29
πάλιν «ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή». καὶ αὖθις «θυσία τῷ θεῷ πνεῦμα συντετριμμένον». 1.10.35 Πάντα δὴ οὖν ταῦτα ἐξ αἰῶνος τεθεσπισμένα διὰ τῆς εὐαγγελικῆς τοῦ σωτῆρος ἡμῶν διδασκαλίας κατὰ τὸν παρόντα καιρὸν πρὸς ἁπάντων τῶν ἐθνῶν ἐκτελεῖται, ἀληθείας ἐπιμαρτυρούσης τῇ προφητικῇ φωνῇ, δι' ἧς τὰς κατὰ Μωσέα θυσίας ὁ θεὸς παραιτησάμενος τὸ μέλλον ἔσεσθαι καθ' ἡμᾶς αὐτοὺς θεσπίζει λέγων· «διότι ἀπὸ ἀνατολῶν ἡλίου καὶ μέχρι δυσμῶν τὸ ὄνομά μου δεδόξασται ἐν τοῖς ἔθνεσι καὶ ἐν παντὶ τόπῳ θυμίαμα προσάγεται τῷ ὀνόματί μου καὶ θυσία καθαρά». 1.10.36 Θύομεν δῆτα τοιγαροῦν τῷ ἐπὶ πάντων θεῷ «θυσίαν αἰνέσεως»· θύομεν τὸ ἔνθεον καὶ σεμνὸν καὶ ἱεροπρεπὲς θῦμα· θύομεν καινῶς κατὰ τὴν καινὴν διαθήκην «τὴν καθαρὰν θυσίαν». θυσία δὲ τῷ θεῷ πνεῦμα συντετριμμένον εἴρηται· «καρδίαν γοῦν συντετριμμένην καὶ τεταπεινωμένην ὁ θεὸς οὐκ ἐξουδενώσει». 1.10.37 καὶ δὴ καὶ θυμιῶμεν τὸ προφητικὸν θυμίαμα, ἐν παντὶ τόπῳ προσκομίζοντες αὐτῷ τὸν εὐώδη καρπὸν τῆς παναρέτου θεολογίας, διὰ τῶν πρὸς αὐτὸν εὐχῶν ἀναφέροντες. τοῦτό τοι καὶ ἄλλος διδάσκει προφήτης, ὁ φήσας· «γενηθήτω ἡ προσευχή μου ὡς θυμίαμα ἐνώπιόν σου». 1.10.38 οὐκοῦν καὶ θύομεν καὶ θυμιῶμεν· τοτὲ μὲν τὴν μνήμην τοῦ μεγάλου θύματος κατὰ τὰ πρὸς αὐτοῦ παραδοθέντα μυστήρια ἐπιτελοῦντες, καὶ τὴν ὑπὲρ σωτηρίας ἡμῶν εὐχαριστίαν δι' εὐσεβῶν ὕμνων τε καὶ εὐχῶν τῷ θεῷ προσκομίζοντες, τοτὲ δὲ σφᾶς αὐτοὺς ὅλως καθιεροῦντες αὐτῷ, καὶ τῷ γε ἀρχιερεῖ αὐτοῦ λόγῳ αὐτῷ σώματι καὶ ψυχῇ ἀνακείμενοι. 1.10.39 διὸ πάσης μὲν αἰσχρουργίας τὸ σῶμα ἄχραντον καὶ ἀμίαντον αὐτῷ φυλάττειν ἀσκοῦμεν, παντὸς δὲ πάθους καὶ κηλῖδος ἁπάσης τῆς ἀπὸ κακίας κεκαθαρμένην τὴν διάνοιαν αὐτῷ προσκομίζομεν, λογισμοῖς τε ἀδιαπτώτοις καὶ ἀπλάστῳ διαθέσει δόγμασί τε ἀληθείας εὐσεβοῦμεν αὐτόν. ἀρεστὰ γὰρ αὐτῷ ταῦτα εἶναι μᾶλλον ἢ θυσιῶν πλῆθος αἵματι καὶ καπνῷ καὶ κνίσεσιν ἐπιτελουμένων πεπαιδεύμεθα. 