32
δευτέραν οὐ σίαν ἀπεργαζομένη ἐνέργεια, μεσιτεύουσά πως δι' ἑαυτῆς ἀμφοτέραις καὶ οὔτε τῇ πρώτῃ κατὰ τὴν φύσιν συμβαίνουσα οὔτε πρὸς τὴν δευτέραν συναπτομένη; τῆς μὲν γὰρ κεχώ ρισται τῷ μὴ φύσις εἶναι, ἀλλὰ φύσεως κίνησις, τῇ δὲ μεθ' ἑαυτὴν οὐ συμβαίνει, ὅτι οὐ ψιλὴν ἐνέργειαν, ἀλλ' ἐν εργὸν οὐσίαν δι' ἑαυτῆς ὑπεστήσατο. 1.1.212 Εἶτα κἀκεῖνο τούτοις προσεξετάσωμεν. 20ἔργον20 ὀνο μάζει τῆς οὐσίας τὴν οὐσίαν, τὴν μὲν δευτέραν τῆς πρώτης, τῆς δὲ δευτέρας πάλιν τὴν τρίτην, τίνι τρόπῳ προαπο δείξας τὸν λόγον; τίσι κατασκευαῖς εἰς τοῦτο χρησάμενος; ἐκ ποίας μεθόδου τὸ δεῖν ἐνεργείᾳ τῆς προαγούσης τὴν 1.1.213 ἐφεξῆς εἶναι πιστεύειν συναναγκάσας; εἰ μὲν γὰρ ἐκ τῶν λοιπῶν τῶν ἐν τῇ κτίσει θεωρουμένων ἔδει καὶ περὶ τούτων ἀναλογίσασθαι, εἶχε μὲν οὐδ' οὕτω καλῶς ἐκ τῶν κατω τέρων καὶ περὶ τῶν ὑπερκειμένων στοχάσασθαι, πλὴν ἀλλ' εἶχέ τι συγγνωστὸν ἴσως ὁ λόγος, διὰ τῶν φαινομένων ἐν τοῖς ἀκαταλήπτοις πλανώμενος. νυνὶ δὲ τίς τοῦτο λέγειν ἐπιχειρήσει, ὅτι οὐρανὸς μὲν ἔργον θεοῦ οὐρανοῦ δὲ ἥλιος καὶ ἡλίου σελήνη καὶ ταύτης ἀστέρες κἀκείνων ἄλλο τι τῶν ἐν τῇ κτίσει; ἑνὸς γὰρ ἔργα τὰ πάντα, ἐπειδὴ Εἷς 1.1.214 θεὸς καὶ πατὴρ πάντων, ἐξ οὗ τὰ πάντα. εἰ δέ τι καὶ δι' ἀλλήλων γίνεται ὥσπερ ἡ τῶν ζῴων γένεσις, οὐδὲ τοῦτο ἕτερον ἐξ ἑτέρου γίνεται, διαμενούσης ἐν τοῖς ἐπιγινομένοις τῆς φύσεως. πῶς οὖν ἐπ' οὐδενὸς τῶν ἐν τῇ κτίσει θεω ρουμένων ἔχων τὸ τοιοῦτον εἰπεῖν ἐπὶ τῆς ὑπερκειμένης οὐσίας τοῦτο κατασκευάζει, τὸ 20ἔργον20 εἶναι τὴν δευτέραν 1.1.215 τῆς πρώτης καὶ ταύτης τὴν ἐφεξῆς; εἰ δὲ τὴν ζῳώδη γένεσιν ἐννοήσας ἐντεῦθεν ἐφαντάσθη καὶ περὶ τῆς ἀκη ράτου φύσεως ὁμοιότροπόν τι λογίσασθαι, ὥστε ἔργον νοη θῆναι τὸ ἐφεξῆς τοῦ προάγοντος, οὐδ' ἐν τούτῳ τὸ ἀκό λουθον διασῴζει τοῦ λόγου. τὰ γὰρ ἐξ ἑτέρων γινόμενα ὁμοιογενῆ πάντως ἐστὶ τοῖς ἐξ ὧν γίνεται· ὁ δὲ τὸ ξένον τε καὶ ἀλλόφυλον τοῖς δι' ἀλλήλων γεγενημένοις προσμαρ τυρεῖ, ἵνα δείξῃ τὴν περιουσίαν τοῦ ψεύδους, ὥς τις περι