27
ἀνθρώποις, ταῖς διὰ ζῴων θυσίαις λύτρα τῆς ἑαυτῶν ζωῆς καὶ ἀντίψυχα τῆς οἰκείας φύσεως προσηκόντως ἀποδιδόναι χρῆν τῷ θεῷ, ὡς καὶ ἔπραττον οἱ πάλαι θεοφιλεῖς, σεμνόν τι καὶ θεοφιλὲς καὶ μέγα ἱερεῖον ἥξειν ποτὲ εἰς ἀνθρώπους τῷ θείῳ πνεύματι προειληφότες, τὸ τοῦ παντὸς καθάρσιον κόσμου, οὗ καὶ τὰ σύμβολα τέως ἐπιτελεῖν αὐτούς, προφήτας ὄντας καὶ τὸ μέλλον ἔσεσθαι προτυπουμένους· ἐπειδὴ δὲ τὸ τέλειον παρῆν, τοῖς τῶν προφητῶν ἀκολούθως θεσπίσμασι πέπαυτο τὰ πρῶτα καὶ λέλυτο παραχρῆμα διὰ τῆς τοῦ κρείττονος καὶ ἀληθοῦς ἱερουργίας. 1.10.15 Οὗτος δ' ἦν ὁ Χριστὸς τοῦ θεοῦ, ἄνωθεν ἐκ παλαιῶν χρόνων ἥξειν εἰς ἀνθρώπους καὶ προβάτου δίκην ὑπὲρ παντὸς τοῦ τῶν ἀνθρώπων γένους σφαγήσεσθαι προαγορευόμενος. ᾗ φησιν περὶ αὐτοῦ Ἡσαΐας ὁ προφήτης· «ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος ἄφωνος». 1.10.16 καὶ ἐπιλέγει· «οὗτος τὰς ἁμαρτίας ἡμῶν φέρει, καὶ περὶ ἡμῶν ὀδυνᾶται· καὶ ἡμεῖς ἐλογισάμεθα αὐτὸν εἶναι ἐν πόνῳ καὶ ἐν πληγῇ καὶ ἐν κακώσει· αὐτὸς δὲ ἐτραυματίσθη διὰ τὰς ἁμαρτίας ἡμῶν, καὶ μεμαλάκισται διὰ τὰς ἀνομίας ἡμῶν· παιδία εἰρήνης ἡμῶν ἐπ' αὐτόν, τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν καὶ κύριος παρέδωκεν αὐτὸν ταῖς ἁμαρτίαις ἡμῶν». αὐτὸς γὰρ «ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδ' εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ». 1.10.17 τὰ ὅμοια τούτοις καὶ Ἱερεμίας ἕτερος Ἑβραίων προφήτης ἐκ προσώπου τοῦ Χριστοῦ ἐπιφωνεῖ, λέγων· «ἐγὼ ὡς ἀρνίον ἄκακον ἀγόμενον τοῦ θύεσθαι». ἐπισφραγίζεται τὰς τούτων προρρήσεις Ἰωάννης ὁ βαπτιστὴς ἐπὶ τῆς τοῦ σωτῆρος ἡμῶν ἐπιφανείας. ἰδὼν γὰρ αὐτὸν καὶ τοῖς παροῦσιν ἐπιδείξας, ὡς ἄρα αὐτὸς εἴη ὁ προφητευόμενος, ἐπεφώνησεν· «ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου». 