37
ῥήμασιν· 20ἀνάγκη πᾶσα τὰς ἑκάστῃ τῶν οὐσιῶν ἑπομένας ἐνεργείας ἐλάτ 1.1.256 τους τε καὶ μείζους εἶναι20. τὴν μὲν οὖν ἀνάγκην τὴν ταῦτα ἐν τῇ θείᾳ φύσει βιαζομένην καὶ τὸ μεῖζον καὶ τὸ ἔλαττον διακληροῦσαν οὔτε παρ' αὐτοῦ μεμαθήκαμεν οὔτε ἀφ' ἡμῶν αὐτῶν συνεῖναι μέχρι τοῦ νῦν δεδυνήμεθα. τέως γὰρ παρὰ πᾶσι κρατεῖ τὸ δόγμα τοῖς τὸν ἰδιωτισμὸν καταδεχομένοις τοῦ ἁπλουστέρου κηρύγματος, ὅτι οὐδεμία τις Ἀνάγκη τῆς θείας ὑπέρκειται φύσεως, ἣ πρὸς τὸ ἔλαττον κάμπτει καὶ βιάζεται καθάπερ τινὰ τῶν ἀργυρω 1.1.257 νήτων τὸν μονογενῆ. ἀλλὰ τοῦτο παρεὶς καίτοι οὐ μικρᾶς ζητήσεως ἄξιον ὂν μόνον τὸ δεῖν ἔλαττον νοεῖν δογματίζει. καὶ μὴν οὐκ εἰς τοῦτο μόνον ἡ ἀνάγκη τὸν λόγον καθί στησιν, ἀλλά τι καὶ πλέον εἰς βλασφημίαν κατασκευάζει, καθὼς ἤδη μερικῶς προεξήτασται. εἰ γὰρ μὴ ἐκ πατρὸς ὁ υἱός, ἀλλ' ἔκ τινος ἀνυποστάτου ἐνεργείας ἀνεφύη, οὐκ ἐλάττων μόνον τοῦ πατρὸς νοηθήσεται, ἀλλὰ τὸ παράπαν 1.1.258 ἰουδαΐζειν ἀνάγκη τῷ δόγματι. τὸ γὰρ τοῦ μὴ ὄντος ἀποτέ λεσμα οὐχὶ μικρὸν ἡ τῆς ἀνάγκης ταύτης ἀκολουθία δεί κνυσιν, ἀλλ' ὅπερ οὐδὲ κατηγοροῦντι λέγειν ἀκίνδυνον. ὥσπερ γὰρ ἀναγκαίως ὁμολογεῖται εἶναι τὸ ἐκ τοῦ ὄντος ἔχον τὴν γέννησιν, οὕτως τὸ ἔμπαλιν ἐξ ἀνάγκης ὁμολογη θήσεται <μὴ εἶναι> τὸ ἐκ τοῦ μὴ ὄντος ἀναφυόμενον. ὅταν γὰρ αὐτό τι μὴ ᾖ, πῶς ἕτερον ἐξ αὑτοῦ ὑποστήσει; 1.1.259 Εἰ οὖν οὐκ ἔστιν ἐν ἰδίᾳ οὐσίᾳ ἡ τῷ θεῷ μὲν παρεπο μένη ἐνέργεια, τὸν δὲ υἱὸν ἐργαζομένη, τίς οὕτω τυφλός, ὡς μὴ συνιδεῖν τὴν τῆς βλασφημίας κατασκευήν, ὅτι πρὸς τὴν αὐτοῦ τοῦ σωτῆρος ἡμῶν ἄρνησιν ὁ σκοπὸς αὐτῶν βλέπει; καὶ εἰ τοῦ υἱοῦ τὴν ὑπόστασιν ἡ τοῦ δόγ ματος αὐτῶν ἀκολουθία ὑποκλέπτει τῆς πίστεως, οὐδὲν αὐτῷ πλὴν ψιλοῦ ὀνόματος καταλείπουσα, σχολῇ γ' ἂν εἶναι κατ' ἰδίαν ὑπόστασιν πιστευθείη τὸ πνεῦμα τὸ ἅγιον τὸ διὰ τῆς τῶν ἀνυπάρκτων ἀκολουθίας γενεαλογούμενον. 