29
ἀκηκόαμεν δύο τινῶν ὁμολογου μένων εἶναι, ἕως ἂν ἀμφότερα ᾖ, τὸ μέν τι μᾶλλον, τὸ δ' ἔλαττον εἶναι· ἔστι γὰρ ὁμοίως ἑκάτερον, ἕως ἂν ᾖ, καθὸ ἔστιν, ὑπεξῃρημένου, καθὼς προείρηται, τοῦ κατὰ τὸ προτι μότερον ἢ διαρκέστερον λόγου. 1.1.183 Εἰ μὲν οὖν οὐ δίδωσιν ὅλως ἐν οὐσίᾳ τὸν μονογενῆ θεω ρεῖσθαι (πρὸς τοῦτο γὰρ ἔοικε λεληθότως αὐτῷ κατο λισθαίνειν ὁ λόγος), ὁ μὴ διδοὺς αὐτῷ τὸ κυρίως εἶναι μηδὲ τὸ ἧττον ἐπ' αὐτοῦ συγχωρείτω. εἰ δὲ ἐνούσιον δύ ναμιν ὁμολογεῖ τὸν υἱὸν ὁπωσοῦν ὑποστάντα (οὔπω γὰρ περὶ τούτου διαμαχόμεθα), τί πάλιν ἀφαιρεῖται ὃ δίδωσι τὸν ὁμο λογηθέντα εἶναι, τὸ μὴ κυρίως εἶναι κατασκευάζων, ὅπερ 1.1.184 ἴσον ἐστί, καθὼς εἴρηται, τῷ μηδὲ ὅλως εἶναι; ὡς γὰρ οὐκ ἔστιν ἄνθρωπον εἶναι, ᾧ μὴ τελείως ὁ κατὰ τὸ ὄνομα λόγος ἐφήρμοσται, τῷ δὲ ἐλλείποντι τῶν ἰδιωμάτων ὅλος ὁ τῆς οὐσίας αὐτῷ συνδιαγράφεται λόγος, οὕτω καὶ ἐπὶ παντὸς πράγματος, ᾧ μὴ τελείως μήτε κυρίως τὸ εἶναι προσμαρτυρεῖται, οὐδεμίαν ἀπόδειξιν ἔχει τῆς ὑποστάσεως ἡ μερικὴ τοῦ εἶναι συγκατάθεσις, ἀλλὰ τὴν καθόλου τοῦ ὑποκειμένου ἀναίρεσιν κατασκευάζει ἡ περὶ τοῦ μὴ τελείως 1.1.185 εἶναι κατασκευή. ὥστε εἰ μὲν εὖ φρονεῖ, πρὸς τὴν εὐσεβῆ διάνοιαν μεταθέσθω, τὸ ἧττον καὶ τὸ ἄκυρον ἐπὶ τῆς οὐσίας τοῦ μονογενοῦς τε καὶ τοῦ ἁγίου πνεύματος ὑφελὼν ἐκ 1.1.186 τοῦ δόγματος. εἰ δὲ ἀσεβεῖν ἔγνωκε πάντως, [ὡς] ἔγωγε οὐκ οἶδα ἀνθ' ὅτου καὶ βούλεται τὸν κτίστην ἑαυτοῦ καὶ θεὸν καὶ εὐεργέτην διὰ βλασφημίας ἀμείβεσθαι. τὴν γοῦν τοῦ δοκεῖν τις εἶναι κατὰ τὴν παίδευσιν ὑπόνοιαν ζημιούσθω, ἀμαθῶς οὐσίαν ὑπερτιθεὶς οὐσίας καὶ τὴν μὲν ἄνω τὴν δὲ κάτω κατὰ τὸν μὴ εὑρισκόμενον λόγον ἀποφαινόμενος καὶ τῇ μὲν τὸ κύριον τῇ δὲ τὸ μὴ τοιοῦτον προσμαρτυρῶν. οὔτε γὰρ τῶν ἔξω τῆς πίστεως πεφιλοσοφηκότων ἔγνωμέν τινα τοῦτο ληρήσαντα, οὔτε ταῖς θεοπνεύστοις φωναῖς οὔτε ταῖς κοιναῖς ἐννοίαις τὸ τοιοῦτο συμβαίνει. 