35
γενήσεται. τίς δὲ οὐκ ἂν ἐν θρήνοις καὶ σκυθρωπότητι πάντα τὸν βίον ἑαυτοῦ δαπανήσειεν, εἴπερ αἴσθησιν λάβοι αὐτὸς ἑαυτοῦ καὶ γνοίη τὰ καθ' ἑαυτόν, ἅ τε εἶχεν ἅ τε ἀπώλεσεν καὶ ἐν οἷς ἦν τὸ κατ' ἀρχὰς ἡ φύσις καὶ ἐν τίσιν ἐπὶ τοῦ παρόντος ἐστίν; τότε θάνατος οὐκ ἦν, νόσος ἀπῆν, τὸ ἐμὸν καὶ τὸ σόν, τὰ πονηρὰ ταῦτα ῥήματα, τῆς ζωῆς τῶν πρώτων ἐξώριστο. ὡς γὰρ κοινὸς ὁ ἥλιος καὶ ὁ ἀὴρ κοινὸς καὶ πρὸ πάντων τοῦ θεοῦ ἡ χάρις καὶ ἡ εὐλογία κοινή, οὕτως ἐν ἴσῳ καὶ ἡ παντὸς ἀγαθοῦ μετουσία κατ' ἐξουσίαν προέκειτο, καὶ ἡ νόσος τῆς πλεονεξίας οὐκ ἐγνωρίζετο, καὶ τὸ πρὸς τὸ ἐλαττοῦσθαι μῖσος κατὰ τῶν ὑπερεχόντων οὐκ ἦν (οὐδὲ γὰρ ὅλως τὸ ὑπερέχον ἦν) καὶ μυρία ἐπὶ τούτοις ἄλλα, ἃ οὐδ' ἂν παραστῆ σαί τις δυνηθείη τῷ λόγῳ παμπληθὲς τῶν εἰρημένων κατὰ τὸ μεγαλεῖον προέχοντα, λέγω δὴ τὴν πρὸς ἀγγέλους ὁμοτιμίαν, τὴν ἐπὶ θεοῦ παρρησίαν, τὴν τῶν ὑπερκοσμίων ἀγαθῶν θεωρίαν, τὸ τῷ ἀφράστῳ κάλλει τῆς μακαρίας φύσεως καὶ ἡμᾶς ὡραΐζεσθαι, δεικνύντας ἐν ἑαυτοῖς τὴν θείαν εἰκόνα τῇ 5.387 ὥρᾳ τῆς ψυχῆς ἐπιστίλβουσαν. τὰ δὲ ἀντ' ἐκείνων, οἷα ὁ πονηρὸς τῶν παθημάτων ἑσμός, ἡ κακὴ τῶν λυπηρῶν σφηκιά, τί ἄν τις πρῶτον εἴποι τῶν τοῦ βίου κακῶν; πάντα ὁμοτίμως ἔχει πρὸς ἄλληλα, πάντα προτερεύει ταῖς τῶν κακῶν ἐξοχαῖς, πάντα τῶν ἴσων θρήνων ἀφορμὴ γίνεται. τί μᾶλλον γάρ τις θρηνήσει τῆς ἀθλιότητος; πόθεν πλέον τὴν φύσιν ἀπολο φυρεῖται, τὸ ὠκύμορον τῆς ζωῆς, τὸ ἐπίπονον, τὸ ἀπὸ δακρύων ἄρχεσθαι καὶ καταλήγειν εἰς δάκρυον, τὴν ἐλεεινὴν νηπιότητα, τὴν ἐν τῷ γήρᾳ παράνοιαν, τὸ ἀστατοῦν τῆς νεότητος, τὸ πολύμοχθον τῶν τῇ ἡλικίᾳ καθεστηκότων, τοῦ γάμου τὸ φορτικόν, τῆς ἀγαμίας τὸ ἔρημον, τῆς πολυπαιδίας τὸ ἐπαχθές, τῆς ἀπαιδίας τὸ ἄρριζον, τοῦ πλούτου τὸ ἐπίφθονον, τῆς πενίας τὸ ἐπώδυνον; καὶ σιωπῶ τὰς πολυτρό πους τῶν νοσημάτων διαφοράς, τὰς λώβας, τοὺς ἀκρωτη ριασμούς, τὰς σήψεις, τὰς τῶν αἰσθητηρίων πηρώσεις, τὰς ἐκ δαιμόνων παραφοράς, πάντα ὅσα ἡ φύσις ἐν ἑαυτῇ περιέχει, ἃ τῇ δυνάμει ἕκαστος