31
τρόπον τῆς ἴσης αὐτῷ μετέχει εὐλογίας. 2.1.6 ὅτι δ' οὐχ οἷόν τε ἦν κατὰ τὴν Μωσέως νομοθεσίαν πολιτεύεσθαι πάντα τὰ ἔθνη, πληρέστατα ἐν τῷ πρὸ τούτου συγγράμματι διειλήφαμεν, ὡς ἂν μή τις ὑπολάβοι περὶ τῶν παρὰ Ἰουδαίοις προσηλύτων εἰρῆσθαι τὸ λόγιον. 2.1.7 ἐν ταὐτῷ δὲ συστήσαντες, ὅτι μόνοις τοῖς διὰ Χριστοῦ ... ἐξ ἁπάντων τῶν ἐθνῶν ἐφαρμόζοι ἂν ἡ πρὸς τὸν Ἀβραὰμ θεσπισθεῖσα περὶ πάντων τῶν ἐθνῶν εὐλογία, τοὺς φιλομαθεῖς ἐπ' ἐκεῖνα καὶ νῦν ἀναπέμψομεν. 2.1.8 βʹ. Ἀπὸ τῆς αὐτῆς. Ὁ δὲ κύριος τῷ Ἰσαὰκ χρηματίζων μεθ'ἕτερα καὶ ταῦτά φησιν· «καὶ στήσω τὸν ὅρκον μου Ἀβραὰμ τῷ πατρί σου, καὶ πληθυνῶ τὸ σπέρμα σου ὡς τοὺς ἀστέρας τοῦ οὐρανοῦ· καὶ δώσω τῷ σπέρματί σου πᾶσαν τὴν γῆν ταύτην, καὶ ἐνευλογηθήσονται ἐν τῷ σπέρματί σου πάντα τὰ ἔθνη τῆς γῆς». 2.1.9 ὁ σωτὴρ καὶ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τοῦ θεοῦ ἐκ σπέρματος Ἰσαὰκ γέγονε τὸ κατὰ σάρκα, ἐν ᾧ πάντα τὰ ἔθνη τῆς γῆς εὐλογεῖται, μαθόντα δι' αὐτοῦ τὸν τῶν ὅλων θεόν, καὶ παιδευθέντα πάλιν δι' αὐτοῦ τοὺς θεοφιλεῖς ἄνδρας εὐλογεῖν. διὸ καὶ ἀντευλογεῖται, τῆς ἴσης τοῖς ὑπ' αὐτῶν εὐλογουμένοις ἀπολαύοντα εὐλογίας, κατὰ τὸν φήσαντα τοῦ θεοῦ πρὸς τὸν Ἀβραὰμ λόγον· οἱ εὐλογοῦντές σε εὐλόγηνται. 2.1.10 γʹ. Ἀπὸ τῆς αὐτῆς. «Εἶπεν δὲ αὐτῷ ὁ θεός», δῆλον δὲ ὅτι τῷ Ἰακώβ· «ἐγὼ κύριος ὁ θεός, αὐξάνου καὶ πληθύνου εἰς ἔθνη, καὶ συναγωγαὶ ἐθνῶν ἐκ σοῦ ἔσονται». 2.1.11 κατὰ μὲν τὸ προφανὲς ἓν ἔθνος μόνον τὸ Ἰουδαίων ἀπὸ τοῦ Ἰακὼβ συνέστη. πῶς οὖν ἀληθεύοι ἂν πληθυντικῶς λέγων ὁ χρησμός; ἐπεὶ δὲ ὁ Χριστὸς τοῦ θεοῦ ἐκ σπέρματος Ἰακὼβ γενόμενος πολλὰς συναγωγὰς ἐθνῶν διὰ τῆς εὐαγγελικῆς αὐτοῦ συνεκρότησε διδασκαλίας, εἰκότως εἰς αὐτὸν καὶ δι' αὐτοῦ τὰ τῆς προφητείας τέλους τετύχηκεν ἤδη πρότερον, καὶ εἰσαῦθις ἔτι μᾶλλον τεύξεται. 