27
διακειμένους, οἷς χαλεπόν τι τὸ τοῦ θανάτου νομίζεται καὶ διὰ τοῦτο κέρδος οὐδὲν τοῦ κατ' ἀρετὴν βίου τοῖς τὴν ὑψηλοτέραν μετιοῦσι ζωὴν εἶναι πεπίστευται, ὅτι ἀμφοτέροις πρὸς τὸ αὐτὸ πέρας ἡ ζωὴ καταλήγει καὶ οὐκ ἔστιν ἀποφυγὴν τοῦ θανάτου διὰ τῆς ἀστειοτέρας κατορθωθῆ ναι ζωῆς. τὰς οὖν τοιαύτας ἀντιθέσεις ὡς ἐξ ἰδίου προσώπου ποιούμενος πάλιν καθάπτεται τῆς ἀτοπίας τῶν προφερόντων ἐκεῖνα, ὡς ἀνεπισκέπτως ἐχόντων τῆς τῶν ὄντων φύσεως, καὶ διδάσκει τὴν διαφοράν, ἐν τίνι τὸ πλέον ἔχει ἡ ἀρετὴ τῆς κακίας, ὡς οὐχὶ διὰ τῆς τοῦ θανάτου κοινότητος ὁμοτιμίας τινὸς ἐν αὐτοῖς ἐλπιζομένης, ἀλλὰ διὰ τῶν εἰς ὕστερον ἀνα μενόντων καλῶν ἢ κακῶν τῆς διαφορᾶς εὑρισκομένης. ἔχει δὲ ἡ λέξις τῆς ἀντιθέσεως οὕτως· Ἔγνων ἐγώ, ὅτι συνάντημα ἓν συναντήσεται τοῖς πᾶσιν αὐτοῖς. καὶ εἶπα ἐγὼ ἐν καρδίᾳ μου, ὡς συνάντημα τοῦ ἄφρονος καί γε ἐμοὶ συναντή σεται, καὶ ἵνα τί ἐσοφισάμην; ἐγὼ περισσὸν ἐλάλησα ἐν καρδίᾳ μου, διότι ἄφρων ἐκ περισσεύματος λαλεῖ, ὅτι καί γε τοῦτο ματαιότης. ὅτι οὐκ ἔστιν ἡ μνήμη τοῦ σοφοῦ μετὰ τοῦ ἄφρονος εἰς αἰῶνα, καθότι ἤδη αἱ ἡμέραι αἱ ἐρχόμεναι τὰ πάντα ἐπελήσθη· καὶ πῶς ἀποθανεῖται ὁ σοφὸς μετὰ τοῦ ἄφρονος; οἷς ἐπάγει τὸ μίσους ἄξια νομίσαι τὰ πάντα, περὶ 5.362 ἃ πρότερον ἐμπαθῶς εἶχε τὸ μάταιον ὡς ἀγαθὸν ἀσπαζόμε νος, καὶ πάντα μεμισηκέναι φησίν, ὅσα πρὸς τὴν ζωὴν ταύτην βλέπων ἐπόνησε, διότι οὐδὲν ἑαυτῷ, ἀλλὰ τῷ μετ' αὐτὸν πάντα ἐπόνησεν, ὃς εἰς τί χρήσεται τοῖς πεπονημένοις προγνῶ ναι διὰ τὴν τοῦ μέλλοντος ἀδηλίαν οὐχ οἷόν τε. λέγει δὲ κατὰ λέξιν οὕτως· Καὶ ἐμίσησα σὺν τὴν ζωήν, ὅτι πονηρὸν ἐπ' ἐμὲ τὸ ποίημα τὸ πεποιημένον ὑπὸ τὸν ἥλιον, ὅτι πάντα ματαιότης καὶ προαίρεσις πνεύματος. καὶ ἐμίσησα ἐγὼ σύμπαντα τὸν μόχθον μου, ὃν ἐγὼ μοχθῶ ὑπὸ τὸν ἥλιον, ὅτι ἀφίω αὐτὸν τῷ ἀνθρώπῳ τῷ γινομένῳ μετ' ἐμέ· καὶ τίς οἶδεν, εἰ σοφὸς ἔσται ἢ ἄφρων καὶ εἰ ἐξουσιάσεται ἐν παντὶ μόχθῳ μου, ᾧ ἐμόχθησα καὶ ἐσοφισάμην ὑπὸ τὸν ἥλιον; καί γε τοῦτο ματαιότης. ταῦτα εἰπὼν ἀλλοτρίως φησὶ καὶ πρὸς τοῦτο τῇ ψυχῇ διατεθῆναι τὸ νομίσαι μίαν εἶναι τῷ τε κατ' ἀρετὴν βεβιωκότι καὶ τῷ μηδεμίαν πρὸς τοῦτο πεποιημένῳ σπουδὴν τὴν μερίδα. τῷ μὲν γὰρ τὸν μόχθον εἶναί φησιν ἐν σοφίᾳ καὶ γνώσει καὶ ἀνδρείᾳ, τῷ δὲ ἑτέρῳ ἐν θυμῷ καὶ ἐν ἀλγήμασι τοῖς διὰ τὴν περὶ τὸν βίον σπουδὴν προσγινομένοις. τὸ οὖν εἰς ἴσον τούτους ἀλλήλοις ἄγειν οὐ ματαιότητος μόνον ἀλλὰ καὶ πονηρίας εἶναί φησιν. ἔχει δὲ καὶ αὕτη ἡ λέξις οὕτως· 5.363 Καὶ ἐπέστρεψα ἐγὼ τοῦ ἀποτάξασθαι τῇ καρδίᾳ μου ἐν παντὶ μόχθῳ μου, ᾧ ἐμόχθησα ὑπὸ τὸν ἥλιον, ὅτι ἔστιν ἄνθρωπος ὅτι μόχθος αὐτοῦ ἐν σοφίᾳ καὶ ἐν γνώσει καὶ ἐν ἀνδρείᾳ, καὶ ἄνθρωπος ὃς οὐκ ἐμόχθησεν ἐν αὐτῷ δώσει αὐτῷ μερίδα αὐτοῦ. καί γε τοῦτο ματαιότης καὶ πονηρία μεγάλη. ὅτι γινώσκει τῷ ἀνθρώπῳ ἐν παντὶ μόχθῳ αὐτοῦ καὶ ἐν τῇ προαι ρέσει καρδίας αὐτοῦ, ᾧ αὐτὸς μοχθεῖ ὑπὸ τὸν ἥλιον, ὅτι πᾶσαι αἱ ἡμέραι αὐτοῦ ἀλγημάτων καὶ θυμοῦ περισπασμὸς αὐτοῦ, καί γε ἐν νυκτὶ οὐ κοιμᾶται ἡ καρδία αὐτοῦ. καί γε τοῦτο ματαιότης. πάλιν ἑτέραν ἀνθυποφορὰν τῶν τὸν ἀπολαυ στικὸν βίον προτιμότερον κρινόντων τῆς ὑψηλοτέρας ζωῆς προφέρει τε αὐτὸς ἑαυτῷ καὶ ἀνατρέπει τὸ προφερόμενον, ἐν τῷ ἰδίῳ προσώπῳ διεξιὼν ἑκάτερα, καὶ τὴν λύσιν καὶ τὴν ἀντίθεσιν. τὸ γὰρ ἀντιτεθέν ἐστι τὸ μηδὲν ἀγαθὸν οἴεσθαι δεῖν ἄλλο ἢ ὅπερ ἄν τις εἰς ἑαυτὸν καταδέξηται, τοῦτο δέ ἐστι βρῶσις καὶ πόσις, ἡ δὲ πρὸς τοῦτο ἀπάντησις τὸ μὴ ταῦτα εἶναι, οἷς ὁ ἄνθρωπος τρέφεταί τε καὶ εὐφραίνεται, ἀλλὰ σοφίαν καὶ γνῶσιν· ὡς τοῦτο μὲν ἀγαθὸν εἶναι τὸ ἐν τούτοις τὴν σπουδὴν ἔχειν, τὸ δὲ διὰ σαρκὸς σπουδαζόμενον περισπασμὸν ψυχῆς εἶναι καὶ ματαιότητα. τὰ δὲ ῥήματα τῆς ὑψηλῆς διδασκαλίας τοῦτον ἔχει τὸν τρόπον· Οὐκ ἔστιν ἀγαθὸν ἐν ἀνθρώπῳ, ὃ φάγεται καὶ πίεται καὶ δείξει τῇ ψυχῇ αὐτοῦ ἀγαθὸν ἐν μόχθῳ αὐτοῦ. καί γε τοῦτο 5.364 εἶδον ἐγώ, ὅτι ἀπὸ χειρὸς τοῦ θεοῦ ἐστιν, ὅ τί τις φάγεται καί τις πίεται παρὲξ αὐτοῦ, ὅτι τῷ ἀνθρώπῳ τῷ ἀγαθῷ πρὸ προσώπου αὐτοῦ ἔδωκε σοφίαν καὶ γνῶσιν καὶ εὐφροσύνην, καὶ τῷ