33
οὐσίας τὴν ἐφεξῆς θαρσῶν δογματίζει τὸ οὕτως ἔχειν, οὐκ οἶδα ἐκ 1.1.221 ποίας παιδεύσεως ἢ σοφίας τοῦτο θαρσήσας. εἰ γὰρ πάσης κατασκευῆς καὶ ἀποδείξεως ἄμαχόν τινα καὶ ἀναμφίβολον προηγεῖσθαι χρὴ τὴν ὁμολογίαν, ὥστε τῷ προκατειλημμένῳ τὸ ἀγνοούμενον ταῖς διὰ μέσου κατασκευαῖς οἰκείως προσ αγόμενον ἀποδείκνυσθαι, ὁ τὸ ζητούμενον ἔτι εἰς κατα σκευὴν ἑτέρων προτείνων οὐδὲν ἕτερον ἢ δι' ἀγνοίας ἄγνοιαν καὶ δι' ἀπάτης ἀπάτην κατασκευάζει. τοῦτό ἐστι τὸ τυφλοῦ τυφλὸν ὁδηγὸν ποιεῖσθαι, καθώς φησί που τὸ εὐαγγέλιον. 1.1.222 ὄντως γὰρ τυφλῷ καὶ κενεμβατοῦντι τῷ λόγῳ τῷ 20κτίσμα καὶ ποίημα20 τὸν πάντων κτίστην καὶ δημιουργὸν εἶναι λέγοντι ἕτερον τυφλὸν λόγον παραζευγνύουσι, τὸ ἀλλότριον τῇ φύσει καὶ κατὰ τὴν οὐσίαν ἀνόμοιον καὶ πάντη τῆς φυ σικῆς οἰκειότητος ἀμέτοχον εἶναι τοῦ πατρὸς τὸν υἱόν. ἀλλ' οὔπω μὲν περὶ τούτων· ἐν οἷς γὰρ γυμνότερον ἐκκα λύπτει [τῷ λόγῳ] τὸ ἀσεβὲς τοῦ φρονήματος, ἐν τούτοις εὔκαιρόν ἐστι καὶ ἡμᾶς ὑπερθέσθαι τῆς ἀσεβείας τὸν ἔλεγ χον· νυνὶ δὲ ἡμῖν πρὸς τὴν ἀκολουθίαν τῶν παρ' ἐκείνου ῥηθέντων ἐπανιτέον. 1.1.223 20Πάλιν δ' αὖ ἑκάστης τούτων οὐσίας εἰλικρινῶς ἁπλῆς καὶ πάντη μιᾶς οὔσης τε καὶ νοουμένης κατὰ τὴν ἰδίαν ἀξίαν, συμπεριγραφομένων δὲ τοῖς ἔργοις τῶν ἐνεργειῶν, καὶ τῶν ἔργων ταῖς τῶν ἐργασαμένων ἐνεργείαις παραμετρουμένων, ἀνάγ κη δήπου πᾶσα καὶ τὰς ἑκάστῃ τῶν οὐσιῶν ἑπο μένας ἐνεργείας ἐλάττους τε καὶ μείζους εἶναι, καὶ τὰς μὲν πρώτην, τὰς δὲ δευτέραν τάξιν ἐπέχειν20. 1.1.224 ἡ μὲν διάνοια διὰ πάντων τῶν εἰρημένων, κἂν ἐν πλήθει ῥημάτων [ὁ λόγος] αὐτῷ συμπεραίνηται, μία ἐστί, τὸ κατα σκευάσαι μηδεμίαν συνάφειαν εἶναι τῷ πατρὶ πρὸς τὸν υἱὸν ἢ πρὸς τὸν υἱὸν πάλιν τῷ πνεύματι, ἀλλ' ἀπεσχίσθαι τὰς οὐσίας ἀπ' ἀλλήλων εἰς ἀπεξενωμένην τινὰ φύσιν καὶ ἀσύμ φυλον ἀλλοτριότητα διασπωμένας, καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ πηλικότητι καὶ ἀξιωμάτων ὑφέσει διαφερούσας, ὥστε 20τὰς μὲν μείζους20, καθὼς αὐτός φησι, 20τὰς δὲ μικρο τέρας νοεῖσθαι20 καὶ κατὰ τὰ λοιπὰ πάντα τὴν παρ αλλαγὴν ἔχειν. 