2.1.12 δʹ. Ἀπὸ τοῦ ∆ευτερονομίου. «Εὐφράνθητε οὐρανοὶ ἅμα αὐτῷ, καὶ προσκυνησάτωσαν αὐτῷ πάντες υἱοὶ θεοῦ. εὐφράνθητε ἔθνη μετὰ τοῦ λαοῦ αὐτοῦ, καὶ ἐνισχυσάτωσαν αὐτοὺς πάντες ἄγγελοι θεοῦ». ἀντὶ δὲ τοῦ «εὐφράνθητε ἔθνη μετὰ τοῦ λαοῦ αὐτοῦ» ὁ Ἀκύλας· «αἰνοποιήσατε», φησίν, «ἔθνη λαὸς αὐτοῦ», καὶ Θεοδοτίων· «ἀγαλλιᾶσθε ἔθνη λαὸς αὐτοῦ». εʹ. 2.1.13 Ψαλμοῦ καʹ. Μνησθήσονται καὶ ἐπιστραφήσονται πρὸς κύριον πάντα τὰ πέρατα τῆς γῆς, καὶ προσκυνήσουσιν ἐνώπιον αὐτοῦ πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν· ὅτι τοῦ κυρίου ἡ βασιλεία, καὶ αὐτὸς δεσπόζει τῶν ἐθνῶν». καὶ ἑξῆς ἐπιλέγει· 2.1.14 «ἀναγγελήσεται τῷ κυρίῳ γενεὰ 2.1.14 ἡ ἐρχομένη, καὶ ἀναγγελοῦσι τὴν δικαιοσύνην αὐτοῦ λαῷ τῷ τεχθησομένῳ, ὃν ἐποίησεν ὁ κύριος». σαφῆ ταῦτα, οὐδ' ἑρμηνείας δεόμενα. 2.1.15 ϛʹ. Ψαλμοῦ μϛʹ. «Πάντα τὰ ἔθνη κροτήσατε χεῖρας, ἀλαλάξατε τῷ θεῷ ἐν φωνῇ ἀγαλλιάσεως· ὅτι κύριος ὕψιστος, φοβερός, βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν». 2.1.16 καὶ ἑξῆς ἐπιλέγει· «ὅτι βασιλεὺς πάσης τῆς γῆς ὁ θεός, ψάλατε συνετῶς. ἐβασίλευσεν ὁ θεὸς ἐπὶ τὰ ἔθνη, ὁ θεὸς κάθηται ἐπὶ θρόνου ἁγίου αὐτοῦ. ἄρχοντες λαῶν συνήχθησαν μετὰ τοῦ θεοῦ Ἀβραάμ». καὶ ταῦτα σαφῆ καὶ οὐδ' ἑρμηνείας δεόμενα. 2.1.17 ζʹ. Ψαλμοῦ πεʹ. «Οὐκ ἔστιν ὅμοιός σοι ἐν θεοῖς, κύριε, καὶ οὐκ ἔστιν κατὰ τὰ ἔργα σου· πάντα τὰ ἔθνη ὅσα ἐποίησας ἥξουσι καὶ προσκυνήσουσιν ἐνώπιόν σου, κύριε. καὶ δοξάσουσι τὸ ὄνομά σου, ὅτι μέγας εἶ σύ, καὶ ποιῶν θαυμάσια, σὺ εἶ ὁ θεὸς μόνος». ὁμοίως καὶ ταῦτα σαφῆ. 2.1.18 ηʹ. Ψαλμοῦ ϛεʹ. «Ἄισατε τῷ κυρίῳ ᾆσμα καινόν, ᾄσατε τῷ κυρίῳ πᾶσα ἡ γῆ. ᾄσατε τῷ κυρίῳ, εὐλογήσατε τὸ ὄνομα αὐτοῦ, εὐαγγελίσασθε ἡμέραν ἐξ ἡμέρας τὸ σωτήριον αὐτοῦ· ἀναγγείλατε ἐν τοῖς ἔθνεσι τὴν δόξαν αὐτοῦ, ἐν πᾶσι τοῖς λαοῖς τὰ θαυμάσια αὐτοῦ. ὅτι μέγας κύριος καὶ αἰνετὸς σφόδρα, φοβερός ἐστιν ἐπὶ πάντας τοὺς θεούς». 2.1.19 καὶ ἐπιλέγει· «ἐνέγκατε τῷ κυρίῳ αἱ πατριαὶ τῶν ἐθνῶν ἐνέγκατε τῷ κυρίῳ δόξαν ὀνόματι αὐτοῦ». καὶ ἑξῆς· «εἴπατε ἐν τοῖς ἔθνεσιν, ὁ κύριος ἐβασίλευσεν. καὶ γὰρ κατώρθωσεν τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται». καὶ ταῦτα σαφῆ. 2.1.20 θʹ. Ἀπὸ τοῦ Ζαχαρίου. «Καὶ ἔσται, ὅσοι ἐὰν καταλειφθῶσιν ἐκ πάντων τῶν ἐθνῶν τῶν