29
λαμπράς τε καὶ πολυτελεῖς τῶν ἐπάλξεών τε καὶ οἰκοδομημάτων κατασκευάς, προπύλαια καὶ πύργους καὶ κολοσσῶν ἀναστήματα τάς τε κατὰ γῆν φιλεργίας, ἄλση παντοδαπὰ καὶ λειμώνων κάλλη καὶ ἀμπελῶ νας μιμουμένους τὰ πελάγη τοῖς πλάτεσι καὶ εἴ τι ἄλλο τοιοῦτον πονεῖ μὲν ὅσπερ ἂν τύχῃ πονήσας, μετέχει δὲ ὁ μετ' ἐκεῖνον ἐπιδημῶν τῷ βίῳ. Ἄδηλον δὲ εἰ μὴ κακίας ὕλην τὴν περιουσίαν ποιήσεται. οὐ γὰρ πάντων ἐστὶ τὸ γνώσεως ἕνεκεν εἰς τὴν τῶν τοιούτων πεῖραν καθεῖναι τὴν αἴσθησιν. ὅπερ ἐγώ, φησίν, ὑπὸ σοφίας πεποίηκα. κατ' ἐξουσίαν οἷόν τινα πῶλον τὴν τῆς φύσεως ὁρμὴν μικρὸν ἀφεὶς ἐπισκιρτῆσαι τοῖς κάτω πάθεσι πάλιν ἀνεστόμωσα τῇ τῶν λογισμῶν ἡνίᾳ καὶ τῇ τοῦ νοῦ ἐξουσίᾳ 5.368 ὑπήγαγον. τίς οἶδε, φησίν, εἰ κἀκεῖνος ὅστις ποτὲ μεθ' ἡμᾶς ἐν τούτοις γενόμενος ἐξουσιάσει τῆς ἀπολαύσεως καὶ οὐκ αὐτὸς μᾶλλον κυριευθήσεται, οἷόν τι ἀνδράποδον τῇ δυναστείᾳ τῆς ἡδονῆς ὑποκύψας; διὰ τοῦτο, φησίν, ἐμίσησα ἐγὼ σύμ παντα τὸν μόχθον μου, ὃν ἐγὼ μοχθῶ ὑπὸ τὸν ἥλιον, ὅτι ἀφίω αὐτὸν τῷ ἀνθρώπῳ τῷ γενομένῳ μετ' ἐμέ. καὶ τίς οἶδεν, εἰ σοφὸς ἔσται ἢ ἄφρων καὶ εἰ ἐξουσιάσεται ἐν παντὶ μόχθῳ μου, ᾧ ἐμόχθησα καὶ ἐσοφισάμην ὑπὸ τὸν ἥλιον; ταύτην γὰρ οἶμαι τοῦ ῥητοῦ τούτου εἶναι τὴν ἔννοιαν, τὸ μὴ πάθει αὐτὸν πρὸς τὸν ἀπολαυστικὸν βίον κατολισθῆσαι, ἀλλά τινι λόγῳ σοφίας ἐπὶ τοῦτο ἐλθεῖν, ἐν ἐξουσίᾳ ποιούμενον τὴν μετουσίαν καὶ οὐκ αὐτὸν ὑπὸ τῆς δυναστείας ταύτης κατακρα τούμενον. τίς οὖν οἶδε, φησίν, εἰ μὴ ἐξουσιασθήσεται ὑπὸ τούτων ὁ μετ' ἐμέ, ἅπερ οὐ διὰ πάθους ἐγώ, ἀλλ' ὑπὸ σοφίας ἐμόχθησα; δηλοῖ γὰρ διὰ τοῦ μόχθον ὀνομάσαι τὴν τρυφήν, ὅτι βεβιασμένως οἷόν τινα δυσκαταγώνιστον ἆθλον τῆς ἡδονῆς τὴν μετουσίαν προσήκατο. καὶ τοῦτο οὖν, φησίν, ἐν τοῖς ματαίοις κατηριθμήσθω. καὶ ἄλλῳ δέ τινι λέγει τῶν ὧδε τὴν ἑαυτοῦ ψυχὴν ἀποτετάχθαι καὶ φανεροῖ τῷ λόγῳ ὃ βούλεται. διαβέβληται γὰρ πρὸς τὸν τῆς ὀρθῆς κρίσεως ἁμαρτάνοντα, ὅταν τις βλέπων ἐναργῆ τῶν ἐναντίων βίων τὴν διαφοράν, ἐξ ὧν ὁ μὲν περὶ τὴν