1.1.225 Ἡμεῖς δὲ κἂν περιττὸν τοῖς πολλοῖς εἶναι δοκῇ τὸ τοῖς προδήλοις ἐνδιατρίβειν καὶ τὰ καθ' ἕκαστον διελέγχειν πειρᾶσθαι, ὅσα παρὰ τοῖς πολλοῖς αὐτόθεν ψευδῆ καὶ βδε λυκτὰ καὶ οὐδεμίαν ἰσχὺν ἔχειν νομίζεται, ὅμως ὑπὲρ τοῦ μὴ δοκεῖν δι' ἀπορίαν ἐλέγχων ἀνεξέταστόν τι παρορᾶν τῶν παρ' ἐκείνου ῥηθέντων, κατὰ δύναμιν καὶ τούτοις ἐπελευ σόμεθα. 20ἑκάστην φησὶ τούτων οὐσίαν εἰλικρινῶς ἁπλῆν καὶ πάντη μίαν εἶναί τε καὶ νοεῖσθαι κατὰ τὴν ἰδίαν ἀξίαν20. πάλιν ἐνταῦθα ὡς ὁμολογούμενα τὰ ἀμφι βαλλόμενα προτεινόμενος οἴεταί τι λέγειν, ἀντὶ πάσης ἀποδείξεως ἐξαρκεῖν νομίζων τὸ αὐτὸς ἀποφήνασθαι. τρεῖς οὐσίας φησί· τοῦτο γὰρ ἐνδείκνυται τῷ εἰπεῖν 20ἑκάστης τούτων οὐσίας20. οὐδὲ γὰρ ἂν οὕτως εἶπεν, εἰ μίαν ᾤετο. 1.1.226 Εἰ μὲν οὖν οὕτω λέγει τὴν τῶν οὐσιῶν πρὸς ἀλλήλας διαφοράν, ὡς μὴ δοκεῖν τῇ ἀσεβείᾳ τοῦ Σαβελλίου συμφέ ρεσθαι ἑνὶ τῷ ὑποκειμένῳ τρεῖς ἐφαρμόζοντος προσηγορίας, καὶ ἡμεῖς συντιθέμεθα καὶ οὐδεὶς τῶν εὐσεβούντων ἀντι λέγει τῷ δόγματι, πλὴν ὅσον μόνοις τοῖς ὀνόμασι καὶ τῇ προφορᾷ τοῦ λόγου πλημμελεῖν δοκεῖ, "1οὐσίας"2 ἀντὶ "1ὑπο 1.1.227 στάσεων"2 ὀνομάζων. οὐ γὰρ ὅσα τὸν τῆς οὐσίας λόγον τὸν αὐτὸν ἔχει, ὁμοίως καὶ ἐπὶ τῇ ὑποστάσει τῇ ἀποδόσει τοῦ λόγου συνενεχθήσεται. Πέτρος γὰρ καὶ Ἰάκωβος καὶ Ἰωάννης ἐν μὲν τῷ λόγῳ τῆς οὐσίας οἱ αὐτοὶ ἦσαν ἀλλή λοις (ἄνθρωπος γὰρ τούτων ἕκαστος), ἐν δὲ τοῖς ἰδιώμασι τῆς ἑκάστου αὐτῶν ὑποστάσεως ἀλλήλοις οὐ συνεφέροντο. 1.1.228 οὐκοῦν εἰ μὲν τοῦτο κατεσκεύαζε, τὸ μὴ δεῖν φύρειν τὰς ὑποστάσεις καὶ ἑνὶ προσώπῳ τὰς τρεῖς ἐφαρμόζειν προση γορίας, πιστὸς ἂν ἦν κατὰ τὴν τοῦ ἀποστόλου μαρτυρίαν ὁ λόγος αὐτῷ καὶ πάσης ἀποδοχῆς ἄξιος. ἐπεὶ δὲ οὐ πρὸς τοῦτο βλέπει οὐδὲ τὰς ὑποστάσεις ἀπ' ἀλλήλων τοῖς ἐπιθεωρουμένοις ἰδιώμασι διακρίνων ταῦτά φησιν, ἀλλ' αὐ τὴν τὴν ὑποκειμένην οὐσίαν ἀλλοτρίως πρὸς τὴν ἑτέραν, μᾶλλον δὲ πρὸς ἑαυτὴν ἔχειν κατασκευάζει καὶ διὰ τοῦτο πολλὰς οὐσίας ὀνομάζει, ὡς ἑκάστης