δέξιος ἀγωνιστὴς διπλῇ τῇ χειρὶ βάλλειν ἐπιχειρῶν τὴν 1.1.216 ἀλήθειαν. ἵνα γὰρ τὸ ὑφειμένον καὶ τὸ κατὰ τὴν φυσικὴν ἀξίαν ἠλαττωμένον τοῦ υἱοῦ καὶ τοῦ πνεύματος ἐπιδείξῃ, ἕτερον ἐξ ἑτέρου γενόμενον λέγει· ὡς δὲ μήποτε εἰς οἰκειό τητος ἔννοιαν ἐκ τοῦ τοιούτου τρόπου τῆς ὑπάρξεως ἔλ θοιεν οἱ τὴν ἐξ ἀλλήλων γένεσιν μεμαθηκότες, καὶ αὐτῷ μάχεται τῷ τῆς φύσεως λόγῳ, καὶ ἕτερον ἐξ ἑτέρου γε νέσθαι λέγων καὶ νόθον τὸν γεγεννημένον ὡς πρὸς τὴν τοῦ γεγεννηκότος φύσιν ἀποφαινόμενος. 1.1.217 Ὃ δέ μοι δοκεῖ πρὸ τούτων ἄν τις εἰκότως μέμψασθαι, τοῦτό ἐστιν. εἰ μὲν τῶν πολλῶν τις ἦν ἐν ἀπειρίᾳ τοῦ λέγειν ἀτριβὴς τῶν τοιούτων κατασκευῶν καὶ ἀγύμναστος, ἔπειτα τὸ παραστὰν αὐτῷ κατὰ τὸ συμβὰν ἀπεφαίνετο, συγγνωστὸς ἂν ἦν ἴσως ταῖς νενομισμέναις περὶ τούτων ἐφόδοις εἰς τὴν τῶν δογμάτων κατασκευὴν μὴ συγχρώμενος. 1.1.218 ἐπεὶ δὲ τοσοῦτον αὐτῷ περίεστι τῆς ἐν τούτῳ δυνάμεως, ὥστε καὶ εἰς τὰ ὑπερέκεινα τῆς φύσεως ἡμῶν διὰ τῆς καταληπτικῆς ἐφόδου ὑπερεκτείνεσθαι, πῶς ἠγνόησε τὴν ἀρχήν, δι' ἧς παντὸς κεκρυμμένου πράγματος ἐν ταῖς λογι 1.1.219 καῖς ταύταις ἐπιχειρήσεσιν ἡ κατάληψις γίνεται; τίς γὰρ οὐκ οἶδεν ὅτι πᾶς λόγος ἐκ τῶν φανερῶν τε καὶ πᾶσιν ἐγνωσμένων τὰς ἀρχὰς λαμβάνων τοῖς ἀμφισβητουμένοις δι' αὐτοῦ ἐπάγει τὴν πίστιν, καὶ οὐκ ἂν ἑτέρως τι καταληφθείη τῶν κεκρυμμένων, μὴ τῶν ὁμολογουμένων ἡμᾶς πρὸς τὴν τῶν ἀδήλων σύνεσιν χειραγωγούντων; εἰ δὲ τὰ ἐν ἀρχαῖς λόγων πρὸς τὴν τῶν ἀγνοουμένων φανέρωσιν λαμβανόμενα ταῖς τῶν πολλῶν ὑπολήψεσι μάχοιτο, σχολῇ γ' ἂν διὰ τούτων φανερωθείη τὸ ἀγνοούμενον. 1.1.220 Οὐκοῦν ἡ πᾶσα μάχη καὶ ἀμφιβολία τοῦ δόγματος τοῖς ἐκκλησιαστικοῖς πρὸς τοὺς Ἀνομοίους ἐστὶ περί [τε] τοῦ δεῖν ἢ κτιστὸν νοεῖν τὸν υἱὸν καὶ τὸ πνεῦμα κατὰ τὸν λόγον τῶν ἐναντίων ἢ τῆς ἀκτίστου φύσεως, καθὼς ἡ ἐκκλησία πεπίστευκεν. οὗτος τοίνυν αὐτὸ τὸ παρὰ πάντων ἀντιλεγό μενον ὡς ὁμολογούμενον ἀποφαίνεται, καὶ οὐδεμίαν ἀπό δειξιν ἐξευρὼν τοῦ 20ἔργον20 εἶναι τῆς προαγούσης