1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

29

λέγοντος· Τοὺς ἁμαρτάνοντας ἐνώπιον πάντων ἔλεγχε)· τὸ τοὺς ἄρχοντας νοσεῖν· τῆς γὰρ κεφαλῆς οὐχ ὑγιαινούσης, πῶς ἂν τὸ λοιπὸν σῶμα εὔρωστον μένοι; Ὅρα γοῦν ἀνωμαλία νῦν ὅση. Οἱ μὲν γὰρ ὀρθῶς βιοῦντες, καὶ ὁπωσδήποτε παῤῥησίαν ἔχοντες, τὰς κορυφὰς τῶν ὀρέων κατειλήφασι, καὶ ἐκ μέσου 62.48 γεγόνασιν, ὥσπερ πολεμίου καὶ ἀλλοτρίου, ἀλλ' οὐχὶ οἰκείου σώματος ἀποσπώμενοι· φθόροι δὲ καὶ μυρίων γέμοντες κακῶν εἰσεπήδησαν εἰς τὰς Ἐκκλησίας· ὠνηταὶ γεγόνασιν αἱ ἀρχαί. Μυρία ἐντεῦθεν τίκτεται κακὰ, καὶ οὐδεὶς ὁ διορθούμενος, οὐδεὶς ὁ ἐπιτιμῶν· ἀλλ' ὁδόν τινα καὶ ἀκολουθίαν ἔλαβεν ἡ ἀταξία. Ἥμαρτέ τις, καὶ ἐνεκλήθη; Οὐ πρὸς τὸ δεῖξαι ἑαυτὸν ἀθῷον σπεύδει, ἀλλὰ πρὸς τὸ δυνηθῆναι κοινωνοὺς τῶν ἐγκλημάτων εὑρεῖν. Τί πάθω, ὅτι γέεννα ἠπείληται; Πιστεύσατέ μοι, ὡς εἰ μὴ ἐκεῖ τεταμίευτο τὴν κόλασιν ἡμῖν ὁ Θεὸς, τῶν Ἰουδαϊκῶν συμφορῶν μείζους ἂν εἴδετε καθ' ἑκάστην ἡμέραν τραγῳδίας. Τί γάρ; ἀλλὰ μὴ ὀργισθήτω μηδείς· οὐ γὰρ ὀνομαστὶ ἐρῶ· εἴ τις παραγενόμενος εἰς τὴν ἐκκλησίαν, ὑμᾶς τοὺς νῦν ὄντας ἐνθάδε παραστήσας, τοὺς μεθ' ἡμῶν ὄντας, ἐξέτασιν ἐποιεῖτο· μᾶλλον δὲ οὐ νῦν, ἀλλ' εἴ τις κατὰ τὴν ἡμέραν τοῦ πάσχα πάντας τοὺς προσιόντας καὶ λουομένους, μετὰ τὸ προσελθεῖν τοῖς μυστηρίοις ἐξήτασε σὺν ἀκριβείᾳ, πνεῦμα τοιοῦτον λαβὼν, ὥστε εἰδέναι τὰ πεπραγμένα αὐτοῖς μετὰ ἀκριβείας, πολλὰ ἂν εὑρέθη βαρύτερα τῶν Ἰουδαϊκῶν κακῶν. Καὶ γὰρ οἰωνιζομένους, καὶ φαρμακείαις καὶ κλῃδονισμοῖς καὶ ἐπῳδαῖς κεχρημένους, καὶ πεπορνευκότας, καὶ μοιχεύσαντας, καὶ μεθύσους, καὶ λοιδόρους εὗρεν ἄν. Πλεονέκτας δὲ οὐ βούλομαι λέγειν, μὴ καί τινων ἅψωμαι τῶν ἐνθάδε ἑστώτων. Τί δὲ, εἴ τις τοὺς ἐν τῇ οἰκουμένῃ προσιόντας ἅπαντας ἠρεύνησε, ποῖον οὐκ ἂν εὗρε πλημμέλημα; τί δὲ τοὺς ἄρχοντας; οὐχὶ χρημάτων ἐφιεμένους, οὐχὶ ἀρχὰς ὠνουμένους, οὐχὶ φθονεροὺς, οὐχὶ βασκάνους, οὐχὶ κενοδόξους, οὐχὶ λαιμάργους, καὶ χρημάτων δούλους; Τοσαύτης οὖν ἀσεβείας γινομένης, τί οὐχὶ προσδοκῆσαι χρὴ δεινόν; Καὶ ἵνα μάθητε ὅσῃ τιμωρίᾳ ὑπεύθυνοί εἰσιν οἱ τούτοις ἁλισκόμενοι τοῖς ἁμαρτήμασιν, ἐννοεῖτε τὰ παλαιά· εἷς ἔκλεψεν ἱερὰ χρήματα στρατιώτης ἄνθρωπος, καὶ πάντες ἀπώλοντο. Ἆρα ἴστε τὴν ἱστορίαν; Περὶ τοῦ Χαρμὶ λέγω τοῦ τὸ ἀνάθημα κλέψαντος. Καὶ τότε μὲν ὁ προφήτης ἔλεγεν, ὅτι Ἐνεπλήσθη ἡ χώρα αὐτῶν κλῃδονισμῶν, ὡς ἡ τῶν ἀλλοφύλων. Νῦν δὲ μυρία γέμει πανταχοῦ κακὰ, καὶ οὐδεὶς δέδοικε. Φοβηθῶμεν λοιπόν· οἶδεν ὁ Θεὸς καὶ δικαίους μετὰ ἀσεβῶν τιμωρεῖσθαι, οἷον γέγονεν ἐπὶ τοῦ ∆ανιὴλ, ἐπὶ τῶν τριῶν παίδων, οἷον ἐπὶ μυρίων ἑτέρων, οἷον ἐπὶ τῶν πολέμων τῶν ἔτι καὶ νῦν συμβαινόντων. Οὗτοι μὲν γὰρ καὶ αὐτὸ ὅσον ἔχουσιν ἁμαρτημάτων βάρος, διὰ τούτου ἀποτίθενται, ἐκεῖνοι δὲ οὔ. ∆ιὰ ταῦτα πάντα προσέχωμεν ἑαυτοῖς. Οὐχ ὁρᾶτε τοὺς πολέμους; οὐκ ἀκούετε τὰς συμφοράς; οὐ παιδεύεσθε τούτοις; Ἔθνη καὶ πόλεις ὁλόκληροι κατεποντίσθησαν καὶ ἀπώλοντο, μυριάδες τοσαῦται παρὰ τοῖς βαρβάροις δουλεύουσιν· ἂν μὴ τῇ γεέννῃ σωφρονιζώμεθα, κἂν τούτοις. Μὴ καὶ ταῦτα ἀπειλαί εἰσι, καὶ οὐχὶ πράγματα ἐκβεβηκότα; Μεγάλην ἐκεῖνοι τὴν δίκην ἔδωκαν, ἀλλὰ μείζονα δώσομεν ἡμεῖς, οἱ μηδὲ ταῖς ἐκείνων σωφρονιζόμενοι συμφοραῖς. Φορτικὸς ὁ λόγος, οἶδα κἀγὼ, ἀλλ' ἐὰν αὐτῷ προσέχωμεν, κέρδος ἔχων. Οὐ γὰρ ἔχει πρὸς χάριν ὁμιλεῖν, μᾶλλον δὲ οὐδέποτε, 62.49 ἀλλ' ἀεὶ τὰ δυνάμενα συστεῖλαι καὶ σωφρονίσαι τὴν ψυχήν. Ταῦτα γὰρ αἴτια γίνεται τῶν μελλόντων ἀγα 62.50 θῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ.

ΟΜΙΛΙΑ Ζʹ.

Ἐμοὶ τῷ ἐλαχιστοτέρῳ πάντων ἁγίων ἐδόθη ἡ χάρις αὕτη, ἐν τοῖς ἔθνεσιν

εὐαγγελίσασθαι τὸν ἀνεξιχνίαστον πλοῦτον τοῦ Χριστοῦ, καὶ φωτίσαι πάντας, τίς ἡ οἰκονομία τοῦ μυστη ρίου τοῦ ἀποκεκρυμμένου ἀπὸ τῶν αἰώνων ἐν τῷ Θεῷ τῷ τὰ