1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

28

ἁμαρτάνοντι ἔδωκε περισπασμὸν τοῦ προσθεῖναι καὶ συναγαγεῖν, τοῦ δοῦναι τῷ ἀγαθῷ πρὸ προσώπου τοῦ θεοῦ· ὅτι καί γε τοῦτο ματαιότης καὶ προαίρεσις πνεύματος. Ἡ μὲν οὖν διάνοια τῶν ἐφεξῆς γεγραμμένων καὶ ἡ κατὰ τὸ ἀκόλουθον προθεωρία αὕτη ἐστίν, ἣν δι' ὀλίγου νῦν παρεθέμεθα. καιρὸς δ' ἂν εἴη πάλιν ἐπαναλαβεῖν τὴν λέξιν καὶ προσαρμόσαι δι' ἀκριβείας τοῖς ῥητοῖς τὰ νοήματα. Καὶ ἔγνων καί γε ἐγώ, ὅτι συνάντημα ἓν συναντήσεται τοῖς πᾶσιν αὐτοῖς. καὶ εἶπα ἐγώ, ὡς συνάντημα τοῦ ἄφρονος καί γε ἐμοὶ συναντήσεται, καὶ ἵνα τί ἐσοφισάμην; τοῦτο δέ ἐστιν ἡ ἀντίθεσις, ἣν αὐτὸς ἑαυτῷ ἀντιτίθησι λέγων· εἰ ἕν ἐστιν ἐπ' ἀμφοτέρων τὸ τοῦ θανάτου συνάντημα καὶ οὐκ ἐξαιρεῖται τῆς τοῦ θανάτου μετουσίας ἡ ἀρετὴ τὸν ἐν σοφίᾳ γενόμενον, εἰς μάτην μοι γέγονεν ἡ περὶ τὴν σοφίαν σπουδή. ἡ δὲ πρὸς τὰ εἰρημένα τοῦ λόγου ἀπάντησις ποία; Ἐγώ, φησί, τοῦτο περισσὸν ἐλάλησα ἐν τῇ καρδίᾳ μου, ὅτι ἄφρων ἐκ περισσεύματος λαλεῖ, ὅτι καί γε τοῦτο ματαιότης. ὅτι οὐκ ἔστι μνήμη τοῦ σοφοῦ μετὰ τοῦ ἄφρονος εἰς αἰῶνα. κατα γινώσκει γὰρ ὡς περιττῶς τε καὶ μὴ ἀκολούθως τῆς ἀντιθέ σεως ταύτης ὑπενεχθείσης καὶ ἄφρονα ὀνομάζει τὸν λόγον, 5.365 ὃς οὐχὶ τῶν ἀποθέτων ἐστὶν οὐδὲ ἔνδοθεν ἐκ τῶν ταμιείων τῆς σοφίας προφέρεται, ἀλλ' ὥσπερ τι περίττωμα τῆς διανοίας ἐστὶν ἀφροῦ δίκην ἀποπτυόμενος. Ἄφρων γάρ, φησίν, ἐκ περισσεύματος λαλεῖ, τὸ δὲ οὕτω χρῆσθαι τῷ λόγῳ μάταιόν τε καὶ εἰς οὐδέν ἐστι πλέον, πρὸς οὐδὲν γὰρ ἕτερον τοῦ λόγου τὴν σπουδὴν ἔχοντος, ἢ πεῖσαι μὴ πρὸς τὰ φαινόμενα βλέπειν. ἐκ τῶν ὁρωμένων ποιεῖται ὁ ἀντιλέγων τὴν μάχην· καὶ γὰρ καὶ ὁ θάνατος τῶν φαινομένων ἐστίν· τί δήποτε λέγων; οὐκ ἐν τούτῳ τοῦ ἐναρέτου τε καὶ τοῦ πονηροῦ βίου ἡ κρίσις γίνεται, ὡς δέον μόνον τὸν πονηρὸν τεθνάναι τῷ σώματι, τὸν δὲ ἀγαθὸν μένειν τοῦ σωματικοῦ θανάτου ἀπείρατον; οὐκ εἰδώς, ἐν τίνι ἐστὶ τῆς ἀρετῆς τὸ ἀθάνατον καὶ τίς τῶν ἐν κακίᾳ ζώντων ὁ θάνατος. τοῦ μὲν γὰρ σοφοῦ, φησίν, ἡ μνήμη διὰ παντὸς