36
συμπεριγράφεται τῷ σχήματι τοῦ σιδήρου τὸ δι' αὐτοῦ ἐντεμνόμενον, καὶ τοσοῦτος ὁ ἐν τῇ τομῇ κύκλος δειχθήσεται, ὅσος ὁ ἐν τῷ ὀργάνῳ ἐστί· καὶ πάλιν ὅσῳ διαστήματι περιῆκται τὸ ὄργανον, τοσοῦτον καὶ διὰ 1.1.246 τῆς τομῆς περιγράψει τὸν κύκλον. τοιαύτη τοῦ θεολόγου ἡ ἔννοια περὶ τῆς θείας τοῦ μονογενοῦς ὑποστάσεως. ἐν έργειάν τινα καθάπερ ὄργανον τῇ πρώτῃ οὐσίᾳ παρεπομένην σύμμετρόν φησιν ἑαυτῇ ἔργον πεποιηκέναι τὸν κύριον. οὕτως οἶδε τὸν υἱὸν τοῦ θεοῦ δοξάζειν. τὸν ἐν τῇ δόξῃ τοῦ πατρὸς νῦν δοξαζόμενον καὶ ἐν καιρῷ τῆς κρίσεως ἐκκαλυφθησό μενον, τοῦτόν φησιν 20ἔργον ὄντα τῇ ἐργασαμένῃ αὐ τὸν ἐνεργείᾳ παραμετρεῖσθαι20. τίς τοίνυν ἡ ἐνέρ γεια ἡ τῷ θεῷ μὲν τῶν ὅλων παρεπομένη, πρὸ δὲ τοῦ μονογενοῦς νοουμένη καὶ περιγράφουσα αὐτοῦ τὴν οὐσίαν; 1.1.247 δύναμίς τις οὐσιώδης καθ' ἑαυτὴν ὑφεστῶσα καὶ τὸ δοκοῦν ἐργαζομένη δι' αὐτεξουσίου κινήματος. οὐκοῦν αὕτη πατὴρ τοῦ κυρίου. καὶ τί ἔτι ἐπιθρυλεῖται τῷ ἐπὶ πάντων θεῷ ἡ τοῦ πατρὸς κλῆσις, εἰ μὴ ἐκεῖνος, ἀλλά τις ἐνέργεια τῶν 1.1.248 ἔξωθεν αὐτῷ παρεπομένων τὸν υἱὸν ἀπειργάσατο; πῶς δὲ υἱὸς ὁ υἱός, ὃν δι' ἑτέρου μέν τινος ὑποστῆναι λέγει, καθάπερ δέ τινα τῶν ὑποβολιμαίων (ἵλεως δὲ εἴη τῷ λόγῳ ὁ κύριος) οὕτω τὴν οἰκειότητα τοῦ πατρὸς ὑποδύεσθαι, μόνῃ τῇ προσηγορίᾳ τοῦ υἱοῦ τετιμημένον; πῶς δὲ μετὰ τὸν θεὸν τῶν ὅλων καὶ τὸν κύριον τάξει ὁ τρίτον ἐκ τοῦ πατρὸς τὸν υἱὸν ἀριθμῶν, τῆς μεσιτευούσης ἐνεργείας ἐκεί νης ἐν δευτέρᾳ τάξει μετὰ τὸν ἐπὶ πάντων θεὸν ἀριθμου 1.1.249 μένης; κατὰ δὲ τὴν ἀκολουθίαν ταύτην καὶ τὸ πνεῦμα τὸ 1.1.249 ἅγιον πάντως οὐκέτι ἐν τρίτῃ, ἀλλ' ἐν τῇ πέμπτῃ τάξει καταληφθήσεται, τῆς ἐνεργείας τῆς τῷ μονογενεῖ παρεπο μένης, καθ' ἣν ὑπέστη τὸ πνεῦμα τὸ ἅγιον, ὡς ὁ Εὐνο μίου λόγος, διὰ μέσου πάντως ἀριθμουμένης. 