30
διδασκαλίας ἅπασιν ἀνθρώποις προβεβλημένον τῆς ἀληθοῦς εὐσεβείας τρόπον καὶ τὴν ἐν Χριστῷ πολιτείαν διελθὼν ἐν τῷ πρὸ τούτου συγγράμματι, παραστήσας τε καὶ ὡς οἶμαι πείσας, ὅτι μηδὲ βουλομένοις δυνατὸν ἦν πᾶσι τοῖς ἔθνεσι κατὰ τὰ Ἰουδαίων νόμιμα ζῆν, αὖθις ἐπὶ τοῦ παρόντος ἄνωθεν ἐπαναλαβὼν τὸν λόγον, ἐπάνειμι ἐπὶ τὰς ἐκ τῶν προφητικῶν φωνῶν μαρτυρίας, πρὸς τοὺς ἡμῶν κατηγόρους τῶν ἐκ περιτομῆς δαψιλεστέραν τὴν ἀπόκρισιν ποιησόμενος, ἐπεὶ μηδαμῶς ἡμῖν μετεῖναι ἔφασαν τῶν παρ' αὐτοῖς ἀναγράπτων ἐπαγγελιῶν· αὐτῶν γὰρ καὶ τοὺς προφήτας γεγονέναι, αὐτοῖς καὶ τὸν Χριστόν, ὃν δὴ φίλον αὐτοῖς ἀποκαλεῖν σωτῆρα καὶ λυτρωτήν, κηρύττεσθαι, αὐτοῖς καὶ τὰς ἀναγράπτους ὑποσχέσεις προσδοκᾶν ἀποδοθήσεσθαι· ἡμᾶς δὲ περιττοὺς τούτων ὑπάρχειν, οἷα τὸ γένος ἀλλοφύλους ὄντας, οἷς τὰ χείριστα διὰ πασῶν τῶν προφητειῶν θεσπίζεσθαι· 2.Prooem.2 πρὸς δὴ οὖν ταῦτα, φέρε, ἐξ αὐτῶν τῶν παρ' αὐτοῖς προφητικῶν βίβλων τὴν πρὸς αὐτοὺς ἀπάντησιν ποιησώμεθα. τὸ μὲν οὖν παρ' αὐτοῖς ἐπηγγέλθαι τὸν Χριστὸν τοῦ θεοῦ καὶ τὴν ἄφιξιν αὐτοῦ λύτρωσιν τῷ Ἰσραὴλ κηρύττειν, οὐδ' ἂν ἡμεῖς ἀρνηθείημεν, ὁμολογουμένως διὰ πάσης αὐτῶν γραφῆς προδήλως τούτου παρισταμένου· τό γε μὴν ἀποκλείειν τὰ ἔθνη τῶν ἐπὶ τῷ Χριστῷ προσδοκωμένων ἀγαθῶν, ὡς ἂν μόνῳ τῷ Ἰσραὴλ οὐχὶ δὲ καὶ τοῖς ἔθνεσιν ἐπηγγελμένων, οὐκέτι δίκαιον αὐτοῖς συγχωρεῖν, παρὰ τὴν τῶν θείων γραφῶν τοῦτο φάσκουσι μαρτυρίαν. 2.1.1 Πρῶτον οὖν, ἐπειδήπερ αὐτοὶ τὰς ὑπὲρ αὐτῶν χρηστοτέρας φωνὰς ἀναλέγεσθαι εἰώθασι καὶ ταύτας διὰ στόματος ἀπομνημονεύειν, ἀντιπαραθῶμεν αὐτοῖς τὰς περὶ τῶν ἐθνῶν ἐξ αὐτῶν τῶν προφητειῶν ἀποδείξεις, παριστώσας ὡς ἄρα μυρίαι ὅσαι προρρήσεις ἀγαθὰ καὶ σωτήρια πᾶσι τοῖς ἔθνεσιν ἐθέσπιζον, καὶ ὡς οὐδ' ἄλλως ἔφασκον ἀποτελεσθήσεσθαι τὰ ἐπηγγελμένα τοῖς ἔθνεσιν ἢ διὰ μόνης τῆς τοῦ Χριστοῦ παρουσίας. 