33
αὐτοῦ τῷ Ἰακώβ, καὶ τῆς ἀληθείας αὐτοῦ τῷ οἴκῳ Ἰσραήλ· ἴδοσαν πάντα τὰ πέρατα τῆς γῆς τὸ σωτήριον τοῦ θεοῦ ἡμῶν, ἀλαλάξατε τῷ κυρίῳ πᾶσα ἡ γῆ». 2.2.6 καὶ ἐπιλέγει· «σαλευθήτω ἡ θάλασσα καὶ τὸ πλήρωμα αὐτῆς, ἡ οἰκουμένη καὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ. ποταμοὶ κροτήσουσι χειρὶ ἐπὶ τὸ αὐτό, τὰ ὄρη ἀγαλλιάσονται ἀπὸ προσώπου κυρίου, ὅτι ἔρχεται κρῖναι τὴν γῆν, κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ καὶ λαοὺς ἐν εὐθύτητι». 2.2.7 ιεʹ. Ἀπὸ τῆς Γενέσεως. «Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται, καὶ αὐτὸς προσδοκία ἐθνῶν». 2.2.8 ιϛʹ. Ἀπὸ τοῦ Σοφονίου. «Ἐπιφανήσεται κύριος ἐπ' αὐτούς, καὶ ἐξολοθρεύσει πάντας τοὺς θεοὺς τῶν ἐθνῶν, καὶ προσκυνήσουσιν αὐτῷ, ἕκαστος ἐκ τοῦ τόπου αὐτῶν, πᾶσαι αἱ νῆσοι τῶν ἐθνῶν». 2.2.9 ιζʹ. Ἀπὸ τοῦ αὐτοῦ. «∆ιὰ τοῦτο ὑπόμεινόν με, λέγει κύριος, εἰς ἡμέραν ἀναστάσεώς μου εἰς μαρτύριον. διότι τὸ κρίμα μου εἰς συναγωγὰς ἐθνῶν, τοῦ εἰσδέξασθαι βασιλεῖς, τοῦ ἐκχέαι ἐπ' αὐτοὺς τὴν ὀργήν μου, πᾶσαν ὀργὴν θυμοῦ μου. διότι ἐν πυρὶ ζήλου μου καταναλωθήσεται πᾶσα ἡ γῆ, ὅτι τότε μεταστρέψω ἐπὶ λαοὺς γλῶσσαν, εἰς γενεὰν αὐτῆς, τοῦ ἐπικαλεῖσθαι πάντας τὸ ὄνομα κυρίου, τοῦ δουλεύειν αὐτῷ ὑπὸ ζυγὸν ἕνα. ἐκ περάτων ποταμῶν Αἰθιοπίας οἴσουσι θυσίας μοι». 2.2.10 ιηʹ. Ἀπὸ τοῦ Ζαχαρίου. «Τέρπου καὶ εὐφραίνου, θύγατερ Σιών, διότι ἰδοὺ ἔρχομαι, καὶ κατασκηνώσω ἐν μέσῳ σου, λέγει κύριος· καὶ καταφεύξονται ἔθνη πολλὰ ἐπὶ τὸν κύριον τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ἔσονται αὐτῷ εἰς λαόν. καὶ κατασκηνώσουσιν ἐν μέσῳ σου, καὶ γνώσῃ ὅτι κύριος παντοκράτωρ ἐξαπέστειλέν με πρός σε». 2.2.11 ιθʹ. Ἀπὸ τοῦ Ἡσαΐου. «Ἐξελεύσεται ῥάβδος ἐκ ῥίζης Ἰεσσαίκαὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται, καὶ ἀναπαύσεται ἐπ' αὐτὸν πνεῦμα τοῦ θεοῦ», καὶ τὰ ἑξῆς. οἷς ἐπιλέγει· «καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἡ ῥίζα τοῦ Ἰεσσαὶ καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν· ἐπ' αὐτῷ ἔθνη ἐλπιοῦσιν». 