2.Pin.t Τάδε ἔνεστιν ἐν τῷ δευτέρῳ συγγράμματι τῆς περὶ τοῦ σωτῆρος ἡμῶν εὐαγγελικῆς ἀποδείξεως. 2.Pin.1 αʹ. Ὅτι μὴ ὡς ἔτυχεν μηδὲ μάτην τὰς παρ' Ἑβραίοις προφητικὰς βίβλους διὰ πάσης σπουδῆς περιέπομεν. 2.Pin.2 βʹ. Ὅπως τὰ χρηστότερα περὶ ἡμῶν τῶν ἀλλοφύλων ἐθνῶν προλαβόντες οἱ παρ' αὐτοῖς προφῆται ἐκήρυττον. αʹ. Ἀπὸ τῆς Γεννέσεως. βʹ. Ἀπὸ τῆς αὐτῆς. γʹ. Ἀπὸ τῆς αὐτῆς. δʹ. Ἀπὸ τοῦ ∆ευτερονομίου. εʹ. Ἀπὸ τοῦ καʹ Ψαλμοῦ. ϛʹ. Ἀπὸ τοῦ μϛʹ Ψαλμοῦ. ζʹ. Ἀπὸ τοῦ πεʹ Ψαλμοῦ. ηʹ. Ἀπὸ τοῦ ϛεʹ Ψαλμοῦ. θʹ. Ἀπὸ τοῦ Ζαχαρίου. ιʹ. Ἀπὸ τοῦ Ἡσαΐου. ιαʹ. Ὁμοίως. 2.Pin.3 γʹ. Ὅπως οἱ αὐτοὶ ἐπὶ τῇ τοῦ Χριστοῦ παρουσίᾳ τὴν τοῦ πάλαι παρὰ Ἑβραίοις μόνου γιγνωσκομένου θεοῦ γνῶσιν τε καὶ εὐσέβειαν πάντα τὰ ἔθνη μαθήσεσθαι προεθέσπιζον. ιβʹ. Ἀπὸ τοῦ βʹ Ψαλμοῦ. ιγʹ. Ἀπὸ τοῦ οαʹ Ψαλμοῦ. ιδʹ. Ἀπὸ τοῦ ϛζʹ Ψαλμοῦ. ιεʹ. Ἀπὸ τῆς Γεννέσεως. ιϛʹ. Ἀπὸ τοῦ Σοφονίου. ιζʹ. Ἀπὸ τοῦ αὐτοῦ. ιηʹ. Ἀπὸ τοῦ Ζαχαρίου. ιθʹ. Ἀπὸ τοῦ Ἡσαΐου. κʹ. Ἀπὸ τοῦ αὐτοῦ. καʹ. Ὁμοίως. κβʹ. Ὁμοίως. κγʹ. Ὁμοίως ἀπὸ τοῦ αὐτοῦ. 2.Pin.4 δʹ. Ὅπως ἐπὶ τῇ τῶν ἐθνῶν κλήσει τῇ διὰ τοῦ Χριστοῦ γενομένῃ ἀπόπτωσις ἔμελλεν ἔσεσθαι τῆς κατὰ θεὸν εὐσεβείας τῷ Ἰουδαίων ἔθνει. κδʹ. Ἀπὸ τοῦ Ἱερεμίου. κεʹ. Ἀπὸ τοῦ αὐτοῦ. κϛʹ. Ἀπὸ τοῦ Ἀμώς. κζʹ. Ἀπὸ τοῦ Μιχαίου. κηʹ. Ἀπὸ τοῦ Ζαχαρίου. κθʹ. Ἀπὸ τοῦ Μαλαχίου. λʹ. Ἀπὸ τοῦ Ἡσαΐου. λαʹ. Ἀπὸ τοῦ αὐτοῦ. λβʹ. Ὁμοίως. λγʹ. Ὁμοίως. λδʹ. Ὁμοίως. λεʹ. Ὁμοίως. 2.Pin.5 εʹ. Ὅτι μὴ εἰς ἅπαν τὸ Ἰουδαίων ἔθνος ἀλλ' εἰς ὀλίγους αὐτῶν διήκει τὰ τῶν θείων ἐπαγγελιῶν. λϛʹ. Ἀπὸ τοῦ Ἡσαΐου. λζʹ. Ἀπὸ τοῦ αὐτοῦ. ληʹ. λθʹ. μʹ. μαʹ. μβʹ. μγʹ. μδʹ. μεʹ. μϛʹ. μζʹ. μηʹ. μθʹ. Ἀπὸ τοῦ αὐτοῦ ὁμοίως. νʹ. Ἀπὸ τοῦ Μιχαίου. ναʹ. Ἀπὸ τοῦ αὐτοῦ. νβʹ. Ἀπὸ τοῦ Σοφονίου. νγʹ. Ἀπὸ τοῦ Ζαχαρίου. νδʹ. Ἀπὸ τοῦ Ἱερεμίου. νεʹ. Ἀπὸ τοῦ αὐτοῦ. νϛʹ. Ἀπὸ τοῦ Ἰεζεκιήλου. νζʹ. Ἀπὸ τοῦ αὐτοῦ. νηʹ. Ἀπὸ τοῦ αὐτοῦ. νθʹ. Ἀπὸ τοῦ αὐτοῦ. ξʹ. Ἀπὸ τοῦ αὐτοῦ. 2.t.1 Βιβλίον βʹ. Τὸν διὰ τῆς εὐαγγελικῆς