τῶν ἀνθρώπων ἐστὶν ἔχων ἐν τῇ φύσει τὰ πάθη. τὴν δὲ τῶν ἐρώτων μανίαν καὶ τὸν δυσώδη βόρβορον, εἰς ὃν καταστρέφεται ἡ τοιαύτη λύσσα, παρίημι· καὶ τὴν συνεζευγμένην τῇ τροφῇ διὰ τῆς ἀποποιή σεως ἀηδίαν οὐ λέγω, ὡς ἂν μὴ δόξαιμι διὰ πάντων στηλι τεύειν τῷ λόγῳ τὸν βίον, κοπροποιόν τινα τὴν φύσιν ἡμῶν 5.388 ἀποδεικνύων. ταῦτα ἀφεὶς πάντα καὶ τὰ τοιαῦτα ἐκεῖνο μάλιστά φημι δακρύων ἄξιον εἶναι τοῖς αἰσθανομένοις τὸ εἰδέναι πάντας, ὅτι τῆς σκιοειδοῦς ταύτης παραδραμούσης ζωῆς μένει ἡμᾶς Φοβερά τις ἐκδοχὴ κρίσεως καὶ πυρὸς ζῆλος ἐσθίειν μέλλοντος τοὺς ὑπεναντίους. ὁ οὖν ταῦτα καὶ τὰ τοιαῦτα λογιζόμενος ἆρ' οὐκ ἀεὶ τῷ θρήνῳ συζήσεται; οὐκοῦν καιρὸς ἂν εἴη νῦν ταῦτα τῷ λογισμῷ λαμβάνειν. ἐκ γὰρ τοῦ σκυθρωπῶς πρὸς τὴν παροῦσαν ἔχειν ζωὴν τὸ μηδὲν πλημμελεῖν ἐν ταύτῃ κατὰ τὸ εἰκὸς προσγενήσεται. τούτου δὲ κατορθωθέντος ἡ ἐπαγγελθεῖσα τῆς εὐφροσύνης χάρις δι' ἐλπίδος ἡμῖν ἀποκείσεται. ἡ δὲ ἐλπὶς οὐ καταισχύνει, καθώς φησιν ὁ ἀπόστολος. Τὸ δὲ ἐπαγόμενον οἷον ἐπανάληψις τοῦ προειρημένου ἐστίν. εἰπὼν γὰρ τοῦ δακρύου καὶ τοῦ γέλωτος τὴν εὐκαιρίαν ἐπήγαγε· Καιρὸς τοῦ κόψασθαι καὶ καιρὸς τοῦ ὀρχήσασθαι, ὅπερ οὐδὲν ἄλλο ἢ ἐπίτασις ἑκατέρου τῶν μνημονευθέντων ἐστίν. ὁ γὰρ ἐμπαθής τε καὶ ἐνδιάθετος θρῆνος κοπετὸς ὑπὸ τῆς γραφῆς ὀνομάζεται. ὡσαύτως δὲ καὶ ἡ ὄρχησις σημαίνει τὴν τῆς εὐφροσύνης ἐπίτασιν, καθὼς ἐν τῷ εὐαγγελίῳ τὸ τοιοῦτον ἐμάθομεν, ἐν οἷς φησιν· Ηὐλήσαμεν ὑμῖν καὶ οὐκ ὠρχήσασθε, ἐθρηνήσαμεν καὶ οὐκ ἐκόψασθε. οὕτω φησὶν 5.389 ἡ ἱστορία κοπετὸν μὲν ἐπὶ τῇ μεταστάσει τοῦ Μωυσέως τοῖς Ἰσραηλίταις γενέσθαι, ὀρχήσασθαι δὲ τὸν ∆αβὶδ τῆς κιβωτοῦ προπομπεύοντα, ὅτε αὐτὴν ἐκ τῶν ἀλλοφύλων ἀνεκομίσατο, μὴ ἐν τῷ συνήθει δεικνύμενον σχήματι. ὑποφθέγγεσθαι γὰρ αὐτόν τί φησι τῶν ἐναρμονίων μελῶν ἐν τῷ μουσικῷ ὀργάνῳ ἀνακρουόμενον, συγκινεῖσθαι δὲ πρὸς τὸν ῥυθμὸν τῷ ποδὶ καὶ τῇ ἐνρύθμῳ κινήσει τοῦ σώματος τὴν ἔνδον δημοσιεύειν διά θεσιν. ἐπειδὴ τοίνυν διπλοῦς μὲν ὁ ἄνθρωπος, ἐκ ψυχῆς λέγω