ζῇ καὶ παντὶ τῷ αἰῶνι συμπαρα τείνεται, τῷ δὲ ἄφρονι συναπεσβέσθη καὶ τὸ μνημόσυνον. περὶ γὰρ τῶν τοιούτων φησὶ καὶ ὁ προφήτης, ὅτι Ἀπώλετο τὸ μνημόσυνον αὐτῶν περιφανῶς καὶ ἐκδήλως· τοῦτο γὰρ ἡ τοῦ Ἤχου προσθήκη ἐνδείκνυται. Οὐκ ἔστιν οὖν, φησί, μνήμη τοῦ σοφοῦ μετὰ τοῦ ἄφρονος εἰς αἰῶνα, ἀλλὰ τοῦ μὲν σοφοῦ ἡ ζωὴ διαιωνίζει διὰ τῆς μνήμης, τὸν δὲ ἄφρονα 5.366 διαδέχεται λήθη· ἐν γὰρ ταῖς ἐρχομέναις ἡμέραις τὰ πάντα τοῦ ἄφρονος ἐν λήθῃ γίνεται, οὑτωσὶ λέγων τῷ ῥήματι· Καθό τι ἤδη αἱ ἡμέραι αἱ ἐρχόμεναι τὰ πάντα ἐπελήσθη. εἰ οὖν ὁ μὲν σοφὸς ζῇ τῇ σοφίᾳ, ὁ δὲ ἄφρων τῷ θανάτῳ τῆς λήθης ἐνη φανίσθη, πῶς, φησί, λέγεις, ὅτι ἀποθανεῖται ὁ σοφὸς μετὰ τοῦ ἄφρονος; διὰ τοῦτο τοῖς κατὰ τὴν ζωὴν ταύτην ἐσπουδασμέ νοις αὐτῷ ἀλγύνεται καὶ ἐπαισχύνεται καὶ μισεῖν λέγει πάντα, ὅσα αὐτῷ πρὸς τὴν ζωὴν ταύτην διεσπουδάσθη, ὅμοιον πάσχων ὥσπερ ἂν εἴ τις πεφαρμακωμένου μέλιτος ἀναιδῶς ἐμφορηθεὶς ἐκ λαιμαργίας, εἶτα εἰς χυμὸν αὐτῷ πονηρὸν τῆς λιχνείας μεταβληθείσης ἐν τῷ ἐμέτῳ λάβοι τοῦ ἀνακεκρα μένου φαρμάκου τὴν αἴσθησιν τοῦ συνεκπτυομένου μετὰ τοῦ μέλιτος, καὶ διὰ τοῦτο τῇ μνήμῃ τῆς ἀηδίας μισῶν τὸ μέλι, οὗ ἡ πλησμονὴ διὰ τοῦ φαρμάκου τὴν ἀνατροπὴν κατειργά σατο. τούτου χάριν ὁ μέχρι κόρου τῶν πρὸς τρυφὴν σπουδαζο μένων ἑαυτὸν ἐμπλήσας ἐν τῷ τῆς ἐξαγορεύσεως ἐμέτῳ καθάπερ τινὸς δηλητηρίου ποιότητα τὴν ἐπὶ τοῖς πεπραγμένοις αἰσχύνην σικχανθείς τε καὶ βδελυξάμενος μισεῖν βοᾷ τὴν ζωὴν ἐκείνην, λέγων οὑτωσὶ κατὰ τὴν λέξιν, ὅτι Καὶ ἐμίσησα σὺν τὴν ζωήν, ὅτι πονηρὸν ἐπ' ἐμὲ τὸ ποίημα τὸ πεποιημένον 5.367 ὑπὸ τὸν ἥλιον. οὐ γὰρ ἄλλῳ τινί, φησίν, ἀλλ' ἐμαυτῷ γέγονα πονηρός, οἷς ἐποίησα ὑπὸ τὸν ἥλιον. ἕστηκε γάρ μοι τῶν γενομένων οὐδέν, ἀλλ' οἴησις ἦν πάντα τὰ σπουδαζόμενα καὶ ὁρμὴ προαιρέσεως. Τὰ γὰρ πάντα ματαιότης, φησί, καὶ προαίρεσις πνεύματος. καὶ ἄλλως λέγει μίσους ἀξίαν εἶναι τὴν ὧδε σπουδήν, ὅτι μὴ ἑαυτῷ τις, ἀλλὰ τῷ μεθ' ἑαυτὸν πονεῖ, ὅπερ ἂν ἐν τῇ ζωῇ ταύτῃ κατὰ σπουδὴν ἐνεργήσας τύχῃ, νεώρια, λιμένας, τὰς