1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

34

ποσάκις μεταναστῆναι ἐζήτησαν; καὶ μετὰ ταῦτα πάντα ἐξεκαίετο καὶ ἐμεμήνει, καὶ ὑπὲρ αὐτῶν πάσχειν ἕτοιμος ἦν, Οὕτω δεῖ φιλεῖν τοὺς ἐχθροὺς, κοπτόμενον καὶ ταλαιπωρούμενον καὶ πάντα ποιοῦντα καὶ χωριζόμενον, ἐφίεσθαι τῆς σωτηρίας αὐτῶν. Τί δὲ ὁ Παῦλος, εἰπέ μοι, οὐχὶ καὶ γέενναν ᾔτησεν ἀντ' αὐτῶν; Ἀλλ' ἀπὸ τοῦ ∆εσπότου τὸ παράδειγμα ἀναγκαῖον ἀγαγεῖν. Οὕτω γὰρ καὶ αὐτὸς ποιεῖ, λέγων, ὅτι Τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθούς· ἀπὸ τοῦ Πατρὸς αὐτοῦ φέρων τὸ παράδειγμα, ἡμεῖς δὲ ἀπ' αὐτοῦ τοῦ Χριστοῦ. Ἦλθε πρὸς αὐτοὺς, κατὰ τὴν οἰκονομίαν λέγω, δοῦλος ἐγένετο δι' αὐτοὺς, ἐταπείνωσεν ἑαυτὸν, ἐκένωσε, μορφὴν δούλου ἔλαβε· καὶ παραγενόμενος, οὔτε αὐτὸς εἰς ὁδὸν ἐθνῶν ἀπήρχετο, καὶ τοῖς μαθηταῖς τοῦτο ἐπέταττε· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ περιῆγε θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν. 62.55 Τί οὖν; Οἱ μὲν ἄλλοι πάντες ἐξεπλήσσοντο καὶ ἐθαύμαζον, καὶ ἔλεγον, Πόθεν τούτῳ ταῦτα; οὗτοι δὲ εὐεργετούμενοι ἔλεγον ∆αιμόνιον ἔχει, καὶ, βλασφημεῖ, καὶ, Μαίνεται, καὶ, Πλάνος ἐστί. Ἆρ' οὖν ἀπώσατο αὐτούς; Οὐδαμῶς, ἀλλὰ καὶ μειζόνως εὐηργέτει ταῦτα ἀκούων, καὶ ἀπῄει πρὸς τοὺς μέλλοντας αὐτὸν σταυροῦν, ἵνα μόνον αὐτοὺς διασώσῃ. Καὶ μετὰ τὸ σταυρωθῆναι, τί φησι; Πάτερ, ἄφες αὐτοῖς· οὐ γὰρ οἴδασιν ὃ ποιοῦσι. Καὶ πρὸ τούτου κακῶς παθὼν, καὶ μετὰ ταῦτα κακῶς παθὼν, μέχρις ἐσχάτης ἀναπνοῆς περὶ αὐτῶν πάντα ἔπραττεν, ὑπὲρ αὐτῶν ἐδεῖτο. Καὶ μετὰ τὸν σταυρὸν τί οὐκ ἐποίησε δι' αὐτούς; οὐχὶ ἀποστόλους ἀπέστειλεν; οὐχὶ σημεῖα εἰργάσατο; οὐχὶ πᾶν ὁτιοῦν ἐκίνησεν; Οὕτω δεῖ φιλεῖν τοὺς ἐχθροὺς, οὕτω μιμεῖσθαι τὸν Χριστόν. Οὕτω Παῦλος ἐποίησε λιθαζόμενος, μυρία πάσχων, ὑπὲρ αὐτῶν ἅπαντα ἔπραττεν. Ἄκουε αὐτοῦ λέγοντος· Ἡ εὐδοκία μου καὶ ἡ δέησις ὑπὲρ αὐ 62.56 τῶν ἐστιν εἰς σωτηρίαν· καὶ πάλιν, Μαρτυρῶ γὰρ αὐτοῖς, ὅτι ζῆλον Θεοῦ ἔχουσι· καὶ πάλιν, Εἰ σὺ ἀγριέλαιος ὢν ἐνεκεντρίσθης, πόσῳ μᾶλλον οὗτοι ἐγκεντρισθήσονται τῇ ἰδίᾳ ἐλαίᾳ; Ἀπὸ πόσης φιλοστοργίας οἴει ταῦτα λέγεσθαι τὰ ῥήματα; ἀπὸ πόσης εὐνοίας; Οὐκ ἔστιν εἰπεῖν, οὐκ ἔστιν. Οὕτω δεῖ φιλεῖν τοὺς ἐχθρούς· τοῦτο τὸν Θεόν ἐστι φιλεῖν, τὸν ἐπιτάξαντα, τὸν νομοθετήσαντα· τὸ μιμεῖσθαι ἐκεῖνον, τὸ φιλεῖν τὸν ἐχθρόν ἐστιν. Ἐννόησον ὅτι οὐ τὸν ἐχθρὸν εὐεργετεῖς, ἀλλὰ σαυτὸν, οὐκ ἐκεῖνον φιλεῖς, ἀλλὰ τῷ Θεῷ ὑπακούεις. Ταῦτα οὖν εἰδότες, κυρώσωμεν εἰς ἀλλήλους τὴν ἀγάπην, ἵνα μετὰ ἀκριβείας ταύτην κατορθώσαντες, τύχωμεν τῶν ἐπηγγελμένων ἀγαθῶν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 62.55 ΟΜΙΛΙΑ Ηʹ. Παρακαλῶ οὖν ὑμᾶς ἐγὼ, ὁ δέσμιος ἐν Κυρίῳ, ἀξίως περιπατῆσαι τῆς κλήσεως ἧς ἐκλήθητε, μετὰ πάσης ταπεινοφροσύνης καὶ πραότητος. ∆ιδασκάλων ἐστὶν ἀρετὴν μὴ τιμὴν, μηδὲ δόξαν ζητεῖν παρὰ τῶν ἀρχομένων, ἀλλὰ τὴν σωτηρίαν αὐτῶν, καὶ πάντα ὑπὲρ τούτου ποιεῖν· ὡς ὅ γε ἐκεῖνο ζητῶν, οὐκ ἂν εἴη διδάσκαλος, ἀλλὰ τύραννος. Οὐ γὰρ διὰ τοῦτό σε ἐπέστησεν ὁ Θεὸς αὐτοῖς, ἵνα σὺ πλείονος ἀπολαύσῃς θεραπείας, ἀλλ' ἵνα τὰ μὲν σὰ ἀμελῆται, πάντα δὲ τὰ ἐκείνων οἰκοδομῆται. Τοῦτό ἐστι διδασκάλου· τοιοῦτος ὁ μακάριος Παῦλος ἦν, ὃς τύφου μὲν ἀπήλλακτο παντὸς, οὕτω δὲ διέκειτο, ὡς εἷς τῶν πολλῶν, μᾶλλον δὲ καὶ αὐτῶν ἐλάχιστος. ∆ιὰ τοῦτο καὶ δοῦλον αὐτῶν ἑαυτὸν καλεῖ, καὶ τὰ πλείονα ἐν ἱκετηρίας τάξει φθέγγεται. Ὅρα γοῦν καὶ νῦν οὐδὲν ἐπιτακτικὸν γράφοντα, οὐδὲν αὐθεντικὸν, ἀλλὰ συνεσταλμένον, καὶ καθυφειμένον. Παρακαλῶ οὖν ἐγὼ, φησὶν, ὑμᾶς ὁ δέσμιος ἐν Κυρίῳ, ἀξίως περιπατῆσαι τῆς κλήσεως ἧς ἐκλήθητε. Τί παρακαλεῖς, εἰπέ μοι; ἵνα τινὸς τύχῃς αὐτός; Οὐδαμῶς, φησὶν, ἀλλ' ἵνα ἄλλους σώσω. Καίτοι γε οἱ παρακαλοῦντες, ὑπὲρ τῶν αὐτοῖς διαφερόντων παρακαλοῦσι, Καὶ ἐμοὶ τοῦτο διαφέρει, φησὶ, καθὼς καὶ ἑτέρωθι γράφων ἔλεγε· Νῦν ζῶμεν, ἐὰν ὑμεῖς στήκητε ἐν Κυρίῳ. Σφόδρα γὰρ ἀεὶ τῆς σωτηρίας τῶν μαθητευομένων ἐφίετο. Ἐγὼ ὁ δέσμιος ἐν Κυρίῳ. Μέγα ἀξίωμα καὶ σφοδρὸν, καὶ βασιλείας καὶ ὑπατείας καὶ πάντων μεῖζον. Ὅπερ οὖν καὶ πρὸς