1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

33

φησί, τοῦ τεκεῖν καὶ καιρὸς τοῦ ἀποθανεῖν. εἴθε κἀμοὶ γένοιτο ἐν καιρῷ τε ὁ τόκος καὶ ὁ εὔκαιρος θάνατος! οὐ γὰρ ἄν τις εἴποι τὴν ἀκούσιον ταύτην ὠδῖνα καὶ τὸν αὐτόματον θάνατον παρὰ τοῦ ἐκκλησιαστοῦ νῦν ὡς ἐν ἀρετῆς κατορθώσει προδείκνυ σθαι· οὔτε γὰρ ἐπὶ τῷ θελήματι τῆς γυναικὸς ἡ ὠδὶς οὔτε ἐπὶ τῇ προαιρέσει τῶν τελευτώντων ὁ θάνατος. ὃ δὲ ἐφ' ἡμῖν οὐκ ἔστιν, οὔτε ἀρετὴν ἄν τις οὔτε κακίαν ὁρίσαιτο. οὐκοῦν νοῆσαι προσήκει τὸν τόκον τὸν εὔκαιρον καὶ τὸν ἐν καιρῷ γινόμενον θάνατον. ἐμοὶ δοκεῖ τόκος ὥριμος καὶ οὐκ ἀμβλωθρίδιος εἶναι, ὅταν, 5.380 καθώς φησιν Ἡσαΐας, ἐκ τοῦ θείου τις φόβου κυοφορήσας διὰ τῶν τῆς ψυχῆς ὠδίνων τὴν ἰδίαν σωτηρίαν γεννήσῃ· ἑαυτῶν γὰρ τρόπον τινὰ πατέρες γινόμεθα, ὅταν διὰ τῆς ἀγαθῆς προαιρέσεως ἑαυτοὺς πλάσωμέν τε καὶ γεννήσωμεν καὶ εἰς φῶς προαγάγωμεν. τοῦτο δὲ ποιοῦμεν διὰ τοῦ δέξασθαι ἐν ἑαυτοῖς τὸν θεὸν, Τέκνα θεοῦ καὶ τέκνα δυνάμεως καὶ υἱοὶ ὑψίστου γενόμενοι. καὶ πάλιν ἑαυτοὺς ἀμβλίσκομεν καὶ ἀτελεσφορήτους τε καὶ ὑπηνεμίους ἀπεργαζόμεθα, ὅταν μὴ μορφωθῇ ἐν ἡμῖν, καθώς φησιν ὁ ἀπόστολος, ἡ τοῦ Χριστοῦ μορφή. δεῖ γὰρ εἶναι, φησίν, ἄρτιον τὸν τοῦ θεοῦ ἄνθρωπον. ἄρτιος δὲ πάντως ἐκεῖνός ἐστιν, ᾧ τελείως ὁ τῆς φύσεως συμπεπλήρωται λόγος. οὐκοῦν εἰ μέν τις δι' ἀρετῆς τέκνον θεοῦ ἑαυτὸν ἐποίησε λαβὼν ἐξουσίαν τῆς εὐγενείας ταύτης, ἔγνω οὗτος τὸν καιρὸν τῆς ἀγαθῆς ὠδῖνος καὶ χαίρει κατὰ τὸ εὐαγγέλιον εἰκότως, Ὅτι ἐγεννήθη ἄνθρωπος εἰς τὸν κόσμον. ὁ δὲ γενόμενος τέκνον ὀργῆς καὶ υἱὸς ἀπωλείας καὶ σκότους ἔκγονος, γέννημα ἐχίδνης, ἔκγονον κακὸν καὶ τὰ ἄλλα πάντα, δι' ὧν ὁ πονηρὸς διαβάλλεται τόκος, οὐκ ἔγνω τὸν ζωογονοῦντα καιρόν· εἷς γὰρ καιρὸς ὁ εἰς ζωὴν τίκτων καὶ οὐ πολλοί. οὗ ὁ διαμαρτὼν ἐν τῇ ἀκαιρίᾳ τοῦ τόκου τῇ ἀπωλείᾳ ἑαυτὸν ὤδινε καὶ τῷ θανάτῳ τὴν ψυχὴν ἐμαιεύσατο. 