1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

34

παρὰ τῆς δεσποτικῆς φωνῆς ἐπαιδεύθημεν, τοῦτο νῦν καὶ ἐν τῷ αἰνίγματι τοῦ ἐκκλησια στοῦ ἐδιδάχθημεν, ὅτι ὁ αὐτὸς καιρός ἐστι τό τε σωτήριον τῆς 5.383 πίστεως φυτὸν παραδέξασθαι καὶ τὸ τῆς ἀπιστίας ἀποτῖλαι ζιζάνιον. ὃ δὲ ἐπὶ μέρους περὶ τοῦ κατὰ τὴν πίστιν κατορθώ ματος εἴρηται, τοῦτο καὶ ἐπὶ πάσης ἀρετῆς ἀκολούθως ἄν τις νοήσειε. καιρὸς τοῦ φυτεῦσαι τὴν σωφροσύνην καὶ ἐκτῖλαι τὸ τῆς ἀκολασίας φυτόν. οὕτω καὶ δικαιοσύνης φυτευθείσης ἀπορριζοῦται τὸ ἄδικον βλάστημα, καὶ τὸ τῆς ταπεινοφροσύνης φυτὸν τὸν τῦφον ἀνέτρεψεν ἥ τε ἀγάπη βλαστήσασα τὸ πονηρὸν τοῦ μίσους δένδρον ἐξήρανεν. ὥσπερ οὖν καὶ ἐκ τοῦ ἐναντίου γίνεται· ἡ ἀδικία πληθυνομένη τὴν ἀγάπην κατέψυξε, καὶ τὰ ἄλλα πάντα κατὰ τὸν αὐτὸν τρόπον, ἵνα μὴ τὰ καθ' ἕκαστον λέγοντες διατρίβωμεν, ὁμοίως νοοῦντες οὐ σφαλησόμεθα. Πάλιν ὁ ἐφεξῆς λόγος σύμφωνος τοῖς προεξητασμένοις ἐστί. Καιρὸς γάρ, φησί, τοῦ ἀποκτεῖναι καὶ καιρὸς τοῦ ἰάσασθαι. τοῦτο δὲ σαφῶς ἐν τῷ προφητικῷ ῥητῷ προηρμή νευται, ὃ ἐκ προσώπου τοῦ θεοῦ φησιν, ὅτι Ἐγὼ ἀποκτενῶ καὶ ζῆν ποιήσω. ἐὰν γὰρ μὴ ἀποκτείνωμεν ἐν ἑαυτοῖς τὴν ἔχθραν, οὐκ ἰασόμεθα τὴν ἀγαπητικὴν διάθεσιν τὴν ἐν ἡμῖν διὰ τοῦ μίσους νοσήσασαν. οὕτω καὶ τὰ λοιπὰ πάντα, ὅσα ἐπὶ κακῷ καθ' ἡμῶν ζῇ, λέγω δὴ τὴν κακὴν τῶν παθημάτων παράταξιν καὶ τὸν ἐμφύλιον τοῦτον πόλεμον τὸν καθ' ἡμῶν διὰ τῶν ἡδονῶν στρατευόμενον καὶ αἰχμαλωτίζοντα ἡμᾶς τῷ 5.384 νόμῳ τῆς ἁμαρτίας, καιρός ἐστι τοῦ ἀποκτεῖναι. ὁ γὰρ τῶν τοιούτων φόνος ἴασις γίνεται τοῦ διὰ τῆς ἁμαρτίας ἐξασθενήσαντος. φασὶν οἱ ἰατροὶ τὰς ἕλμινθας καὶ ἄλλα τινὰ τοιαῦτα θηρία ἔσωθεν ἐκ κακοχυμίας ἐνζωογονεῖσθαι τοῖς σπλάγχνοις, ὧν ἡ ζωὴ νόσος τῷ σώματι γίνεται· εἰ δὲ ἐκεῖνα διά τινος φαρμακοποσίας ἀναιρεθείη, πάλιν εἰς ὑγείαν ὁ κάμνων ἀναρρωσθήσεται. ἀναλογεῖ τὰ τοιαῦτα τοῦ σώματος πάθη πρὸς τὰ τῆς ψυχῆς ἀρρωστήματα. ὅταν ὁ θυμὸς ἔνδοθεν ἐκμυζῶν ἢ διὰ τῆς μνησικακίας τῆς ψυχῆς τὸν τόνον καὶ τοὺς λογισμοὺς