ἀρετὴν πονεῖ καὶ πρὸς 5.369 οὐδὲν ἀνθρώπινον τὴν ἐπιθυμίαν κατάγει, ὁ δὲ ἕτερος κατὰ τὸ ἔμπαλιν πόνον μέν τινα τῶν ἐναρέτων οὐχ ὑπομένει, μόνοις δὲ τοῖς σωματικοῖς μόχθοις ἐγκατατρίβεται· ὅταν οὖν τις πρὸς τοῦτον φέρῃ τοῦ καλοῦ τὴν ψῆφον παρορῶν τὸν ἐν σοφίᾳ προέχοντα, οὐ μόνον ματαίαν, ἀλλὰ καὶ πονηρὰν τὴν ἄδικον ταύτην ἀποφαίνεται κρίσιν. λέγει δὲ τοῖς ῥήμασιν οὕτως· Καὶ ἐπέστρεψα, φησίν, ἐγὼ τοῦ ἀποτάξασθαι τῇ καρδίᾳ μου πρὸς τῷ ἄλλῳ μόχθῳ, ᾧ ἐμόχθησα ὑπὸ τὸν ἥλιον. τί οὖν ἐστιν, ὃ ἀπεταξάμην; ὅτι ἔστιν ἄνθρωπος, ὅτι μόχθος αὐτοῦ ἐν σοφίᾳ καὶ ἐν γνώσει καὶ ἐν ἀνδρείᾳ, καὶ ἄλλος ἄνθρωπος οὐδὲν ἐν τοῖς τοιούτοις πονήσας. πῶς οὖν τις τὴν μερίδα τῆς προτιμήσεως τῷ τοιούτῳ προσθήσει; Καὶ ἄνθρωπος γάρ, φησίν, ᾧ οὐκ ἐμόχθησεν ἐν αὐτῷ, (τουτέστι τῷ μὴ μοχθήσαντι ἐν τῷ ἀγαθῷ) δώσει αὐτῷ μερίδα αὐτοῦ (ἀντὶ τοῦ· ἐν ἀγαθοῦ μοίρᾳ τὸν τοιοῦτον βίον ὁρίσεται). ἀλλὰ Ματαιότης, φησί, τοῦτο καὶ πονηρία μεγάλη. πῶς γὰρ οὐκ ἔστιν πονηρία μεγάλη, ὅταν γινώσκῃ τὴν ἐγκειμένην τῷ ἀνθρώπῳ περὶ τοὺς μόχθους σπουδὴν καὶ προαίρεσιν; τοῦτο γάρ ἐστιν, ἐν οἷς φησίν· Ὅτι γινώσκει τῷ ἀνθρώπῳ ἐν παντὶ μόχθῳ αὐτοῦ καὶ ἐν τῇ προαιρέσει καρδίας αὐτοῦ, ᾧ αὐτὸς μοχθεῖ ὑπὸ τὸν ἥλιον. τί οὖν ἐστιν ὃ γινώσκει; Ὅτι πᾶσαι, φησίν, αἱ ἡμέραι αὐτοῦ ἀλγημάτων καὶ θυμοῦ περι σπασμὸς αὐτοῦ, καί γε ἐν νυκτὶ οὐ κοιμᾶται ἡ καρδία αὐτοῦ. τῷ ὄντι γὰρ τοῖς εἰς τὸν περισπασμὸν τοῦτον τὴν ψυχὴν 5.370 ἀσχολοῦσιν ἐπαλγὴς μὲν ἡ ζωὴ οἷόν τισι κέντροις ταῖς τῶν πλειόνων ἐπιθυμίαις τὴν καρδίαν μαστίζουσα, ἐπώδυνος δὲ ἡ περὶ τὴν πλεονεξίαν σπουδή, οὐ τοσοῦτον οἷς ἔχει εὐφραινομένη, ὅσον ἀλγυνομένη τοῖς λείπουσιν· οἷς μερίζεται νυκτὶ καὶ ἡμέρᾳ ὁ πόνος καταλλήλως δι' ἑκατέρας αὐτῶν ἐνεργούμενος, τῆς μὲν ἡμέρας δαπανωμένης ἐν μόχθοις, τῆς δὲ νυκτὸς ἀποπεμπούσης τῶν ὀμμάτων τὸν ὕπνον· αἱ γὰρ τοῦ κέρδους φροντίδες τὸν ὕπνον ἐκκρούουσιν. ὁ οὖν πρὸς ταῦτα βλέπων πῶς οὐ καταψηφίζεται τῆς σπουδῆς ταύτης τὴν ματαιότητα; διὰ τοῦτο