1.1.260 ὅταν γὰρ μὴ ὑπάρχῃ μὲν κατ' οὐσίαν ἡ παρεπομένη τῷ θεῷ ἐνέργεια, ἀνύπαρκτον δὲ τὸ ταύτης ἀποτέλεσμα κατα λαμβάνῃ ἐξ ἀνάγκης ὁ λόγος, τούτῳ δὲ πάλιν ἄλλη τις ἐνεργείας ἀνυπαρξία παρέπηται, εἶτα διὰ τούτου γεγενῆσθαι τὸ πνεῦμα κατασκευάζηται, πῶς οὐκ εὔδηλος πᾶσιν ἡ βλασφημία, ὅτι μετὰ τὸν ἀγεννήτως ὄντα θεὸν οὐδὲν ἀλη θῶς ὑφεστάναι κατασκευάζουσι, διὰ σκιωδῶν τινων καὶ ἀνυπ άρκτων ἀναπλασμῶν προϊόντος αὐτῶν τοῦ δόγματος καὶ οὐδενὶ τῶν κατ' ἀλήθειαν ὑφεστώτων ἐπερειδομένου. 1.1.261 Ἀλλ' ἡ μὲν κατασκευὴ τῶν τὰ τοιαῦτα δογματιζόν των εἰς τοιαύτην ἀτοπίαν ἐκβάλλει τὸν λόγον. διδόσθω δὲ καθ' ὑπόθεσιν μὴ οὕτως ἔχειν. καὶ γὰρ ὁμολογοῦσι δῆθεν καὶ τῷ λόγῳ φιλανθρωπεύονται συγχωροῦντες <τὸ> εἶναι τῷ τε μονογενεῖ υἱῷ καὶ τῷ πνεύματι τῷ 1.1.262 ἁγίῳ κατ' ἰδίαν ὑπόστασιν. ἀλλ' εἰ μὲν ὁμολογοῦντες ταῦτα καὶ τὰς εὐσεβεῖς περὶ αὐτῶν ὑπολήψεις συνωμολόγουν, οὐδ' ἂν ἐμάχοντο πάντως πρὸς τὸ δόγμα τῆς ἐκκλησίας οὐδὲ τῆς κοινῆς ἐλπίδος τῶν Χριστιανῶν ἀπεσχίζοντο· εἰ δὲ καθάπερ ὕλην τινὰ καὶ ἀφορμὴν βλασφημίας ἑαυτοῖς ὑποβάλλοντες διὰ τοῦτο τῷ υἱῷ καὶ τῷ πνεύματι τὸ εἶναι χαρίζονται, τάχα, κἂν τολμηρὸν εἰπεῖν ᾖ, λυσιτελέστερον ἦν αὐτοῖς αὐτομολῆσαι πρὸς τὴν τῶν Ἰουδαίων λατρείαν ἐξομοσαμένοις τὴν πίστιν, ἢ καθυβρίζειν διὰ τῆς δοκούσης 1.1.263 ὁμολογίας τῶν Χριστιανῶν τὴν προσηγορίαν. ἐκεῖνοι μὲν γὰρ ἀπαράδεκτοι τοῦ λόγου μέχρι τοῦ νῦν διαμείναντες τοσοῦτον ἀσεβοῦσι μόνον, ὅσον τὸν ἐλθόντα Χριστὸν μὴ ὁμολογεῖν, ἀλλ' ἐλπίζειν ἐλεύσεσθαι· πονηρὰν δέ τινα καὶ καθαιρετικὴν ἔννοιαν τῆς τοῦ προσδοκωμένου παρ' αὐτοῖς 1.1.264 δόξης οὐδεμίαν ἔστι λεγόντων ἀκούειν. οἱ δὲ τῆς νέας περιτομῆς, μᾶλλον δὲ τῆς, καθώς φησιν ὁ ἀπόστολος, κατατομῆς, ἐληλυθέναι μὲν οὐκ ἀρνοῦνται τὸν προσδοκώ μενον, μιμοῦνται δὲ τοὺς τὴν κατὰ σάρκα τοῦ κυρίου παρ ουσίαν δι' ἀπιστίας καὶ ὕβρεως ἀτιμάζοντας. ἐκεῖνοι λίθοις βαλεῖν ἐπεχείρουν τὸν κύριον, οὗτοι ταῖς βλασφήμοις φωναῖς 1.1.265 τὸν τῆς ἀληθείας λόγον καταλιθάζουσιν. ἐκεῖνοι προέφερον τῆς κατὰ σάρκα γεννήσεως τὸ