35
καὶ τὸ ἔλαττον ἐπ' αὐτῶν λέγει, μὴ λανθανέτω τῷ μὲν δοκεῖν τὸ ἁπλοῦν χαριζόμενος, τῇ δὲ ἀληθείᾳ κατασκευάζων τὸ σύνθετον. 1.1.238 Πάλιν δὲ τὸν ῥηθέντα παρ' αὐτοῦ λόγον καθεξῆς ἀνα λάβωμεν. 20εἰλικρινῶς20, φησίν, 20ἁπλῆς τῆς οὐσίας καὶ πάντη μιᾶς οὔσης τε καὶ νοουμένης κατὰ τὴν ἰδίαν ἀξίαν20. τί βούλεται τὸ 20κατὰ τὴν ἰδίαν ἀξίαν20; εἰ μὲν γὰρ ἐν κοινότητι τῆς ἀξίας θεωρεῖ τὰς οὐσίας, πε ρισσὴ μὲν καὶ οὕτως ἦν καὶ παρέλκουσα ἡ προσθήκη τοῦ λόγου τοῖς ὁμολογουμένοις ἐνδιατρίβουσα, πλὴν ἀλλ' εἶχέ τι συγγνωστὸν ἴσως ἡ ἀκαιρία τῆς λέξεως, τῆς εὐσεβεστέρας ἐννοίας οὐκ ἀπόβλητον ποιούσης τὸ μάταιον καὶ περιρρέον 1.1.239 τοῦ λόγου. νῦν δὲ οὐ μέχρι τῆς τῶν ῥημάτων αὐτῷ δια μαρτίας ἐστὶν ὁ κίνδυνος (ἦ γὰρ ἂν εὐίατον ἦν τὸ ἀρρώ στημα), ἀλλ' ἔτι τῶν πονηρῶν ἔχεται τεχνασμάτων. 20ἁπλῆν20 γὰρ λέγει τῶν τριῶν οὐσιῶν 20ἑκάστην κατὰ τὴν ἰδίαν ἀξίαν20, ἵνα τοῖς ἐξ ἀρχῆς ῥηθεῖσιν αὐτῷ διορισμοῖς περὶ τῆς πρώτης τε καὶ δευτέρας καὶ τρίτης οὐσίας καὶ ὁ τῆς 1.1.240 ἁπλότητος συγκακουργῆται λόγος. ὥσπερ γὰρ μόνην 20ἀνωτάτω20 καὶ μόνην 20κυρίαν20 τὴν τοῦ πατρὸς προση γόρευσεν οὐσίαν, οὐδὲν τούτων ἐπὶ τοῦ υἱοῦ καὶ τοῦ πνεύ ματος ὁμολογήσας, οὔτε τὴν ἄνω φωνὴν οὔτε τὴν 20κυριω τάτην20, κατὰ τὸν αὐτὸν λόγον καὶ ἁπλᾶς προσειπὼν τὰς οὐσίας κατὰ τὸ μέτρον τῆς ἐπιθεωρουμένης ἑκάστῃ ἀξίας καὶ τὴν τῆς ἁπλότητος ἔννοιαν ἐφαρμόζειν οἴεται χρῆναι, ὡς τῆς μὲν κυριωτάτης καὶ πρώτης ἐν τῇ ἄκρᾳ καὶ τελείᾳ θεωρουμένης ἁπλότητι, τῆς δὲ δευτέρας ἀναλόγως κατὰ τὸ μέτρον τῆς τῶν πρωτείων ὑφέσεως καὶ τὸν τῆς ἁπλότητος λόγον ὑποστελλούσης, καὶ ἐπὶ τῆς τελευταίας ὡσαύτως το σοῦτον ὑποκαταβαίνει τῆς τελείας ἁπλότητος, ὅσον καὶ ἡ ἀναλογία τοῦ ἀξιώματος ἐπὶ τῶν ἐσχάτων κατασμικρύνεται· 1.1.241 ὡς ἐκ τούτου συμβαίνειν τὴν μὲν τοῦ πατρὸς οὐσίαν ἁπλῆν καθαρῶς ὑπονοεῖσθαι, τὴν δὲ τοῦ υἱοῦ μὴ ἀκριβῶς ἁπλῆν, ἀλλά τι καὶ τῆς συνθέτου φύσεως αὐτῇ παραμεμίχθαι, τοῦ δὲ ἁγίου πνεύματος πλεονάζειν ἐν τῷ συνθέτῳ τὴν φύσιν, τοῦ τῆς ἁπλότητος λόγου κατ' ὀλίγον ἐν τοῖς ἐσχάτοις ἐλαττουμένου. ὥσπερ γὰρ τὸ μὴ τελείως ἀγαθὸν μέρει τινὶ τῆς ἐναντίας ἕξεως μετέχειν ὁμολογεῖται, οὕτως ὃ μὴ παντελῶς ἐστιν ἁπλοῦν, οὐ διαφεύγει τὸ μὴ σύνθετον εἶναι δοκεῖν. 1.1.242 Καὶ ὅτι ταῦτα νοῶν τούτοις τοῖς λόγοις κέχρηται, διὰ τῶν ἐφεξῆς σαφέστερον δείκνυται, δι' ὧν φανερώτερον εἰς χαμαιζήλους τινὰς καὶ ταπεινὰς ὑπολήψεις κατάγει τὴν περὶ τοῦ υἱοῦ καὶ τοῦ πνεύματος ἔννοιαν. 20συμπεριγρα φομένων20, φησί, 20τοῖς ἔργοις τῶν ἐνεργειῶν καὶ τῶν ἔργων ταῖς τῶν ἐργασαμένων ἐνεργείαις παραμετρουμένων, ἀνάγκη δήπου πᾶσα καὶ τὰς ἑκάστῃ τῶν οὐσιῶν ἑπομένας ἐνεργείας ἐλάτ τους τε καὶ μείζους εἶναι, καὶ τὰς μὲν πρώ 1.1.243 την, τὰς δὲ δευτέραν ἐπέχειν τάξιν20. ταῦτα γὰρ εἰ καὶ φιλοπόνως τῇ ὁμίχλῃ τῆς λέξεως συγκαλύψας δυσθή ρατον αὐτῶν τὴν ἔννοιαν εἶναι τοῖς πολλοῖς παρεσκεύασεν, ἀλλ' οὖν ἐκ τῆς ἀκολουθίας τῶν ἐξητασμένων εὐκόλως σα φηνισθήσεται. 20συμπεριγραφομένων20, φησί, 20τοῖς ἔργοις τῶν ἐνεργειῶν. ἔργα20 ὀνομάζει τὸν υἱὸν καὶ τὸ πνεῦμα, 20ἐνεργείας20 δὲ τὰς ἀποτελεστικὰς τούτων δυνάμεις δι' ὧν ἀπειργάσθησαν, ἅσπερ μικρῷ πρόσθεν 20ἕπεσθαί20 φησι 20ταῖς 1.1.244 οὐσίαις20. ἡ δὲ τοῦ 20συμπεριγράφεσθαι20 λέξις δηλοῖ τὸ ἰσοστάσιον τῆς ἀποτελεσθείσης οὐσίας πρὸς τὴν ὑποστήσασαν δύναμιν, μᾶλλον δὲ οὐχὶ δύναμιν, ἀλλὰ δυνάμεως ἐνέργειαν, καθὼς αὐτὸς ὀνομάζει, ἵνα μὴ πάσης τῆς τοῦ ἐνεργοῦντος δυνάμεως ἔργον ᾖ τὸ ἀποτέλεσμα, ἀλλά τινος μερικῆς ἐνεργείας τοσοῦτον ἐκ τῆς πάσης δυνάμεως κινηθείσης, ὅσον σύμμετρον ἔμελλε τῇ ἀπεργασίᾳ τοῦ γινομένου φανήσεσθαι. καὶ πάλιν τὸ αὐτὸ ἐπαναστρέψας φησί· 20καὶ τῶν ἔργων ταῖς τῶν ἐργασαμένων ἐνεργείαις παραμετρου μένων20. 1.1.245 Τούτων δὲ ὁ νοῦς γένοιτ' ἂν ἡμῖν δι' ὑποδείγματος γνωριμώτερος. ὑποθώμεθα γὰρ περὶ ὀργάνου τινὸς τῶν σκυτοτομικῶν εἶναι τὸν λόγον οὕτω· τὸ σμιλίον εἰς κύκλου σχῆμα περιηγμένον ἐὰν ἐπιβληθῇ τινι, ᾧ χρὴ τὸν τοιοῦτον ἐγγενέσθαι τύπον,