1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

31

ἐγκειμένων ὀμμάτων βλέπειν, τοῖς δὲ τὴν σωματικὴν προϊσχομένοις ἀπόλαυσιν ἀντετέθη ἡ κατὰ σοφίαν τροφή. λείπει τὸ γνῶναι πῶς ἄν τις κατ' ἀρετὴν βιῴη καθάπερ τινὰ τέχνην καὶ ἔφοδον πρὸς τὴν τοῦ βίου κατόρθωσιν διὰ τοῦ λόγου λαβών. ταῦτα οὖν ἐστιν, ἃ ἐπαγγέλλεται ἡμῖν ἐν προοιμίοις ἡ προκειμένη τῶν λογίων ἐξέτασις, ἐν οἷς ἀποφαίνεται, ὅτι Τοῖς πᾶσιν ὁ χρόνος καὶ καιρὸς τῷ παντὶ πράγματι ὑπὸ τὸν οὐρανόν. εἰ γάρ τις τῷ βάθει τῆς διανοίας ἐγκύψειε, πολλὴν ἂν εὕροι φιλο σοφίαν ἐμπεριειλημμένην τοῖς ῥήμασι θεωρητικήν τε καὶ συμβουλευτικὴν τῶν συμφερόντων. καὶ ὡς ἂν γένοιτό τις ἡμῖν δι' ὀλίγων ἔφοδος πρὸς τὴν τοῦ ῥητοῦ θεωρίαν, οὑτωσὶ τὸν λόγον διαληψόμεθα· τῶν ὄντων τὸ μέν ἐστιν ὑλικόν 5.374 τε καὶ αἰσθητόν, τὸ δὲ νοητόν τε καὶ ἄϋλον. τούτων τὸ μὲν ἀσώματον ὑπέρκειται τῆς αἰσθητικῆς καταλήψεως, ὃ τότε γνωσόμεθα, ὅταν τὰς αἰσθήσεις ἀποδυσώμεθα· τῆς δὲ ὑλικῆς φύσεως ἡ αἴσθησις τὴν ἀντίληψιν ἔχουσα διαβῆναι τὸ οὐράνιον σῶμα καὶ εἰς τὰ ἐπέκεινα τῶν φαινομένων διαδῦναι φύσιν οὐκ ἔχει. οὗ χάριν περὶ τῶν γηΐνων τε καὶ ὑπουρανίων ὁ λόγος ἡμῖν διαλέγεται, ὅπως ἂν ἀπταίστως ἐν τούτῳ διαβιῴημεν. ὑλικὸς οὗτος ὁ βίος, διὰ σαρκὸς ἡ ζωή, ἐπισκοτεῖται δέ πως ὑπὸ τῶν κατ' αἴσθησιν προφαινομένων ἡ τοῦ καλοῦ θεωρία. ἐπιστήμης οὖν τινος πρὸς τὴν τοῦ καλοῦ κρίσιν ἐπιδεόμεθα, ἵνα καθάπερ ἐπὶ τῶν κατασκευασμάτων κανών τις ᾖ ἐπὶ στάθμῃ διευθύνων πᾶν τὸ γινόμενον. τοῦτο οὖν ἡμῖν ὑπὸ τοῦ λόγου προδείκνυται, δι' οὗ πρὸς τὸ δέον ἡ ζωὴ κατευθύνεται. ∆ύο γὰρ εἶναί φησι τοῦ καλοῦ κριτήρια παρὰ τὸν βίον ἐφ' ἑκάστῳ τῶν ἐν τῇ ζωῇ ταύτῃ σπουδαζομένων, τὸ σύμμετρόν τε καὶ τὸ εὔκαιρον. καὶ τοῦτο δογματίζει νῦν λέγων· Τοῖς πᾶσιν ὁ χρόνος καὶ καιρὸς τῷ παντὶ πράγματι· νοητέον δὲ ἀντὶ τοῦ χρόνου τὸ μέτρον, διότι παντὶ τῷ γινομένῳ συμπαρατείνεται χρόνος. ταῦτα τοίνυν τοῦ καλοῦ τὰ κριτήρια. εἰ μὲν καὶ καθόλου πρὸς πᾶσαν ἀρετῆς κατόρθω 5.375 σιν ἐπιτηδείως ἔχει, οὔπω διϊσχυρίζομαι, ἕως