1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

27

ἐν ὀλίγῳ. Ἴσως διά τινων ἐδήλωσεν, ἢ οὐ πρὸ πολλοῦ γεγραφὼς ἦν. ∆είκνυσιν ἐνταῦθα, ὅτι τὸ πᾶν τοῦ Θεοῦ ἐστιν, ὅτι οὐδὲν εἰσηνέγκαμεν. Τί γὰρ, εἰπέ μοι; Παῦλος αὐτὸς ὁ μέγας καὶ θαυμαστὸς, ὁ νομομαθὴς, ὁ ὑπὸ τοὺς πόδας Γαμαλιὴλ κατὰ ἀκρίβειαν παιδευθεὶς οὐχὶ χάριτι ἐσώθη; Τοῦτο μυστήριον εἰκότως καλεῖ· μυστήριον γάρ ἐστι τὸ τὰ ἔθνη ἐξαίφνης εἰς μείζονα τῶν Ἰουδαίων εὐγένειαν ἀναγαγεῖν. Καθὼς προέγραψα, φησὶν, ἐν ὀλίγῳ, διὰ βραχέων. Πρὸς ὃ δύνασθε ἀναγινώσκοντες νοῆσαι. Βαβαί· ὥστε οὐ τὸ πᾶν ἔγραφεν, οὐδὲ ὅσα γράψαι ἐχρῆν. Ἀλλ' ἐνταῦθα μὲν ἡ φύσις τοῦ πράγματος τοῦτο ἐποίει, ἀλλαχοῦ δὲ ἡ κακία, ὡς παρ' Ἑβραίοις, ὡς παρὰ Κορινθίοις. Πρὸς ὃ δύνασθε ἀναγινώσκοντες νοῆσαι τὴν σύνεσίν μου, φησὶν, ἐν τῷ μυστηρίῳ τοῦ Χριστοῦ· τουτέστι, πῶς συνῆκα, πῶς ἐνόησα, ἣ τοιαῦτα, ἃ εἶπεν ὁ Θεὸς, ἢ ὅτι κάθηται ἐκ δεξιῶν. Εἶτα καὶ τὸ ἀξίωμα, ὅτι Οὐκ ἐποίησεν οὕτως ὁ Θεὸς παντὶ ἔθνει· καὶ ποῖον ἔθνος τοῦτο, ᾧ ἐποίησεν οὕτως ὁ Θεὸς δηλῶν, ἐπάγει· Ὃ ἑτέραις γενεαῖς οὐκ ἐγνωρίσθη τοῖς υἱοῖς τῶν ἀνθρώπων, ὡς νῦν ἀπεκαλύφθη τοῖς ἁγίοις ἀποστόλοις αὐτοῦ καὶ προφήταις ἐν τῷ Πνεύματι. Τί οὖν, εἰπέ μοι, οὐκ ᾔδεσαν οἱ προφῆται; Πῶς οὖν φησιν ὁ Χριστὸς, ὅτι Μωϋσῆς καὶ οἱ προφῆται ταῦτα περὶ ἐμοῦ ἔγραψαν; καὶ πάλιν, Εἰ ἐπιστεύσατε Μωϋσῇ, ἐπιστεύσατε ἂν ἐμοί; καὶ πάλιν, Ἐρευνᾶτε τὰς Γραφὰς, ὅτι ὑμεῖς δοκεῖτε ἐν αὐταῖς ζωὴν αἰώνιον ἔχειν, κἀκεῖναί εἰσιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ; Τοῦτό φησιν, ἢ ὅτι πᾶσιν ἀνθρώποις οὐκ ἀπεκαλύφθη· προσέθηκε γὰρ, Ὃ ἑτέραις γενεαῖς οὐκ ἐγνωρίσθη τοῖς υἱοῖς τῶν ἀνθρώπων, ὡς νῦν ἀπεκαλύφθη· ἢ ὅτι οὕτως οὐκ ἐγνωρίσθη διὰ πραγμάτων αὐτῶν καὶ ἔργων, Ὡς νῦν ἀπεκαλύφθη τοῖς ἁγίοις ἀποστόλοις αὐτοῦ καὶ προφήταις ἐν Πνεύματι. Ἐννόησον γάρ· ὁ Πέτρος, εἰ μὴ παρὰ τοῦ Πνεύματος ἤκουσεν, οὐκ ἂν ἐπορεύθη εἰς τὰ ἔθνη. Ἄκουσον γὰρ τί φησιν· Ἄρα ἔδωκεν ὁ Θεὸς αὐτοῖς τὸ Πνεῦμα τὸ ἅγιον, ὡς καὶ ἡμῖν. Τοῦτό ἐστιν ὅ φησιν, Ἐν Πνεύματι, ὅτι διὰ Πνεύματος ἠξίωσεν