶ τῶν παρηλλαγμένων ἔργων παρηλλαγμένας τὰς ἐνερ 1.1.154 γείας ἐμφαινόντων. οὕτω δὲ τούτων ἐχόντων καὶ τῇ πρὸς ἄλληλα σχέσει τὸν εἱρμὸν ἀπαράβα τον διατηρούντων, προσήκει δήπου τοὺς κατὰ τὴν συμφυῆ τοῖς πράγμασι τάξιν τὴν ἐξέτασιν ποιου μένους καὶ μὴ φύρειν ὁμοῦ πάντα καὶ συγχεῖν βιαζομένους, εἰ μὲν περὶ ταῖς οὐσίαις κινοῖτό τις ἀμφισβήτησις, ἐκ τῶν πρώτων καὶ προσεχῶν ταῖς οὐσίαις ἐνεργειῶν ποιεῖσθαι τῶν δεικνυ μένων τὴν πίστιν καὶ τῶν ἀμφισβητουμένων τὴν διάλυσιν, τὴν δὲ ἐπὶ ταῖς ἐνεργείαις ἀμφιβο λίαν διαλύειν ἐκ τῶν οὐσιῶν, ἁρμοδιωτέραν γε μὴν καὶ τοῖς πᾶσιν ἀνυσιμωτέραν ἡγεῖσθαι τὴν ἀπὸ τῶν πρώτων ἐπὶ τὰ δεύτερα κάθοδον20. 1.1.155 Ἡ μὲν οὖν τεχνολογία τῆς βλασφημίας αὕτη, ὁ δὲ θεὸς ἡμῖν ὁ ἀληθινὸς ὁ τοῦ ἀληθινοῦ θεοῦ υἱὸς διὰ τῆς τοῦ ἁγίου πνεύματος ὁδηγίας κατευθύνοι τὸν λόγον πρὸς τὴν ἀλήθειαν. πάλιν δὲ τὰ εἰρημένα καθεξῆς ἀναλάβωμεν. εἶπε 20τῶν καθ' ἑαυτὸν δογμάτων συμπληροῦσθαι τὸν λόγον ἐκ τῆς ἀνωτάτης καὶ κυριωτάτης οὐ σίας καὶ ἐκ τῆς δι' ἐκείνην μὲν οὔσης, μετ' ἐκείνην δὲ πάντων τῶν ἄλλων πρωτευούσης καὶ τρίτης γέ20 φησι 20τῆς μηδεμιᾷ τούτων συνταττο μένης, ἀλλὰ τῇ μὲν διὰ τὴν αἰτίαν, τῇ δὲ διὰ 1.1.156 τὴν ἐνέργειαν ὑποταττομένης20. πρῶτον τοίνυν τῶν ἐν τῷ λόγῳ κακουργηθέντων τοῦτό ἐστιν, ὅτι τὸ δόγμα τὸ μυστικὸν ἐπαγγειλάμενος ἡμῖν ἐκθήσεσθαι ὥσπερ ἐπιδιορ θούμενος τὰς εὐαγγελικὰς φωνὰς οὐκ ἐκείνοις κέχρηται τοῖς ὀνόμασι, δι' ὧν παρέδωκεν ὁ κύριος τὸ μυστήριον ἐν τῇ τελειώσει τῆς πίστεως, ἀλλὰ τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος ἀποσιωπήσας ἀντὶ μὲν <τοῦ> πατρὸς ἀνωτάτω τινὰ καὶ κυριωτάτην οὐσίαν λέγει, ἀντὶ δὲ τοῦ υἱοῦ τὴν δι' ἐκείνην μὲν οὖσαν, μετ' ἐκείνην δὲ τῶν ἄλλων πρωτεύουσαν, ἀντὶ δὲ τοῦ ἁγίου πνεύματος τὴν μη δεμιᾷ τούτων συνταττομένην ἀμφοτέραις δὲ ὑποτεταγμένην. 