1.10.18 ὅτε τοίνυν κατὰ τὰς τῶν προφητῶν μαρτυρίας εὕρηται τὸ μέγα καὶ τίμιον λύτρον Ἰουδαίων ὁμοῦ καὶ Ἑλλήνων, τὸ τοῦ παντὸς κόσμου καθάρσιον, τὸ πάντων ἀνθρώπων ἀντίψυχον, τὸ πάσης κηλῖδος καὶ ἁμαρτίας καθαρὸν ἱερεῖον, ὁ ἀμνὸς τοῦ θεοῦ, τὸ θεοφιλὲς καὶ ἁγνὸν πρόβατον, τὸ προφητευόμενον ἀρνίον, οὗ διὰ τῆς ἐνθέου καὶ μυστικῆς διδασκαλίας πάντες ἡμεῖς οἱ ἐξ ἐθνῶν τὴν ἄφεσιν τῶν προτέρων ἁμαρτημάτων εὑράμεθα, -δι' ὃ καὶ Ἰουδαίων οἱ εἰς αὐτὸν ἠλπικότες ἐλεύθεροι τῆς Μωσέως ἀφίενται κατάρας, - εἰκότως τὴν τούτου μνήμην τοῦ τε σώματος αὐτοῦ καὶ τοῦ αἵματος τὴν ὑπόμνησιν ὁσημέραι ἐπιτελοῦντες, καὶ τῆς κρείττονος ἢ κατὰ τοὺς παλαιοὺς θυσίας τε καὶ ἱερουργίας ἠξιωμένοι, οὐκέθ' ὅσιον ἡγούμεθα καταπίπτειν ἐπὶ τὰ πρῶτα, «ἀσθενῆ στοιχεῖα», σύμβολα καὶ εἰκόνας ἀλλ' οὐκ αὐτὴν ἀλήθειαν περιέχοντα. 1.10.19 εἰκότως δὲ καὶ αὐτῶν Ἰουδαίων οἱ εἰς τὸν Χριστὸν τοῦ θεοῦ καταπεφευγότες, εἰ μηκέτι τῶν Μωσέως ἐπιστρέφοιντο παραγγελμάτων, κατὰ τὴν καινὴν διαθήκην βιοῦντες τῆς ὑπὸ Μωσέως ὡρισμένης ἐκτὸς ἂν εἶεν κατάρας, ἅτε δὴ ἀμνοῦ τοῦ θεοῦ οὐ μόνον τὴν ἁμαρτίαν τοῦ κόσμου, ἀλλὰ καὶ τὴν ἐν τῇ παραβάσει τῶν Μωσέως ἐντολῶν κατάραν εἰς αὐτὸν ἀνειληφότος. γέγονεν οὖν ὁ ἀμνὸς τοῦ θεοῦ καὶ ἁμαρτία καὶ κατάρα· ἁμαρτία μὲν ὑπὲρ τῶν ἁμαρτωλῶν τοῦ κόσμου, κατάρα δ' ὑπὲρ τῶν μὴ ἐμμενόντων πᾶσι τοῖς ἐγγεγραμμένοις ἐν τῷ Μωσέως νόμῳ. 1.10.20 διό φησιν ὁ ἀπόστολος· «Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα», καὶ «τὸν μὴ γνόντα ἁμαρτίαν ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν». 1.10.21 τί γὰρ οὐκ ἔμελλε γίνεσθαι τὸ τοῦ κόσμου καθάρσιον, τὸ τῶν ἁμαρτωλῶν ἀντίψυχον, ὃ δὴ καὶ «ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη», καὶ ὡς «ἀρνίον ἀγόμενον τοῦ θύεσθαι», ταῦτά τε πάντα ὑπὲρ ἡμῶν καὶ δι' ἡμᾶς; ὅθεν οἱ μὲν παλαιοὶ καὶ θεοφιλεῖς ἄνδρες εἰκότως ἀπουσίᾳ τῶν κρειττόνων τοῖς συμβόλοις προσανεῖχον, ὡς καὶ τοῦτο αὐτὸ ὁ σωτὴρ ἡμῶν διδάσκει λέγων· «πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν ἃ ὑμεῖς βλέπετε καὶ οὐκ εἶδον, καὶ ἀκοῦσαι ἃ ὑμεῖς ἀκούετε καὶ οὐκ ἤκουσαν». 1.10.22 ἡμεῖς δὲ τὰ ἀληθῆ καὶ τῶν εἰκόνων τὰ ἀρχέτυπα διὰ τῆς μυστη ριώδους οἰκονομίας