1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

32

λειπόμενον, ἀνόνητον ἔσται καὶ τὸ κατορθωθὲν ἐν τῷ λείποντι. οὐκοῦν καθάπερ δύο ποσὶν ἐνεργούντων ἡμῶν τὴν κίνησιν, εἴ τι συμβαίη περὶ τὸν ἕτερον, ἄχρηστός ἐστι καὶ ὁ ἀπαθὴς πρὸς τὸν δρόμον διὰ τὴν τοῦ συνεργοῦντος ἀσθένειαν, οὕτως εἰ λείποι τῷ καιρῷ τὸ μέτρον ἢ τῷ μέτρῳ ἡ εὐκαιρία, τῷ λείποντι πάντως καὶ τὸ παρὸν συνηχρείωται. ἀλλὰ καὶ ἐν τῷ καιρῷ ἡ συμμετρία καὶ ἐν τῷ μέτρῳ ἡ εὐκαιρία τὸ χρήσιμον ἔχει. χρόνος οὖν ἀντὶ τοῦ μέτρου ἡμῖν νενόηται, διότι παντὸς 5.377 τοῦ καθ' ἕκαστον μετρου<μένου> ὁ χρόνος μέτρον ἐστίν. τὰ γὰρ γινόμενα ἐν χρόνῳ γίνεται πάντως, καὶ τῇ παρατάσει ἑκάστου τῶν γινομένων καὶ τὸ διάστημα τοῦ χρόνου συμπαρα τείνεται, ὀλίγον ἐν τῷ ἐλάττονι καὶ ἐν τῷ πλείονι πλεῖον. ὁ χρόνος μέτρον κυήσεως, μέτρον τῆς τῶν ἀσταχύων αὐξή σεως, μέτρον τῆς τῶν καρπῶν τελειώσεως, μέτρον ναυτιλίας, μέτρον πορείας, μέτρον τῆς καθ' ἕκαστον ἡλικίας, βρέφους, παιδίου, μειρακίου, παιδός, ἐφήβου, ἀνδρός, μεσήλικος, τελείου, παρήλικος, πρεσβύτου, γέροντος. ἐπειδὴ τοίνυν οὐχ ἓν τὸ ἐκ τοῦ χρόνου μέτρον πᾶσι τοῖς γινομένοις ἐστίν (οὐδὲ γάρ ἐστι δυνατὸν γενέσθαι πάντα ἀλλήλοις ἰσόμετρα διὰ τὴν τῶν ὑποκειμένων διαφοράν), κοινὸν δέ, καθὼς εἴρηται, πάντων τῶν μετρουμένων μέτρον ὁ χρόνος ἐστὶν ἐν ἑαυτῷ περιέχων τὰ πάντα, τούτου χάριν οὐχὶ μέτρον εἶπε τοῖς πᾶσι διὰ τὸ πολλὴν εἶναι τῶν μετρουμένων τὴν περὶ τὸ πλεῖόν τε καὶ ἔλαττον ἀνισότητα, ἀλλὰ χρόνον εἶπε τοῖς πᾶσι τὸ γενικὸν μέτρον, ᾧ πᾶν τὸ γινόμενον παραμετρεῖται. ὥσπερ γὰρ ἐπὶ τῆς ἀνθρωπίνης ἡλικίας τὸ μὲν προβεβηκὸς ἀσθενεῖ, τὸ δὲ μήπω καθεστηκὸς ἀτακτεῖ, ἄριστον δὲ τὸ μέσον τῶν δύο, ᾧπερ ἂν τὰς ἑκατέρωθεν ἀηδίας ἐκφεύγῃ, ἐν ᾧ δείκνυται τῆς μὲν νεότητος κεχωρισμένη τῆς ἀταξίας ἡ δύναμις, τοῦ δὲ γήρως διεζευγμένη τῆς ἀδρανείας ἡ φρόνησις, ὥστε εἶναι 5.378 δύναμιν φρονήσει συγκεκραμένην, ἐπ' ἴσης φεύγουσαν τήν τε τοῦ γήρως ἀδρανείαν καὶ τὸ θρασὺ τῆς νεότητος· οὕτως ὁ χρόνον ὁρίζων τοῖς πᾶσι