27
βουλόμενος τὸ 20ἀνώτατόν τε καὶ κυριώτατον20 μόνῃ προσμαρτυρεῖ τοῦ πατρὸς τῇ οὐσίᾳ, οὔτε τοῦ υἱοῦ οὔτε τοῦ ἁγίου πνεύματος ἄνω τε καὶ κυρίαν εἶναι συγχω 1.1.162 ρῶν τὴν οὐσίαν. οἶμαι γὰρ ἔγωγε μελέτην εἶναι ταύτην τῆς παντελοῦς κατὰ τὴν οὐσίαν ἀρνήσεως τοῦ τε μονογενοῦς καὶ τοῦ πνεύματος, καὶ τοῦτο λεληθότως κατασκευάζεσθαι διὰ τῆς τοιαύτης τεχνολογίας, τὸ μέχρις ὀνόματος εἶναι ταῦτα δοκεῖν, τὴν δὲ ἀληθῆ τῆς ὑποστάσεως αὐτῶν ὁμολογίαν διὰ τῆς τοιαύτης κατασκευῆς ἀθετεῖσθαι· καὶ ὅτι ταῦτα τοῦ τον ἔχει τὸν τρόπον, οὐ χαλεπῶς ἄν τις κατανοήσειε μικρὸν 1.1.163 προσδιατρίψας τῷ λόγῳ. οὐκ ἔστι τοῦ νομίζοντος ἀληθῶς εἶναι κατ' ἰδίαν ὑπόστασιν τὸν μονογενῆ καὶ τὸ πνεῦμα τὸ ἅγιον τὸ ἀκριβολογεῖσθαι περὶ τὴν ὁμολογίαν τῶν ὀνομάτων, οἷς ἀποσεμνύνειν οἴεται δεῖν τὸν ἐπὶ πάντων θεόν· ἦ γὰρ ἂν ἦν τῆς ἐσχάτης εὐηθείας τῷ πράγματι συντιθέμενον μικρολογεῖσθαι περὶ τὰ ῥήματα. νυνὶ δὲ τῷ μόνῃ προσ μαρτυρῆσαι τοῦ πατρὸς τῇ οὐσίᾳ τὸ 20ἀνώτατόν τε καὶ κυριώτατον20 ἔδωκε διὰ τῆς σιωπῆς περὶ τῶν ὑπολοίπων 1.1.164 ὡς οὐ κυρίως ὑφεστώτων στοχάζεσθαι. πῶς γὰρ ἔστιν ἀληθῶς εἶναί τι λέγειν, ᾧ μὴ προσμαρτυρεῖται τὸ κυρίως εἶναι; ἀνάγκη γὰρ ἐφ' ὧν οὐχ ὁμολογεῖται τὸ κύριον, τοῖς ἀντιδιαστελλομένοις τῶν ὀνομάτων συντίθεσθαι. τὸ γὰρ μὴ κύριον ἄκυρον πάντως· ὥστε ἡ τοῦ μὴ κυρίως εἶναι κατα σκευὴ τῆς παντελοῦς ἀνυπαρξίας ἀπόδειξις γίνεται. πρὸς ἣν ἔοικεν ὁ Εὐνόμιος βλέπων ταῦτα καινοτομεῖν ἐν τῷ καθ' 1.1.165 ἑαυτὸν δόγματι τὰ ὀνόματα. οὐ γὰρ δὴ δι' ἀπειρίαν φήσει τις αὐτὸν εἰς ἀνόητον ὑπόληψιν ἐκπεσόντα τοπικῶς τὸ ἄνω πρὸς τὸ ὑποβεβηκὸς διαστέλλειν καὶ τῷ πατρὶ καθάπερ γεώλοφόν τινα σκοπιὰν ἀφορίζοντα τὸν υἱὸν τοῖς κοιλοτέροις 1.1.166 ἐγκαθιδρύειν. οὐδεὶς γὰρ οὕτω παῖς τὴν διάνοιαν, ὡς ἐπὶ τῆς νοερᾶς τε καὶ ἀσωμάτου φύσεως τὴν κατὰ τόπον δια φορὰν ἐννοεῖν. ἴδιον γὰρ σωμάτων ἡ ἐπὶ τόπου θέσις, τὸ δὲ τῇ φύσει νοερόν τε καὶ ἄϋλον πόρρω τῆς κατὰ τόπον ἐννοίας ὁμολογεῖται. τίς οὖν ἡ αἰτία τοῦ 20ἀνωτάτω20 λέ γεσθαι μόνου τοῦ πατρὸς τὴν οὐσίαν; εἰς γὰρ ταύτας τὰς ὑπονοίας ἐξ ἀμαθίας τινὸς αὐτὸν παραφέρεσθαι οὐκ ἄν τις εὐκόλως ὑπονοήσειε τὸν ἐν πολλοῖς, οἷς ἐπιδείκνυται, σοφὸν εἶναι προσποιούμενον καί, καθὼς ἀπαγορεύει ἡ θεία γραφή, [καὶ] τὰ περισσὰ σοφιζόμενον. 