ἐκνευρίζων ἢ τὸ τοῦ φθόνου θηρίον ἢ εἴ τι ἄλλο τοιοῦτον κακὸν ἡ κακὴ δίαιτα ζωογονήσῃ, ὁ αἰσθόμενος ὅτι θηρίον τρέφει ἔνδοθεν αὐτῷ ἡ ψυχὴ εὐκαίρως χρήσεται τῷ ἀναιρετικῷ τῶν παθῶν φαρμάκῳ. τοῦτο δέ ἐστιν ἡ ἐκ τοῦ εὐαγγελίου διδασκαλία, ὥστε ἐκείνων φονοκτονηθέντων ἐπιγενέσθαι τῷ πεπονηκότι τὴν ἴασιν. Καιρὸς τοῦ καθελεῖν καὶ καιρὸς τοῦ οἰκοδομῆσαι. ταῦτα καὶ ἐν τοῖς πρὸς τὸν προφήτην Ἱερεμίαν παρὰ τοῦ θεοῦ ῥηθεῖσιν ἔστι μαθεῖν, ᾧ δέδοται θεόθεν ἡ δύναμις εἰς τὸ πρότερον καθαιρεῖν καὶ ἐκριζοῦν καὶ κατασκάπτειν καὶ τότε ἀνορθοῦν καὶ ἀνοικοδομεῖν καὶ καταφυτεύειν. χρὴ 5.385 γὰρ πρότερον ἐν ἡμῖν ἐρειπωθῆναι τὰ τῆς κακίας οἰκοδομή ματα καὶ τότε καιρόν τε καὶ εὐρυχωρίαν εὑρεῖν πρὸς τὴν τοῦ ναοῦ τοῦ θεοῦ κατασκευὴν τοῦ ἐν ταῖς ψυχαῖς οἰκοδομουμένου, οὗ ἡ ὕλη ἀρετὴ γίνεται. εἴ τις γὰρ ἐποικοδομεῖ ἐπὶ τὸν θεμέλιον τοῦτον χρυσίον καὶ ἀργύριον καὶ λίθους τιμίους, ταῦτα ἡ ἀρετὴ ὀνομάζεται· ξύλῳ δὲ καὶ χόρτῳ καὶ καλάμῃ ἡ τῆς κακίας ἑρμηνεύεται φύσις, ἥτις εἰς οὐδὲν ἄλλο ἢ εἰς πυρὸς δαπάνην παρασκευάζεται. ὅταν οὖν ἐκ χόρτου καὶ καλάμης τὰ οἰκοδομήματα ᾖ, τουτέστιν ἐξ ἀδικίας τε καὶ ὑπερηφανίας καὶ τῆς λοιπῆς τοῦ βίου κακίας, πρότερον ταῦτα εἰς ἀφανισμὸν ἀγαγεῖν ὁ λόγος διακελεύεται, εἶθ' οὕτω τὸ χρυσίον τῆς ἀρετῆς ὕλην τῆς κατασκευῆς τοῦ πνευματικοῦ οἴκου ποιήσασθαι. οὐ γὰρ ἔστι τῇ καλάμῃ συμφυῆναι τὸν ἄργυρον ἢ τῷ χόρτῳ τὸ χρυσίον προσλιπανθῆναι ἢ τὸν μαργαρίτην τῷ ξύλῳ, ἀλλ' εἰ μέλλοι τοῦτο εἶναι, χρὴ πάντως ἀφανισθῆναι τὸ ἕτερον. Τίς γὰρ κοινωνία φωτὶ πρὸς σκότος; οὐκοῦν καθαιρεθήτω πρότερον τὰ τοῦ σκότους ἔργα καὶ τότε κατασκευασθήσεται τὰ φωτεινὰ τοῦ βίου οἰκοδομήματα. Καιρὸς τοῦ κλαῦσαι καὶ καιρὸς τοῦ γελάσαι. σαφηνίζεται οὗτος ὁ λόγος τῇ εὐαγγελικῇ φωνῇ τῇ ἐκ προσώπου 5.386 τοῦ κυρίου γεγενημένῃ, ἥ φησιν ὅτι Μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται. νῦν οὖν ἐστιν ὁ τοῦ κλαῦσαι καιρός, ὁ δὲ τοῦ γελάσαι δι' ἐλπίδος ἀπόκειται· ἡ γὰρ παροῦσα κατήφεια τῆς ἐλπιζομένης εὐφροσύνης μήτηρ