2.2.12 κʹ. Ἀπὸ τοῦ αὐτοῦ. «Ἰδού, ὁ παῖς μου, ἀντιλήψομαι αὐτοῦ· ὁ ἐκλεκτός μου, προσεδέξατο αὐτὸν ἡ ψυχή μου. ἔδωκα τὸ πνεῦμά μου ἐπ' αὐτὸν καὶ κρίσιν τοῖς ἔθνεσιν ἐξοίσει. οὐ κεκράξει, οὐδὲ ἀνήσει, οὐδὲ ἀκουσθήσεται ἔξω ἡ φωνὴ αὐτοῦ. κάλαμον συντεθλασμένον οὐ κατεάξει καὶ λίνον τυφόμενον οὐ σβέσει, ἀλλ' εἰς ἀλήθειαν ἐξοίσει κρίσιν, ἀναλάμψει, καὶ οὐ θραυσθήσεται ἕως θῇ ἐπὶ τῆς γῆς κρίσιν· καὶ ἐπὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσιν». 2.2.13 καὶ ἑξῆς ἐπιλέγει· «ἐγὼ κύριος ὁ θεὸς ἐκάλεσά σε ἐν δικαιοσύνῃ, καὶ κρατήσω τῆς χειρός σου, καὶ ἐνισχύσω σε· καὶ ἔδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν, ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν, ἐξαγαγεῖν ἐκ δεσμῶν δεδεμένους καὶ ἐξ οἴκου φυλακῆς καθημένους ἐν σκότει. ἐγὼ κύριος ὁ θεός, τοῦτό μού ἐστιν ὄνομα, τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω, οὐδὲ τὰς ἀρετάς μου τοῖς γλυπτοῖς. τὰ ἀπ' ἀρχῆς ἰδοὺ ἥκασιν, καινὰ ἃ νῦν ἀναγγελῶ, καὶ πρὸ τοῦ ἀναγγεῖλαι ἐδηλώθη ὑμῖν». 2.2.14 καʹ. Ἀπὸ τοῦ αὐτοῦ. «Ἀκούσατέ μου νῆσοι καὶ προσέχετε ἔθνη, διὰ χρόνου πολλοῦ στήσεται, λέγει κύριος. ἐκ κοιλίας μητρός μου ἐκάλεσεν τὸ ὄνομά μου, καὶ ἔθηκεν τὸ στόμα μου ὡς μάχαιραν ὀξεῖαν, καὶ ὑπὸ τὴν σκέπην τῆς χειρὸς αὐτοῦ· ἔθηκέν με ὡς βέλος ἐκλεκτόν, καὶ ἐν τῇ φαρέτρᾳ αὐτοῦ ἐσκέπασέν με». 2.2.15 καὶ ἐπιλέγει ἑξῆς· «ἰδοὺ δέδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν, τοῦ εἶναί σε ἕως ἐσχάτου τῆς γῆς». 2.2.16 κβʹ. Ἀπὸ τοῦ αὐτοῦ. «Οὕτω λέγει κύριος ὁ ῥυσάμενός σε θεὸς Ἰσραήλ, ἁγιάσατε τὸν φαυλίζοντα τὴν ψυχὴν αὐτοῦ, τὸν βδελυσσόμενον ὑπὸ τῶν ἐθνῶν τῶν δούλων τῶν ἀρχόντων· βασιλεῖς ὄψονται αὐτόν, καὶ ἀναστήσονται ἄρχοντες, καὶ προσκυνήσουσιν αὐτῷ», καὶ τὰ ἑξῆς. 2.2.17 οἷς ἐπιλέγει· «καιρῷ δεκτῷ ἐπήκουσά σου, καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι, καὶ ἔδωκά σε εἰς διαθήκην ἐθνῶν, τοῦ καταστῆσαι τὴν γῆν, καὶ κληρονομῆσαι κληρονομίας ἐρήμους, λέγοντα τοῖς ἐν δεσμοῖς, ἐξέλθετε, καὶ τοῖς ἐν τῷ σκότει, ἀνακαλυφθῆναι, καὶ ἐν πάσαις ταῖς ὁδοῖς βοσκηθήσονται, καὶ ἐν πάσαις ταῖς τρίβοις ἡ νομὴ αὐτῶν· οὐ πεινάσουσιν οὐδὲ