1.1.167 Ἀλλὰ μὴν οὐδὲ δυνάμεως οὐδὲ ἀγαθότητος οὐδὲ ἄλ λου τινὸς τῶν τοιούτων ὑπεροχὴν τὸ ἄνω φήσει τῆς οὐσίας ἐνδείκνυσθαι. καὶ γὰρ καὶ τοῦτο παντὶ γνώριμον, μὴ ὅτι τοῖς ἐπὶ σοφίᾳ πλεονεκτεῖν ὑπειλημμένοις, ὅτι ἀνενδεὴς πρὸς τελείαν ἀγαθότητά τε καὶ δύναμιν καὶ πάντα τὰ τοι αῦτα ἥ τε τοῦ μονογενοῦς καὶ ἡ τοῦ ἁγίου πνεύματός ἐστιν 1.1.168 ὑπόστασις. τὰ γὰρ ἀγαθὰ πάντα, ἕως ἂν ἀπαράδεκτα τοῦ ἐναντίου μένῃ, ὅρον οὐκ ἔχει τῆς ἀγαθότητος, ἐπειδὴ μόνοις τοῖς ἐναντίοις πέφυκε περιγράφεσθαι, ὡς ἐπὶ τῶν καθ' ἕκαστον ὑποδειγμάτων ἔστιν ἰδεῖν. ἡ δύναμις ἀσθενείας περιλαβούσης ἵσταται, ἡ ζωὴ θανάτῳ περιορίζεται, φωτὸς πέρας τὸ σκότος γίνεται, καὶ πάντα συνελόντι φάναι, τὰ 1.1.169 καθ' ἕκαστον ἀγαθὰ τοῖς ἐναντίοις ἐναπολήγει. εἰ μὲν οὖν τρεπτὴν πρὸς τὸ χεῖρον τὴν φύσιν τοῦ μονογενοῦς καὶ τοῦ πνεύματος ὑποτίθεται, εἰκότως ἐπ' αὐτῶν κατασμικρύνει τὴν τῆς ἀγαθότητος ἔννοιαν, ὡς δυναμένων καὶ τοῖς ἐναντίοις συνενεχθῆναι. εἰ δὲ ἀνεπίδεκτός ἐστι τοῦ χείρονος ἡ θεία τε καὶ ἀναλλοίωτος φύσις, καὶ τοῦτο παρ' αὐτῶν τῶν ἐχ θρῶν ὡμολόγηται, ἀόριστος πάντως ἐν τῷ ἀγαθῷ θεω ρεῖται, τὸ δὲ ἀόριστον τῷ ἀπείρῳ ταὐτόν ἐστιν. ἀπείρου δὲ καὶ ἀορίστου πλεονασμὸν καὶ ἐλάττωσιν ἐννοεῖν τῆς ἐσχάτης ἀλογίας ἐστί. πῶς γὰρ ἂν ὁ τῆς ἀπειρίας διασωθείη λόγος, 1.1.170 εἰ τὸ πλέον τε καὶ ἔλαττον ἐν αὐτῷ δογματίζοιτο; ἐκ γὰρ τῆς τῶν περάτων πρὸς ἄλληλα παραθέσεως τὸ πλέον δια γινώσκομεν· ἐφ' ὧν δὲ πέρας οὐκ ἔστι, πῶς ἄν τις δυνη 1.1.171 θείη τὸ περισσὸν ἐννοῆσαι; ἢ οὐχὶ τοῦτο, χρονικὴν δέ τινα τὴν ὑπεροχὴν ἐννοῶν κατὰ τὰ πρεσβεῖα τῆς ἀρχαιότητος τὸ πλέον νέμει, καὶ διὰ τοῦτο τὴν τοῦ πατρὸς οὐσίαν μόνην ἀνωτάτω φησίν; οὐκοῦν εἰπάτω, τίνι τὸ