καθ' ἑκάτερον χωρίζει τῷ λόγῳ τὴν ἐξ ἀμετρίας κακίαν, τό τε ὑπὲρ χρόνον ἀτιμάζων καὶ τὸ ἐλλεῖπον ἀποπεμπόμενος. Ἀλλὰ καιρὸς ἂν εἴη καὶ αὐτὴν ἡμῖν δι' ἀκολούθου προτεθῆ ναι τῶν θεοπνεύστων λογίων τὴν θεωρίαν. Καιρός, φησί, τοῦ τεκεῖν καὶ καιρὸς τοῦ ἀποθανεῖν. καλῶς ἐν πρώτοις τὴν ἀναγκαίαν ταύτην συζυγίαν τῷ λόγῳ συνέζευξε συνά πτων τῇ γενέσει τὸν θάνατον· ἕπεται γὰρ κατ' ἀνάγκην τῷ τόκῳ ὁ θάνατος καὶ πᾶσα γένεσις εἰς φθορὰν διαλύεται· ἵνα διὰ τοῦ συνημμένως δειχθῆναι τὸν θάνατόν τε καὶ τὴν γένεσιν οἱονεὶ κέντρῳ τινὶ τῇ τοῦ θανάτου μνήμῃ τοὺς ἐμβαθύνοντας τῇ κατὰ σάρκα ζωῇ καὶ τὴν παροῦσαν ἀγαπῶντας διαγωγὴν διυπνίσῃ καὶ πρὸς τὴν φροντίδα τῶν μελλόντων διαναστήσῃ. ταῦτα φιλοσοφεῖ κατὰ τὸ λεληθὸς ἐν ταῖς πρώταις τῶν βιβλίων ἐπιγραφαῖς καὶ ὁ φίλος τῷ θεῷ Μωϋσῆς, εὐθὺς τῇ Γενέσει συμπαραγράψας τὴν Ἔξοδον, ὡς τοὺς ἐντυγχάνοντας τοῖς ἐπιγεγραμμένοις καὶ δι' αὐτῆς τῆς τῶν βιβλίων τάξεως τὰ καθ' ἑαυτοὺς παιδευθῆναι· οὐ γὰρ ἔστι γένεσιν ἀκούσαντα μὴ καὶ ἔξοδον εὐθὺς ἐννοῆσαι. ὃ δὴ καὶ ἐνταῦθα νενοηκὼς ὁ μέγας ἐκκλησιαστὴς ἐπιδείκνυται, τῇ γενέσει σύστοιχον ἀποδείξας τὸν θάνατον. Καιρὸς γάρ, φησί, τοῦ τεκεῖν καὶ καιρὸς τοῦ ἀποθανεῖν. ἦλθεν ὁ καιρὸς καὶ ἐτέχθην, 5.379 ἥξει ὁ καιρὸς καὶ τεθνήξομαι. εἰ πρὸς τοῦτο πάντες ἐβλέπομεν, οὐκ ἂν τὴν σύντομον τοῦ βίου πορείαν καταλιπόντες κύκλῳ μετὰ τῶν ἀσεβῶν περιῇμεν, τὴν περιοδικὴν τοῦ βίου πλάνην ἑκουσίως πλανώμενοι ἐν δυναστείαις καὶ περιφανείαις καὶ πλούτοις, δι' ὧν ταῖς πολυοδίαις τοῦ βίου τούτου ἐναμηχα νοῦντες οὐκέτι τοῦ λαβυρίνθου τῆς ζωῆς ταύτης τὴν ἔξοδον ἐξευρίσκομεν, δι' ὧν δοκοῦμεν σπουδάζειν, διὰ τούτων ἑαυτοῖς τὰ σημεῖα τῆς ἀπλανοῦς ὁδοιπορίας συγχέοντες. ὡς μακάριοί γε τῶν ἀνθρώπων ἐκεῖνοι, οἳ τὰς περιοδικὰς τῆς ζωῆς ἀπάτας καταλιπόντες ἐπὶ τὴν σύντομον τῆς ἀρετῆς ὁδὸν ἑαυτοὺς ἄγουσιν! αὕτη δέ ἐστι τὸ πρὸς μηδὲν τῶν τῇδε τὴν ψυχὴν ἐπιστρέφειν, ἀλλὰ συντετάσθαι τῇ σπουδῇ πρὸς τὸ διὰ πίστεως ἐν ἐλπίσι προκείμενον. Πάλιν δὲ τὸ ῥηθὲν ἐξετάσωμεν. Καιρός,