1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

32

Χριστοῦ· Ἐλευσόμεθα ἐγὼ καὶ ὁ Πατὴρ, καὶ μονὴν παρ' αὐτῷ ποιήσομεν. Κατοικεῖ δὲ οὐχ ἁπλῶς, ἀλλ' ἐν ταῖς καρδίαις ταῖς πισταῖς, ταῖς ἐῤῥιζωμέναις ἐν τῇ ἀγάπῃ αὐτοῦ, ταῖς μὴ παραφερομέναις. Ἵνα ἐξισχύσητε, φησίν. Ὥστε ἰσχύος 62.52 πολλῆς δεῖ. Ποῦ δὲ ταύτης ἡμῖν χρεία δηλῶν, ἐπάγει· Καταλαβέσθαι σὺν πᾶσιν ἁγίοις, τί τὸ βάθος καὶ ὕψος, γνῶναί τε τὴν ὑπερβάλλουσαν τῆς γνώσεως ἀγάπην τοῦ Χριστοῦ. Ἵνα πληρωθῶμεν εἰς πᾶν τὸ πλήρωμα τοῦ Θεοῦ. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Εἰ καὶ ὑπέρκειται πάσης γνώσεως ἀνθρωπίνης ἡ ἀγάπη τοῦ Χριστοῦ, ὅμως ὑμεῖς γνώσεσθε, εἰ τὸν Χριστὸν σχοίητε ἐνοικοῦντα· οὐ μόνον δὲ γνώσεσθε ἐξ αὐτοῦ τοῦτο, ἀλλὰ καὶ πληρωθήσεσθε εἰς πᾶν τὸ πλήρωμα τοῦ Θεοῦ· πλήρωμα Θεοῦ λέγων ἢ τὸ γνῶναι, ὡς ἐν Πατρὶ καὶ Υἱῷ καὶ Πνεύματι ἁγίῳ προσκυνεῖται ὁ Θεὸς, ἢ προτρέπων οὕτω σπουδάζειν, ὥστε πληροῦσθαι πάσης ἀρετῆς, ἧς πλήρης ἐστὶν ὁ Θεός. Τῷ δὲ δυναμένῳ ὑπὲρ πάντα ποιῆσαι ὑπερεκπερισσοῦ ὧν αἰτούμεθα ἢ νοοῦμεν, κατὰ τὴν δύναμιν τὴν ἐνεργουμένην ἐν ἡμῖν. Καλῶς, Κατὰ τὴν δύναμιν, εἶπε· δυνάμεως γὰρ τὸ λαβεῖν, ἃ μηδὲ ἠλπίσαμεν πώποτε. Ὅτι δὲ ἐκπερισσοῦ ὧν αἰτούμεθα ἢ νοοῦμεν ἐποίησε, δῆλον ἐξ ὧν ἔγραφεν αὐτός. Ἐγὼ μὲν γὰρ, φησὶν, εὔχομαι· αὐτὸς δὲ καὶ χωρὶς τῆς ἐμῆς εὐχῆς, μείζονα ἐργάσεται τῶν ἡμετέρων αἰτήσεων, οὐχ ἁπλῶς μείζονα, ἢ ἐκπερισσοῦ, ἀλλ' Ὑπερεκπερισσοῦ, τὸ μέγεθος ἐμφαίνων τῆς δωρεᾶς. Πόθεν δὲ δῆλον τοῦτο; Ἐκ τῆς δυνάμεως τῆς ἐνεργουμένης, φησὶν, ἐν ἡμῖν. Οὔτε γὰρ ᾐτήσαμέν ποτε ταῦτα, οὔτε προσεδοκήσαμεν. Αὐτῷ ἡ δόξα, φησὶν, ἐν τῇ Ἐκκλησίᾳ ἐν Χριστῷ Ἰησοῦ εἰς πάσας τὰς γενεὰς τοῦ αἰῶνος τῶν αἰώνων. Ἀμήν. Καλῶς εἰς εὐχὴν καὶ δοξολογίαν τὸν λόγον κατέκλεισεν. Ἔδει γὰρ τὸν τοσαῦτα παρασχόντα ἡμῖν δοξασθῆναι καὶ εὐλογηθῆναι. Ὥστε καὶ τοῦτο μέρος ἐστὶ θαυμασμοῦ, τὸ δοξάζειν ἕνεκα τῶν ὑπηργμένων ἡμῖν παρὰ τοῦ Θεοῦ διὰ Ἰησοῦ Χριστοῦ. Ἡ δόξα αὐτοῦ ἐν τῇ Ἐκκλησίᾳ, καλῶς οὕτως εἶπεν· αὕτη γὰρ οἶδε μόνη μένειν εἰς τὸ διηνεκές. Ἐπεὶ δὲ αὕτη διὰ παντὸς ἕστηκε, βούλεται αὐτὸν καὶ δοξάζεσθαι ὑφ' ἡμῶν μέχρι τῆς συντελείας· τοῦτο γὰρ ἐδήλωσεν εἰπὼν, Εἰς πάσας τὰς γενεὰς τοῦ αἰῶνος. Τί ἐστιν, αἱ πατριαὶ, ἀναγκαῖον εἰπεῖν. Ἐνταῦθα μὲν γὰρ πατριαί εἰσι τὰ γένη, ἐν δὲ οὐρανῷ πῶς, ἔνθα οὐδεὶς ἐξ οὐδενὸς γέγονεν; Ἢ ἐκεῖ τὰ συστήματά φησι πατριὰς, καθάπερ καὶ ἐν τῇ Γραφῇ ἔστιν εὑρεῖν κείμενον, πατριὰ ἁματταρεὶ, ἀφ' οὗ καὶ πατέρες καλοῦνται. Οὐ παρὰ τοῦ Θεοῦ δὲ τὸ πᾶν ἀπαιτεῖ, ἀλλὰ καὶ παρ' αὐτῶν τὴν πίστιν καὶ τὴν ἀγάπην· καὶ οὐχ ἁπλῶς τὴν ἀγάπην, ἀλλ' ἐῤῥιζωμένην καὶ τεθεμελιωμένην, ὥστε μήτε πνεύματα αὐτὴν σαλεύειν, μήτε ἄλλο μηδὲν αὐτὴν καταβάλλειν. Εἶπεν ὅτι δόξα εἰσὶν αἱ θλίψεις· εἰ δὲ αἱ ἐμαὶ, πολλῷ μᾶλλον αἱ ὑμῶν. Ὥστε οὐκ ἐγκαταλιμπανομένων ἐστὶ τὸ θλίβεσθαι· οὐ γὰρ ἂν ὁ τοσαῦτα ἐργασάμενος τοῦτο ἐποίησεν. Εἰ δὲ τοῦ Θεοῦ τὴν ἀγάπην ὥστε μαθεῖν, τῆς εὐχῆς Παύλῳ δεῖ, καὶ Πνεύματος χρεία ἐνιδρύσεως, τοῦ Χριστοῦ τὴν οὐσίαν τίς εἴσεται λογισμοῖς κατακολουθῶν; Καίτοι τί δύσκολον πρᾶγμα μαθεῖν, ὅτι φιλεῖ ἡμᾶς ὁ Θεός; Σφόδρα δύσκολον, ἀγαπητέ. Οἱ μὲν γὰρ καὶ τοῦτο ἀγνοοῦσιν, ὅθεν καὶ φασὶ μυρία κακὰ εἰς τὸν κόσμον γίνεσθαι· οἱ δὲ τὸ πόσον ἀγνοοῦσι. Καὶ ὁ 62.53 Παῦλος δὲ οὐ τὸ πόσον, οὐ δὲ ὥστε μετρῆσαι ζητεῖ· πῶς γάρ; ἀλλ' ὅτι ὑπερβάλλον καὶ μέγα ἐστὶ αὐτὸ τοῦτο μαθεῖν· καί φησιν, ὅτι αὐτὸ τοῦτο ἱκανός ἐστι δεῖξαι καὶ ἀπὸ τῆς γνώσεως, ἧς ἡμεῖς κατηξιώθημεν. Καίτοι τί περισσόν ἐστι τοῦ κραταιοῦσθαι; Τὸ δυνάμει, ὥσπερ τοῦ τὸν Χριστὸν ἔχειν ἁπλῶς τὸ ἔνδον ἐστὶ περισσόν. Μεγάλα τὰ αἰτηθέντα, φησὶν, ἀλλ' οἶδε καὶ ὑπὲρ αὐτὰ ποιεῖν, ὥστε μὴ μόνον ἀγαπᾷν, ἀλλὰ καὶ σφόδρα τοῦτο ποιεῖν. Μεριμνήσωμεν τοίνυν, ἀγαπητοὶ, ὥστε τοῦ Θεοῦ τὴν ἀγάπην μαθεῖν. Μέγα τοῦτό ἐστιν, οὐδὲν οὕτω ἡμᾶς ὠφελεῖ, οὐδὲν οὕτως ἡμᾶς κατανύσσει· τοῦ φόβου τῆς γεέννης ἱκανὸν τοῦτο μᾶλλον ἑλεῖν τὰς ἡμετέρας ψυχάς. Πόθεν οὖν εἰσόμεθα; Ἔκ τε τῶν εἰρημένων, ἔκ τε τῶν καθ' ἑκάστην ἡμέραν συμβαινόντων. Τίνος γὰρ ἕνεκεν ταῦτα γεγένηται; ποίας χρείας τῆς αὐτοῦ; Οὐδεμιᾶς. Ἄνω καὶ κάτω τὴν ἀγάπην