5.381 εἰ δὲ φανερόν ἐστι, πῶς ἐν καιρῷ τικτόμεθα, δῆλον ἂν εἴη, πῶς καὶ ἐν καιρῷ ἀποθνῄσκομεν, οἷον πᾶς τῷ ἁγίῳ Παύλῳ καιρὸς τοῦ ἀγαθοῦ θανάτου εὔκαιρος ἦν. βοᾷ γὰρ ἐν τοῖς ἰδίοις λόγοις, ἔνορκον τρόπον τινὰ ποιούμενος, ἐν οἷς φησιν, ὅτι Καθ' ἡμέραν ἀποθνῄσκω, νὴ τὴν ὑμετέραν καύχησιν, καὶ τὸ Ἕνεκα σοῦ θανατούμεθα πᾶσαν ἡμέραν, καὶ Αὐτοὶ ἐν ἑαυτοῖς τὸ ἀπόκριμα τοῦ θανάτου ἐσχήκαμεν. πάντως δὲ οὐκ ἄδηλον, πῶς ἀποθνῄσκει καθ' ἡμέραν ὁ Παῦλος ὁ μηδέποτε τῇ ἁμαρτίᾳ ζῶν, ὁ ἀεὶ τὰ μέλη τῆς σαρκὸς νεκρῶν καὶ τὴν νέκρωσιν τοῦ σώματος τοῦ Χριστοῦ ἐν ἑαυτῷ περιφέρων, ὁ πάντοτε Χριστῷ συσταυρούμενος, ὁ μηδέποτε ἑαυτῷ ζῶν, ἀλλὰ ζῶντα ἔχων ἐν ἑαυτῷ τὸν Χριστόν. οὗτος ἂν εἴη, κατά γε τὴν ἐμὴν κρίσιν, ὁ εὔκαιρος θάνατος, ὁ τῆς ἀληθοῦς ζωῆς γινόμενος πρόξενος. Ἐγὼ γάρ, φησίν, ἀποκτενῶ καὶ ζῆν ποιήσω, ὡς πεπεῖσθαι ἀληθῶς θεοῦ δῶρον εἶναι τὸ νεκρωθῆναι τῇ ἁμαρτίᾳ καὶ ζωοποιηθῆναι τῷ πνεύματι· διὰ γὰρ τοῦ ἀποκτεῖναι ζωοποιεῖν ἐπαγγέλλεται ἡ θεία φωνή. Ὅμοιον δὲ τοῖς εἰρημένοις καὶ τὸ ἑπόμενον· Καιρός, φησί, τοῦ φυτεῦσαι καὶ καιρὸς τοῦ ἐκτῖλαι τὸ πεφυτευμένον. οἴδαμεν, 5.382 τίς ἡμῶν ὁ γεωργὸς καὶ ἡμεῖς τίνος γεώργιον. τὸ μὲν γὰρ παρὰ τοῦ Χριστοῦ, τὸ δὲ παρὰ τοῦ δούλου τοῦ Χριστοῦ μεμαθήκαμεν Παύλου. ὁ μὲν γὰρ κύριός φησιν, ὅτι Ὁ πατήρ μου ὁ γεωργός ἐστιν, ὁ δὲ ἀπόστολος πρὸς ἡμᾶς λέγει, ὅτι θεοῦ γεώργιόν ἐστε. ὁ οὖν μέγας γεωργὸς τὰ ἀγαθὰ φυτεύειν μόνον ἐπίσταται (Ἐφύτευσε γὰρ ὁ θεὸς παράδεισον ἐν Ἐδὲμ κατὰ ἀνατολάς), τὰ δὲ ἐναντία τοῖς ἀγαθοῖς ἀποτίλλει· πᾶσα γὰρ φυτεία, ἣν οὐκ ἐφύτευσεν ὁ πατήρ μου ὁ οὐράνιος, ἐκριζωθήσεται. οὐκοῦν ἡ Φαρισαϊκὴ κακία τε καὶ ἀπιστία καὶ ἡ πρὸς τὰ γινόμενα παρὰ τοῦ κυρίου θαύματα ἀγνωμοσύνη ταῦτα τὰ φυτά ἐστι τὰ ἐκτιλλόμενα. χρὴ γὰρ ἐπικρατῆσαι τὸ κήρυγμα τῆς σωτηρίας, χρὴ κηρυχθῆ ναι τὸ εὐαγγέλιον ἐν ὅλῳ τῷ κόσμῳ, χρὴ πᾶσαν γλῶσσαν ἐξομολογήσασθαι ὅτι κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν θεοῦ πατρός. ἐπεὶ οὖν ταῦτα γενέσθαι χρὴ πάντως, ἡ νῦν ἐπι κρατοῦσά τινων ἀπιστία οὐκ ἔστιν ἐκ τῆς τοῦ πατρὸς φυτείας, ἀλλὰ τοῦ παρασπείροντος τὰ ζιζάνια ἢ τοῦ παραφυτεύοντος τῷ δεσποτικῷ ἀμπελῶνι τὴν Σοδομιτικὴν κληματίδα. ὅπερ οὖν ἐκεῖ ἐν τῷ εὐαγγελίῳ