30
γραφῇ καὶ ἄλλο τὸ σημαινόμενον. τῶν γὰρ ἐν τοῖς πολέμοις κατορθωθέντων αὐτῷ τῷ θεῷ τῶν ὅλων ἀνατιθεὶς τὴν αἰτίαν Ὑπέταξε λαούς, φησίν, ἡμῖν καὶ ἔθνη ὑπὸ τοὺς πόδας ἡμῶν, καὶ πάλιν Ὁ ὑποτάσσων λαοὺς ὑπ' 1.1.193 ἐμέ. καὶ πολλάκις ἔστι τὴν φωνὴν ταύτην ἐν ταῖς θείαις εὑρεῖν γραφαῖς τὸ κατὰ τῶν ἀντιτεταγμένων κράτος ὑπο σημαίνουσαν. τὸ γὰρ τοῦ ἀποστόλου περὶ τῆς ἐν ὑστέρῳ γενησομένης ὑποταγῆς πάντων τῶν ἀνθρώπων πρὸς τὸν μονογενῆ καὶ δι' αὐτοῦ πρὸς τὸν πατέρα, ἐν οἷς ἐν τῷ βάθει τῆς σοφίας τὸν μεσίτην θεοῦ καὶ ἀνθρώπων αὐτὸν ὑποτάσσεσθαι τῷ πατρὶ λέγει, τὴν πάντων ἀνθρώπων ὑπακοὴν διὰ τῆς τοῦ υἱοῦ τοῦ μετεσχηκότος τῆς ἀνθρω πότητος πρὸς τὸν πατέρα ὑποταγῆς αἰνισσόμενος, ὡς πλεί ονος καὶ φιλοπονωτέρας δεόμενον τῆς ἐξηγήσεως πρὸς τὸ 1.1.194 παρὸν ὑπερθήσομαι. ἀλλ' ἐν τοῖς προδήλοις, ἐν οἷς οὐδε μίαν ἀμφιβολίαν τὸ τῆς ὑποταγῆς σημαινόμενον ἔχει, κατὰ τίνα νοῦν ὑποτετάχθαι τὴν τοῦ πνεύματος οὐσίαν τῇ τοῦ υἱοῦ καὶ τοῦ πατρὸς ἀποφαίνεται; ὡς ὁ υἱὸς τῷ πατρὶ 1.1.195 ὑποτάσσεται, καθὼς νοεῖ ὁ ἀπόστολος; οὐκοῦν κατὰ τοῦτο συντάσσεται τῷ υἱῷ τὸ πνεῦμα, οὐχ ὑποτάσσεται, εἴπερ τὰ δύο πρόσωπα τῶν ὑποταττομένων ἐστίν; ἢ οὐχ οὕτως; πῶς οὖν ἑτέρως; ὡς τῇ λογικῇ φύσει τὴν ἄλογον ἐν τῷ ψαλμῷ μεμαθήκαμεν; οὐκοῦν τοσοῦτον παρήλλακται ὅσον ἡ τῶν κτηνῶν πρὸς τὸν ἄνθρωπον. ἀλλὰ παραγράφεται καὶ τοῦτον ἴσως τὸν λόγον. οὐκοῦν ἐπὶ τὸν λειπόμενον ἥξει, ὅτι ἀντιτεταγμένη καὶ ἀντιστατοῦσα τὸ πρότερον μετὰ ταῦτα διὰ βιαιοτέρας ἀνάγκης ὑποκύπτειν κατηναγκάσθη τῷ κατ 1.1.196 ισχύσαντι; ἐπιλεξάσθω τῶν εἰρημένων ὃ βούλεται· ἀλλ' οὐκ οἶδα τί τούτων ἑλόμενος τὴν ἄφυκτον κατάκρισιν τῆς βλασφημίας ἐκφεύξεται, εἴτε ἐν ἴσῳ τοῖς ἀλόγοις ὑποτε τάχθαι λέγοι τὸ πνεῦμα, ὡς τῷ ἀνθρώπῳ τοὺς ἰχθύας καὶ τὰ πετεινὰ καὶ τὰ πρόβατα, εἴτε καθ' ὁμοιότητα τῶν ἀφε στώτων ὥσπερ αἰχμάλωτον προσάγοι τῷ πλεονεκτοῦντι κατὰ τὴν δύναμιν. 