1.1.187 Τὸν μὲν οὖν σκοπὸν τῆς τῶν ὀνομάτων τούτων ἐπι νοίας ἱκανῶς ἐκ τῶν εἰρημένων οἴομαι πεφανερῶσθαι, ὅτι καθάπερ ὁρμητήριον ἢ θεμέλιον τῆς πάσης ἑαυτοῦ περὶ τὸ δόγμα κακουργίας τὰ ῥήματα ταῦτα προϋποβάλλεται, ἵνα κατασκευάσας τὸ μόνην τὴν μίαν οὐσίαν 20ἀνωτάτω τε καὶ κυριωτάτην20 νομίζειν ῥᾳδίως κατατρέχῃ τῶν ἄλ 1.1.188 λων ὡς ἐν τοῖς κάτω καὶ μὴ κυρίως θεωρουμένων. δεί κνυσι δὲ τοῦτο μάλιστα διὰ τῶν ἑξῆς, ἐν οἷς τὰ δοκοῦντα περὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος διαλεγόμενος οὐκ ἐπὶ τῶν ὀνομάτων ἔρχεται τούτων, ἵνα μή, καθὼς προεῖπον, τὸ οἰκεῖον τῆς φύσεως αὐτῶν ταῖς προσηγορίαις καὶ μὴ βουλόμενος παραστήσῃ, ἀλλ' ἀνώνυμον αὐτῶν ποιεῖται τὴν μνήμην ὁ δογματίζων ἀπὸ τῶν 20προσφυῶν ὀνομάτων20 καὶ ῥημάτων δεῖν τὰς τῶν ἀκουόντων διανοίας προσάγεσθαι. 1.1.189 καίτοι τί προσφυέστερον ὄνομα τοῦ παρ' αὐτῆς τῆς ἀλη θείας ὠνομασμένου; ἀλλ' ἀντιδογματίζει τοῖς εὐαγγελίοις οὐχ υἱὸν ὀνομάζων, ἀλλὰ 20τὴν δι' ἐκείνην μὲν οὖσαν, μετ' ἐκείνην δὲ πάντων τῶν ὄντων πρωτεύου σαν.20 τοῦτο δὲ ὅτι μὲν ἐπὶ καθαιρέσει τῆς εὐσεβοῦς περὶ τοῦ μονογενοῦς ὑπολήψεως λέγεται, ἐκ τῆς λοιπῆς αὐτοῦ 1.1.190 κατασκευῆς μᾶλλον φανερωθήσεται. ἐπεὶ δὲ μέσως ἔχειν δοκεῖ τὰ εἰρημένα, ὡς καὶ τὸν μηδὲν ἀσεβὲς περὶ τοῦ Χρι στοῦ λέγοντα χρήσασθαι ἄν ποτε τοῖς ῥήμασι τούτοις, διὰ τοῦτο καὶ αὐτὸς τὸν περὶ τοῦ κυρίου λόγον νῦν ὑπερβήσομαι, ταῖς φανερωτέραις κατ' αὐτοῦ βλασφημίαις ταμιευσάμενος τὴν ἀντίρρησιν· περὶ δὲ τοῦ ἁγίου πνεύματος ἐπειδὴ φανερᾷ καὶ ἀπαρακαλύπτῳ χρῆται τῇ βλασφημίᾳ, λέγων ἀσύντακτον εἶναι πατρὶ καὶ υἱῷ, ἀμφοτέροις δὲ 20ὑποτεταγμένον20, ἤδη καθόσον ἂν οἷός τε ὦ, ἐξετάσω τὸν λόγον. 1.1.191 Τί τοίνυν τῆς ὑποταγῆς ἐστι τὸ σημαινόμενον καὶ ἐπὶ τίνων ἡ θεία γραφὴ τῷ τοιούτῳ προσχρῆται ῥήματι, πρῶ τον κατανοήσωμεν. τιμῶν τὸν ἄνθρωπον τῷ κατ' εἰκόνα γεγενῆσθαι τοῦ κτίσαντος πᾶσαν αὐτῷ τὴν ἄλογον φύσιν ὑπέταξεν ὁ κτίσας θεός, καθὼς ὁ μέγας ∆αβὶδ ἐν ὕμνοις 1.1.192 τὴν χάριν ταύτην διεξιὼν ἀνευφήμησε. Πάντα γάρ, φησίν, ὑπέταξεν ὑποκάτω τῶν ποδῶν αὐτοῦ, καὶ ἐπ' ὀνόματος μέμνηται τῶν ὑποτεταγμένων. ἔστι πάλιν ὑποταγῆς παρὰ τῇ θείᾳ