1.1.250 Ἀλλὰ καὶ τὸ πάντα διὰ τοῦ υἱοῦ γεγενῆσθαι λέγειν ἀσύστατον διὰ τούτων ἐπιδειχθήσεται, ἑτέρας τινὸς ὑπο στάσεως πρεσβυτέρας τοῦ μονογενοῦς προαναπλασθείσης ὑπὸ τοῦ καινοῦ θεολόγου, εἰς ἣν εἰκότως ἡ αἰτία τῆς κτίσεως τῶν πάντων ἀνενεχθήσεται, διότι καὶ αὐτοῦ τοῦ μονογενοῦς ἡ κατασκευὴ κατὰ τὸν ἐκείνου λόγον τῆς ἐνεργείας ἐκείνης 1.1.251 ἤρτηται. εἰ δὲ ταῦτα τὰ ἄτοπα φεύγων ἀνυπόστατόν τι πρᾶγμα λέγοι τὴν ἐνέργειαν, ἧς ἀποτέλεσμα τὸν υἱὸν διορί ζεται, πάλιν εἰπάτω πῶς ἕπεται τῷ ὄντι τὸ μὴ ὄν, πῶς δὲ κατεργάζεται τὸν ὑφεστῶτα τὸ μὴ ὑφεστός. εὑρεθήσεται γὰρ διὰ τούτων ἀκολουθοῦντα μὲν τῷ θεῷ τὰ ἀνύπαρκτα, αἴτια δὲ τῶν ὄντων τὰ μὴ ὄντα γινόμενα, καὶ περιγρά φοντα τὴν τῶν ὑφεστώτων φύσιν ἃ τῇ ἑαυτῶν οὐχ ὑφέστηκε φύσει, καὶ ἡ πάσης τῆς κτίσεως ἀποτελεστικὴ καὶ δη μιουργὸς δύναμις τῷ ἀνυπάρκτῳ κατὰ τὸν ἴδιον λόγον περι 1.1.252 ληφθήσεται. τοιαῦτα τοῦ θεολόγου τὰ δόγματα, ὃς τὸν κύριον τοῦ οὐρανοῦ καὶ τῆς γῆς καὶ πάσης τῆς κτίσεως δημιουργόν, τὸν ἐν ἀρχῇ ὄντα λόγον θεοῦ, τὸν δι' οὗ τὰ πάντα τοῦτον ἀνυπάρκτῳ τινὶ καὶ ἀνυποστάτῳ πράγματι ἢ νοήματι ἢ οὐκ οἶδ' ὅπως ὀνομάσαι προσήκει τὴν παρ' αὐτοῦ νῦν ἀναπλασθεῖσαν ἐνέργειαν ὑποστῆναι λέγει καὶ ἐν αὐτῇ περιγεγράφθαι, οἷόν τινι ἑρκίῳ τῇ ἀνυπαρξίᾳ πανταχόθεν διειλημμένον. καὶ οὐ συνίησιν ὁ τὰ ἀθέατα βλέπων, εἰς 1.1.253 οἷον καταστρέφει πέρας ἡ ἀκολουθία τοῦ λόγου. εἰ γὰρ ἀνυπόστατος μὲν ἡ ἐνέργεια τοῦ θεοῦ, ταύτῃ δὲ ἐμπερι γράφεται τὸ ἐκ τῆς ἀνυπαρξίας ἀποτελεσθὲν ἔργον, πάντως ὅτι τοιοῦτόν τι νοηθήσεται τῇ φύσει τὸ ἀποτέλεσμα, οἵα καὶ ἡ τοῦ ὑποστησαμένου τὸ ἔργον φύσις ἀνεπλάσθη τῷ λόγῳ· τὸ γὰρ καὶ ἀποτελεσθὲν ἐκ τῆς ἀνυπαρξίας καὶ ἐμ περιειλημμένον ταύτῃ παντὶ δήπου πρόδηλον, τί νοεῖται, 1.1.254 ὅτι οὐδέν. οὐδὲ γὰρ ἔχει φύσιν ὑπὸ τῶν ἐναντίων τὰ ἐν αντία περιέχεσθαι· οὔτε γὰρ ὑπὸ πυρὸς ὕδωρ οὔτε ὑπὸ σκότους φῶς οὔτε ὑπὸ τοῦ μὴ ὄντος τὸ ὄν. ἀλλὰ ταῦτα μὲν ὑπὸ τῆς περιττευούσης αὐτῷ σοφίας ἢ οὐ συνίησιν ἢ ἑκὼν ἀμβλυώττει πρὸς τὴν ἀλήθειαν. 1.1.255 Ἐξ ἀνάγκης δέ τινος τὸ ἔλαττον ἐπὶ τῆς τοῦ μονογε νοῦς ὑποστάσεως νοεῖ καὶ πάλιν ἐπίτασίν τινα τῆς ἐλαττώ σεως παρὰ τὸν υἱὸν ἐνθεωρεῖν τῷ ἁγίῳ πνεύματι κατα σκευάζει, οὕτω λέγων τοῖς