1.1.197 Ἢ τούτων μὲν οὐδέν, φήσει δὲ μὴ κατὰ τὴν τῆς γρα φῆς ἔννοιαν τῷ τῆς ὑποταγῆς ῥήματι χρήσασθαι, ἀλλὰ καθ' ἕτερον σημαινόμενον ὑποτετάχθαι τὸ πνεῦμα τῷ πατρὶ καὶ τῷ υἱῷ λέγειν; τί οὖν ἐστι τοῦτο; ἆρα ὅτι τρίτον κατὰ τὴν τάξιν ἦν <ἣ> παρὰ τοῦ κυρίου τοῖς μαθηταῖς παρε δόθη, διὰ τοῦτο ὑποτάσσειν νομοθετεῖ καὶ οὐ συντάσσειν; 1.1.198 οὐκοῦν καὶ τὸν πατέρα τῷ μονογενεῖ κατὰ τὸν αὐτὸν λόγον ὑποτασσέτω, ἐπειδὴ πολλαχοῦ προτάξασα τοῦ κυρίου τὸ ὄνομα ἡ θεία γραφὴ ἐν δευτέροις τοῦ ἐπὶ πάντων θεοῦ τὴν μνήμην πεποίηται. Ἐγὼ καὶ ὁ πατήρ, φησὶν ὁ κύριος, τὸ 1.1.199 καθ' ἑαυτὸν προτάσσων. καὶ Ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ἡ ἀγάπη τοῦ θεοῦ, καὶ μυρία τοιαῦτα τοῖς φιλοπόνως ἀναζητοῦσι τὰς ἐκ τῶν γραφῶν μαρτυρίας πάρεστιν ἀναλέξασθαι, οἷον κἀκεῖνό ἐστι· ∆ιαιρέσεις δὲ χαρισμάτων εἰσί, τὸ δὲ αὐτὸ πνεῦμα, καὶ διαιρέσεις διακο νιῶν εἰσιν, ὁ δὲ αὐτὸς κύριος, καὶ διαιρέσεις ἐνεργημάτων εἰσίν, ὁ δὲ αὐτὸς θεός. ὥστε κατὰ τὸν λόγον τοῦτον ὑπο τετάχθω τῷ υἱῷ καὶ τῷ πνεύματι ὁ ἐπὶ πάντων θεός, ἐν 1.1.200 τρίτῃ τάξει παρὰ τοῦ Παύλου μνημονευθείς. ἀλλ' οὐδέπω καὶ νῦν ταύτης ἀκηκόαμεν τῆς σοφίας, ἣ τὸ δεύτερον καὶ τρίτον ἔκ τινος ἀκολουθίας λεγόμενον εἰς τὴν τῶν ὑποχει ρίων καὶ ὑποτεταγμένων ἀπωθεῖται τάξιν, ὅπερ οὗτος βού λεται, τὴν τῆς παραδόσεως τῶν προσώπων ἀκολουθίαν ἀξιωμάτων καὶ φύσεων ὑπεροχάς τε καὶ ἐλαττώσεις κατα 1.1.201 σκευάζων ἐνδείκνυσθαι. τῆς γὰρ τῶν φύσεων ἑτερότητος ἐνδεικτικὴν εἶναι τὴν τῆς τάξεως ἀκολουθίαν ὁρίζεται, οὐκ οἶδα πόθεν φαντασθεὶς τὰ τοιαῦτα καὶ ἐκ ποίας ἀνάγκης ἐπὶ τὴν ὑπόνοιαν ταύτην καταπεσών· οὐ γὰρ ἡ κατὰ τὸν ἀριθμὸν τάξις τὴν τῶν φύσεων διαφορὰν κατεργάζεται, ἀλλὰ τὰ μὲν ἀριθμούμενα ὡς ἂν ἔχῃ φύσεως, ἐφ' ἑαυτῶν μένει 1.1.202 κἂν ἀριθμῆται κἂν μή. ὁ δὲ ἀριθμὸς σημεῖόν ἐστι γνω ριστικὸν τῆς τῶν πραγμάτων ποσότητος, οὐ πάντως ὅσα τῷ ἀξιώματι τῆς φύσεως ὑποβέβηκεν εἰς δευτέραν τάξιν ἀπο πεμπόμενος, ἀλλὰ πρὸς τὸ βούλημα τῶν ἐξαριθμούντων τὴν τῶν σημαινομένων διὰ τοῦ ἀριθμοῦ πραγμάτων ἀκολουθίαν