ὁ Θεὸς λαβεῖν αὐτοὺς τὴν χάριν. Ἔλεγον μὲν οὖν οἱ προφῆται, οὕτω δὲ ἀκριβῶς οὐκ ᾔδεσαν, ὅπου γε οὐδὲ οἱ ἀπόστολοι μετὰ τὸ ἀκοῦσαι· πολὺ γὰρ ὑπερέβαινεν ἀνθρώπινον λογισμὸν καὶ ἐλπίδα κοινήν. Εἶναι τὰ ἔθνη συγκληρονόμα καὶ σύσσωμα καὶ συμμέτοχα. Τί ἐστι, Συγκληρονόμα καὶ συμμέτοχα τῆς 62.46 ἐπαγγελίας, καὶ σύσσωμα; Τοῦτό ἐστι τὸ μέγα, τὸ ἓν σῶμα εἶναι, ἡ ἐγγύτης ἡ πολλή. Ὅτι μὲν γὰρ κληθήσεται, ᾔδεσαν, ὅτι δὲ ἐπὶ τούτοις, οὐκέτι. Τοῦτο τοίνυν καλεῖ μυστήριον τῆς ἐπαγγελίας. Μετεῖχον οἱ Ἰσραηλῖται, συμμετεῖχον δὲ καὶ τὰ ἔθνη τῆς ἐπαγγελίας τοῦ Θεοῦ. Ἐν τῷ Χριστῷ διὰ τοῦ εὐαγγελίου. Τουτέστι, τῷ πεμφθῆναι καὶ πρὸς αὐτοὺς, καὶ τῷ πιστεῦσαι· οὐ γὰρ ἁπλῶς, ἀλλὰ, ∆ιὰ τοῦ εὐαγγελίου. Ἀλλὰ τοῦτο μὲν οὐδὲν μέγα, μικρὸν γὰρ, καὶ ἄλλο μεῖζον ἡμῖν ἀποκαλύπτει, ὅτι οὐ μόνον ἄνθρωποι, ἀλλ' οὐδὲ ἄγγελοι, οὐδὲ ἀρχάγγελοι, οὐδὲ ἄλλη τις κτιστὴ δύναμις ᾔδει τοῦτο· μυστήριον γὰρ ἦν τοῦτο, καὶ οὐκ ἀπεκαλύφθη τινί. Τὴν σύνεσίν μου, φησὶ, νοῆσαι. Τοῦτο αἰνίττεται ἴσως, ὃ ἐν ταῖς Πράξεσιν εἶπεν αὐτοῖς, ὅτι τις ἡ σύνεσις αὐτοῦ, ὅτι καὶ τὰ ἔθνη προσκαλεῖται. Ταύτην ἑαυτοῦ λέγει σύνεσιν τὴν τοῦ μυστηρίου, ὃ εἶπεν, ὅτι ἐν ἑαυτῷ κτίσει εἰς ἕνα καινὸν ἄνθρωπον. Ἀπὸ γὰρ ἀποκαλύψεως ἔμαθεν, ὅτι οὐ δεῖ βδελύττεσθαι τὰ ἔθνη, καὶ οὗτος καὶ Πέτρος· καὶ τοῦτο ἐν τῇ ἀπολογίᾳ αὐτοῦ φησιν. Οὗ ἐγενόμην διάκονος κατὰ τὴν δωρεὰν τῆς χάριτος τοῦ Θεοῦ τὴν δοθεῖσάν μοι κατὰ τὴν ἐνέργειαν τῆς δυνάμεως αὐτοῦ. Εἶπεν, ὅτι ∆έσμιός εἰμι, ἀλλὰ πάλιν τὸ ὅλον αὐτοῦ εἶναί φησι, Κατὰ τὴν δωρεὰν τῆς χάριτος αὐτοῦ, λέγων· κατὰ δύναμιν γὰρ δωρεᾶς γέγονε τὸ ἀξίωμα τῆς τιμῆς ταύτης. Ἀλλ' οὐκ ἤρκει ἡ δωρεὰ, εἰ μὴ καὶ δύναμιν ἐνέθηκεν. Ὄντως γὰρ δυνάμεως μεγάλης, καὶ οὐκ ἤρκει ἀνθρωπίνη σπουδή. Τρία γὰρ εἰσήνεγκεν εἰς τὸ κήρυγμα, προθυμίαν ζέουσαν καὶ παράβολον, ψυχὴν πᾶν ὁτιοῦν ὑπομεῖναι ἕτοιμον, καὶ σύνεσιν καὶ σοφίαν· οὐ γὰρ ἤρκει τὸ φιλοκίνδυνον, ὁ βίος ἄληπτος, εἰ μὴ καὶ δύναμιν Πνεύματος ἔλαβε. Καὶ θέα ἀπ' αὐτοῦ πρώτου, μᾶλλον δὲ ἄκουε αὐτοῦ γράφοντος· Ἵνα μὴ μωμηθῇ ἡ διακονία