28
πλέον τῆς τοῦ πα τρὸς ζωῆς διεμέτρησε, μηδενὸς διαστήματος χρονικοῦ προ επινοουμένου τῆς τοῦ μονογενοῦς ὑποστάσεως. 1.1.172 Καίτοι εἰ καὶ τοῦτο ἦν (εἰρήσθω γὰρ καθ' ὑπόθεσιν τέως), ἡ τῷ χρόνῳ προήκουσα τῆς μεταγενεστέρας οὐσίας τί μᾶλλον ἔχει τὸ εἶναι, κατ' αὐτὸν λέγω τὸν τοῦ εἶναι λόγον, ὥστε τὴν μὲν 20ἀνωτάτω καὶ κυρίαν20 λέγειν, τὴν δὲ μὴ οὕτως ἔχειν; τοῦ γὰρ προγενεστέρου πρὸς τὸ νεώ τερον ὁ μὲν χρόνος τῆς ζωῆς πλείων ἐστίν, ἡ δὲ οὐσία 1.1.173 παρὰ τοῦτο οὔτε πλέον οὔτε ἔλαττον ἔχει. σαφέστερον δὲ τοῦτο καὶ δι' ὑποδειγμάτων γενήσεται. τί ἔλαττον εἶχε τοῦ Ἀβραὰμ κατὰ τὸν τῆς οὐσίας λόγον ὁ μετὰ δεκατέσσαρας γενεὰς ἀναδειχθεὶς ∆αβίδ; ἆρά τι μετεποιήθη τῆς ἀνθρω πότητος ἐπὶ τούτου καὶ ἧττον ἄνθρωπος ἦν, ὅτι τῷ χρόνῳ μεταγενέστερος; καὶ τίς οὕτως ἠλίθιος ὥστε τοῦτο εἰπεῖν; 1.1.174 εἷς γὰρ ἐφ' ἑκατέρων τῆς οὐσίας ὁ λόγος, οὐδὲν τῇ παρόδῳ τοῦ χρόνου συναλλοιούμενος. οὐδ' ἄν τις εἴποι τὸν μὲν μᾶλλον ἄνθρωπον εἶναι διὰ τὸ προήκειν τῷ χρόνῳ, τὸν δὲ ἔλαττον μετέχειν τῆς φύσεως, ὅτι μεθ' ἑτέρους τῇ ζωῇ ἐπεδήμησεν, ὥσπερ ἢ προαναλωθείσης ἐν τοῖς προλαβοῦσιν τῆς φύσεως, ἢ τοῦ χρόνου τὴν δύναμιν ἐν τοῖς παρῳχηκόσι 1.1.175 προδαπανήσαντος. οὐδὲ γὰρ ἐπὶ τῷ χρόνῳ ἔστιν ἀφορίζειν ἑκάστῳ τὰ μέτρα τῆς φύσεως, ἀλλὰ αὐτὴ μὲν ἐφ' ἑαυτῆς μένει διὰ τῶν ἐπιγινομένων ἑαυτὴν συντηροῦσα· ὁ δὲ χρόνος φέρεται κατὰ τὸν ἴδιον τρόπον εἴτε περιέχων εἴτε καὶ παραρρέων τὴν φύσιν παγίαν καὶ ἀμετάθετον ἐν τοῖς ἰδίοις 1.1.176 μένουσαν ὅροις. οὐκοῦν οὐδὲ εἰ τῷ χρόνῳ δοθείη τὸ πλέον ἔχειν, καθὼς ὁ λόγος ὑπέθετο, κυρίως τῷ πατρὶ μόνῳ τὸ ἀνώτατον τῆς οὐσίας προσμαρτυρήσουσι· μηδεμιᾶς δὲ οὔσης τῆς κατὰ τὰ πρεσβεῖα τοῦ χρόνου διαφορᾶς (πῶς γὰρ ἄν τις ἐπὶ τῆς προαιωνίου φύσεως τὸ τοιοῦτον ἐπινοήσειε, παντὸς διαστήματος μετρητικοῦ κάτω τῆς θείας φύσεως εὑρισκομένου) τίς καταλείπεται λόγος τοῖς ἐπιχειροῦσι τὴν πρόχρονόν τε καὶ ἀκατάληπτον οὐσίαν τῇ πρὸς τὸ ἄνω καὶ κάτω διαφορᾷ διασχίζειν; 1.1.177 Ἀλλ' οὐδεμίαν ἀμφιβολίαν ὁ λόγος ἔχει, ὅτι συνη γορία τοῦ Ἰουδαϊκοῦ δόγματός ἐστι τὸ παρὰ τούτων δογ ματιζόμενον, μόνην ὑφεστάναι τοῦ πατρὸς τὴν οὐσίαν ἐν δεικνυμένων, ἣν μόνην κυρίως εἶναι διισχυρίζονται, τὴν δὲ τοῦ υἱοῦ καὶ τοῦ πνεύματος ἐν τοῖς μὴ οὖσι λογιζομένων. 