2.1.2 στήσαντες δὲ ἐνταῦθα τὸν λόγον, ἀποδεδειχότες ἂν εἴημεν ὡς οὐ μᾶλλον ἐκείνοις φάναι χρῆν ἢ ἡμῖν τὴν ἐπὶ τὸν Χριστὸν τοῦ θεοῦ προσδοκίαν ἁρμόττειν. ἰσορρόπου δὲ Ἰουδαίοις καὶ Ἕλλησι τῆς τῶν ἐπηγγελμένων ἐλπίδος ἀποδειχθείσης, ὡς κατὰ τοῦτο μηδὲν τῶν ἐκ περιτομῆς λείπεσθαι τοὺς ἀπὸ τῶν ἐθνῶν διὰ Χριστοῦ σωθησομένους, ἐκ περιουσίας ἑξῆς ἐλέγξομεν, ὡς ἐπὶ τῇ τοῦ Χριστοῦ παρουσίᾳ καὶ τῇ τῶν ἐθνῶν κλήσει ἀπόπτωσιν παντελῆ καὶ ἀποβολὴν τοῦ παντὸς Ἰουδαίων ἔθνους τὰ θεῖα προαναφωνεῖ λόγια, βραχέσι μόνοις αὐτῶν καὶ ἀριθμῷ ληπτοῖς τὰ χρηστότερα θεσπίζοντα, καὶ ὡς ἁλώσεται αὐτῶν ἡ πόλις αὐτῷ ἱερῷ, πάντα τε τὰ σεμνὰ καθαιρεθήσεσθαι δηλοῦντα, ἃ καὶ ἔργοις πέφηνεν δεδηλωμένα. 2.1.3 πῶς δ' ὑφ' ἓν καὶ κατὰ τὸ αὐτό, ἐπὶ τῆς τοῦ Χριστοῦ παρουσίας, λύτρωσιν κακῶν τῷ Ἰσραὴλ καὶ ἀγαθῶν ἀπόλαυσιν, ἔμπαλίν τε στέρησιν. ἀγαθῶν καὶ ἀπόπτωσιν τῆς τοῦ θεοῦ εὐσεβείας, θεσπίζουσιν οἱ ἱεροὶ λόγοι, κατὰ τὸν προσήκοντα καιρὸν διευκρινήσομεν. Τέως δὲ ἀπίωμεν ἐπὶ τὸ πρῶτον, ὀλίγα τινὰ εἰς ἀπόδειξιν τῶν εἰρημένων ἀπὸ μυρίων ὅσων προφητειῶν ἀναλεξάμενοι. 2.1.4 ἐπεὶ τοίνυν αὐτοὶ τὰς περὶ ἑαυτῶν χρηστοτέρας προφητείας προβάλλεσθαι ἡμῖν εἰώθασιν, ὡς ἂν αὐτοῖς μόνοις ὑπεσχημένων τῶν προϋπηργμένων, ὥρα καὶ ἡμᾶς ἀντιπαραγαγεῖν καὶ ἀντιθεῖναι αὐτοῖς τὰς περὶ τῶν ἐθνῶν ἐπαγγελίας, ὧδέ πως παρὰ τοῖς αὐτῶν προφήταις φερομένας. 2.1.5 αʹ. Ἀπὸ τῆς Γενέσεως. «Ὁ δὲ κύριος εἶπεν οὐ μὴ κρύψω ἐγὼ ἀπὸ Ἀβραὰμ τοῦ παιδός μου ἃ ἐγὼ ποιῶ; Ἀβραὰμ γινόμενος ἔσται εἰς ἔθνος μέγα καὶ πολύ· καὶ ἐνευλογηθήσονται ἐν αὐτῷ πάντα τὰ ἔθνη τῆς γῆς». κρύφιον καὶ λεληθὸς τοὺς πολλοὺς μυστήριον μὴ κρύψειν φησὶν ὁ χρησμός, ἀποκαλύψειν δὲ τῷ θεοφιλεῖ. τοῦτο δὲ ἦν τὸ περὶ τῆς τῶν ἐθνῶν ἁπάντων εὐλογίας, ὃ πάλαι μὲν κέκρυπτο διὰ τὸ πάντα τὰ ἔθνη κατὰ τοὺς τοῦ Ἀβραὰμ χρόνους ἀφάτῳ πλάνῃ δεισιδαιμονίας κεκρατῆσθαι, νυνὶ δὲ τοῦτο καθ' ἡμᾶς ἀναπέφανται, ὅτε διὰ τῆς τοῦ σωτῆρος ἡμῶν εὐαγγελικῆς διδασκαλίας τὸν αὐτὸν τῷ Ἀβραὰμ θεοσεβοῦντα