ἂν ὁ λόγος προϊὼν ἐπιδείξῃ. ὅτι μέντοι τὸ πλεῖον τῆς τεταγμένης ζωῆς τῇ τοιαύτῃ κατορθοῦται παρατηρήσει, παντὸς ἂν εἴη κατανοῆ σαι. τίς γὰρ οὐκ οἶδεν, ὅτι καὶ ἡ ἀρετὴ μέτρον ἐστὶ τῇ μεσότητι τῶν παραθεωρουμένων μετρούμενον; οὐ γὰρ ἂν γένοιτο ἀρετὴ ἢ ἐλλιπὴς τοῦ καθήκοντος μέτρου ἢ ὑπερ πίπτουσα, οἷον ἐπὶ τῆς ἀνδρείας, ἧς τὸ μὲν ἐλλεῖπον δειλία, τὸ δὲ ὑπερβάλλον θράσος γίνεται. οὗ χάριν καί τινες τῆς ἔξω σοφίας, κλέπται τάχα τῶν ἡμετέρων γενόμενοι, διελόμενοι τὴν σημαινομένην ἐν τῷ ῥητῷ τούτῳ διάνοιαν ὁ μὲν τὸ μηδὲν ἐλλείπειν ἐν ἀποφθέγματι συνεβούλευσεν, ὁ δὲ τὸ ὑπερβάλλειν ἐκώλυσεν· ὁ μὲν γὰρ τὸ Μέτρον ἄριστον ἀπεφήνατο, ὁ δὲ τὸ Μηδὲν ἄγαν ἐνομοθέτησεν. δείκνυται δὲ δι' ἑκατέρων, ὅτι καὶ τὸ μὴ ἐφικέσθαι τοῦ ἐπιζητουμένου κατ' ἀρετὴν μέτρου τῶν κατεγνωσμένων ἐστὶ καὶ τὸ ὑπερβάλλειν τὴν συμμετρίαν ἀπόβλητον. ἀλλὰ καὶ περὶ τοῦ κατὰ τὴν εὐκαιρίαν μέρους ὁ αὐτὸς ἂν ἡμῖν ἀποδοθείη λόγος, ὅτι οὔτε τὸ προλαμβάνον τὴν εὐκαιρίαν οὔτε τὸ ἐφυστερίζον ἐν ἀγαθοῦ κρίνεται μοῖρᾳ. τί ὤνησε τὸν γεωπόνον ἐπισπεύσαντα τὴν τῶν ἀσταχύων τομήν, πρὶν ἁδρυνθῆναι καθ' ὥραν τὰ 5.376 λήϊα, ἢ ὑπερθέμενον τὴν περὶ τὸν ἄμητον σπουδήν, ἕως οὗ περιρρυείη τῇ καλάμῃ τὰ σπέρματα; ἐν οὐθετέρῳ γὰρ ἐνεργὸς ἐπ' ἀγαθῷ γίνεται ἡ σπουδή, καθ' ἑκάτερον τοῦ καιροῦ τὴν ὠφέλειαν ἐν τῇ ἀκαιρίᾳ τῆς τομῆς ἀπολλύοντος. ὃ δὲ ἐπὶ μέρους εἴρηται, καὶ ἐν παντὶ δυνατόν ἐστι κατανοῆσαι. οἶδε γὰρ τὸ ἴσον καὶ ἡ ναυτιλία, εἴτε τις προλάβοι τὴν εὐκαιρίαν εἴτε ἐφυστερίσειεν. τί δ' ἄν τις τὰ τῆς ἰατρικῆς λέγοι, παρ' ὅσον ἐστὶν εἰς βλάβην ὑπερβολή τε καὶ ἔλλειψις τοῦ τῇ θεραπείᾳ καθήκοντος καιροῦ καὶ μέτρου; ἀλλὰ ταῦτα μὲν ἐᾶσαι χρή, τοῦ ἐφεξῆς λόγου ἐν αὐταῖς ταῖς τοῦ ἐκκλη σιαστοῦ φωναῖς σαφέστερον φανερουμένου τοῖς ὑποδείγμασιν. Ἀλλ' οὗ χάριν ταῦτα ἡμῖν προτεθεώρηται; ὅτι οὔτε τὸ ἄμετρον ἀγαθόν ἐστιν οὔτε τὸ ἄκαιρον, ἀλλ' ἐκεῖνο καλόν τε καὶ αἱρετόν, ὃ δι' ἀμφοτέρων ἔχει τὸ τέλειον. εἰ γὰρ μόνον τὸ ἓν ἐξ αὐτῶν σπουδασθείη, παροφθείη δὲ τὸ