1.1.178 πᾶν γὰρ τὸ μὴ κυρίως ὂν ἐν ῥήματι μόνῳ καὶ καταχρήσει συνηθείας εἶναι λέγεται, ὥσπερ καὶ ἄνθρωπος ὀνομάζεται οὐχ ὁ διὰ μιμήσεως ἐπὶ τῆς εἰκόνος δεικνύμενος, ἀλλ' ὁ κυρίως λεγόμενος. οὗτος οὐχ ὁμοίωμα τοῦ ἀνθρώπου, ἀλλὰ τὸ ἀρχέτυπόν ἐστι τοῦ ὁμοιώματος· ἡ δὲ εἰκὼν μέ χρις ὀνόματος ἄνθρωπος καὶ διὰ τοῦτο οὐκ ἔχει τὸ κυρίως λέγεσθαι ὅπερ λέγεται, ὅτι οὐκ ἔστι τῇ φύσει ὃ ὀνομάζεται. 1.1.179 καὶ ἐνταῦθα τοίνυν εἰ μόνου τοῦ πατρὸς ἡ οὐσία κυρίως λέγεται, ἡ δὲ τοῦ υἱοῦ καὶ τοῦ πνεύματος οὐκέτι, τί ἄλλο ἢ οὐχὶ ἄρνησίς ἐστι περιφανὴς τοῦ σωτηρίου κηρύγματος; οὐκοῦν ἀπὸ τῆς ἐκκλησίας ἐπὶ τὰς συναγωγὰς τῶν Ἰου δαίων παλινδρομείτωσαν, ἐν τῷ μὴ διδόναι τὸν υἱὸν κυρίως εἶναι τὸ μηδὲ ὅλως εἶναι κατασκευάζοντες· τὸ γὰρ ἄκυρον τῷ ἀνυπάρκτῳ ταὐτόν ἐστιν. 1.1.180 Ἐπεὶ δὲ καὶ σοφὸς εἶναι τὰ τοιαῦτα βούλεται καὶ διαπτύει τοὺς ἄνευ λογικῆς ἐντρεχείας ἐπιχειροῦντας τῷ γράφειν, εἰπάτω τοῖς καταφρονουμένοις ἡμῖν, ἐκ ποίας σο 1.1.181 φίας τὸ μᾶλλόν τε καὶ ἧττον τῆς οὐσίας ἐγνώρισε. τις <ὁ> λόγος ὁ τὴν τοιαύτην διαφορὰν παραστήσας, ὅτι οὐσία τις ἑτέρας οὐσίας μᾶλλον ἔστι; κατ' αὐτὸ λέγω τὸ σημαι νόμενον τῆς οὐσίας· μὴ γὰρ δὴ προφερέτω τὰς τῶν ποιοτή των ἢ τὰς τῶν ἰδιωμάτων διαφοράς, ὅσαι περὶ τὴν οὐσίαν τῷ λόγῳ τῆς ἐπινοίας καταλαμβάνονται, ἄλλο τι παρὰ τὸ 1.1.182 ὑποκείμενον οὖσαι. οὐ γὰρ ἀτμῶν ἢ χρωμάτων ἢ βά ρους ἢ δυνάμεως ἢ ἀξιώματος ἢ τρόπων καὶ ἤθους δια φορὰς ἢ εἴ τι ἄλλο περί τε σῶμα καὶ ψυχὴν θεωρεῖται, ταῦτα πρόκειται νῦν ἐξετάζειν, ἀλλ' αὐτὸ λέγω τὸ ὑποκεί μενον, ᾧ κυρίως τὸ τῆς οὐσίας ἐπικέκληται ὄνομα, εἴ τινα πρὸς ἄλλην οὐσίαν ἐν τῷ μᾶλλον εἶναι τὴν διαφορὰν ἔχει. ἀλλ' οὔπω μέχρι τοῦ νῦν