1.1.157 καίτοιγε εἰ οὕτως εἰπεῖν οἰκειότερον ἦν, οὐκ ἂν πάντως ἠπόρησεν ἡ ἀλήθεια τῆς τῶν ῥημάτων τούτων εὑρέσεως οὐδ' ἂν πάντως οἱ καθεξῆς ἐκδεξάμενοι τοῦ μυστηρίου τὸ κήρυγμα, οἵ τε ἀπ' ἀρχῆς αὐτόπται καὶ ὑπηρέται τοῦ λόγου γενόμενοι καὶ οἱ μετ' ἐκείνους πᾶσαν τὴν οἰκουμένην τῶν 1.1.158 εὐαγγελικῶν δογμάτων καταπληρώσαντες, καὶ πάλιν οἱ μετὰ ταῦτα κατὰ καιρούς τινας τὰς περὶ τοῦ δόγματος κινου μένας ἀμφιβολίας ἐν κοινῷ συνεδρίῳ διαλαβόντες, ὧν αἱ παραδόσεις ἔγγραφοι ταῖς ἐκκλησίαις ἀεὶ διασῴζονται, εἰ ταῦτα λέγειν ἐχρῆν, οὐκ ἂν πατρός τε καὶ υἱοῦ καὶ ἁγίου πνεύματος ἐποιοῦντο τὴν μνήμην, εἴπερ ὅλως εὐσεβὲς ἢ ἀκίνδυνον ἦν πρὸς τὴν καινότητα ταύτην μεταχαράττειν τὰ τῆς πίστεως ῥήματα· ἢ πάντες ἀμαθεῖς ἦσαν ἐκεῖνοι καὶ ἀκατήχητοι τῶν μυστηρίων καὶ 20τῶν προσφυῶν20, ὥς φησιν οὗτος, 20ὀνομάτων20 ἀνήκοοι οἱ μήτε εἰδότες μήτε θελήσαντες τῶν παραδοθέντων ἡμῖν παρὰ τῆς θείας φωνῆς 1.1.159 ὀνομάτων τὰς ἰδίας ἐννοίας προτιμοτέρας ποιήσασθαι; ἀλλὰ παντὶ πρόδηλον οἶμαι τὴν αἰτίαν εἶναι τῆς καινῆς ταύτης ὀνοματοποιΐας, ὅτι πάντες ἄνθρωποι πατρὸς καὶ υἱοῦ προσ ηγορίαν ἀκούσαντες εὐθὺς τὴν οἰκείαν αὐτῶν καὶ φυσικὴν πρὸς ἄλληλα σχέσιν ὑπ' αὐτῶν τῶν ὀνομάτων ἐπιγινώσκουσι. τὸ γὰρ τῆς φύσεως συγγενὲς ἐκ τῶν προσηγοριῶν τούτων 1.1.160 αὐτομάτως διερμηνεύεται. ἵνα οὖν μὴ ταῦτα νοῆται περὶ τοῦ ἀληθινοῦ πατρὸς καὶ τοῦ μονογενοῦς υἱοῦ, διὰ τοῦτο ὑποκλέπτει τῶν ἀκουόντων τὴν διὰ τῶν ὀνομάτων συνεισιοῦ σαν τῆς οἰκειότητος ἔμφασιν, καὶ καταλιπὼν τὰ θεόπνευστα ῥήματα διὰ τῶν ἐπινοηθέντων ἐπὶ λύμῃ τῆς ἀληθείας ποι εῖται τὴν τοῦ δόγματος ἔκθεσιν. 1.1.161 Καλῶς δὲ τοῦτό φησιν, οὐ τῶν καθόλου τῆς ἐκκλησίας δογμάτων, ἀλλὰ τῶν καθ' ἑαυτοὺς ἐν τούτοις 20συμπλη ροῦσθαι τὸν λόγον20. ἔστι δὲ πρόχειρος μὲν παντὶ τῷ γε νοῦν ἔχοντι τῆς ἀσεβείας τῶν εἰρημένων ἡ κατανόησις. οὐδὲν δὲ ἴσως ἀπὸ καιροῦ καὶ καθ' ἕκαστον διεξετάσαι τῷ λόγῳ, τί