38
πᾶσιν ἀφθόνως κεχαρισμένῳ· καὶ προσκυνήσειν γε αὐτῷ, οὐκ ἐπὶ τῆς κάτω Ἱερουσαλὴμ τῆς κατὰ τὴν Παλαιστίνην, ἀλλ' ἕκαστον «ἐκ τοῦ τόπου αὐτοῦ, καὶ πάντας τοὺς ἐν ταῖς νήσοις τῶν ἐθνῶν»· ὅτε καὶ πληρωθήσεται τὸ φάσκον λόγιον «ἐπικαλεῖσθαι πάντας» ἀνθρώπους οὐκ ἔτι τοὺς πατρῴους θεοὺς οὐδὲ τὰ εἴδωλα καὶ τοὺς δαίμονας, ἀλλὰ «τὸ ὄνομα κυρίου καὶ δουλεύειν αὐτῷ ὑπὸ ζυγὸν ἕνα, ἐκ περάτων τε ποταμῶν Αἰθιοπίας προσοίσουσιν» αὐτῷ τὰς λογικὰς καὶ ἀναίμους «θυσίας» διὰ τῆς τοῦ Χριστοῦ καινῆς διαθήκης, οὐκ ἐπὶ τῆς κάτω Ἱερουσαλήμ, οὐδ' ἐν τῷ πρὸς ταύτῃ θυσιαστηρίῳ, ἀλλ' ἐν τοῖς δηλουμένοις πέρασι τῆς Αἰθιοπίας ἀνενεχθησομένας. 2.3.39 εἰ δὲ καὶ μέγα τί ἐστιν λαὸν εἶναί τε καὶ χρηματίζειν θεοῦ καὶ ἕν γε τοῦτο τῶν μεγίστων θείων ἐπαγγελιῶν τυγχάνει τὸ ὑπ' αὐτοῦ λέγεσθαι περὶ τῶν ἀξίων αὐτοῦ «ἔσομαι αὐτῶν θεός, καὶ αὐτοὶ ἔσονται λαός μου», ἐσεμνύνετό τε πρὶν εἰκότως ὁ Ἰσραὴλ ἐπὶ τῷ ὡς μόνος λαὸς ὢν τοῦ θεοῦ, ἀλλὰ καὶ τοῦτο τὸ ἀγαθὸν ἐπιδημήσας ὁ κύριος τοῖς ἔθνεσι χαριεῖσθαι ὑπισχνεῖται λέγων· «ἰδοὺ ἐγὼ ἔρχομαι καὶ κατασκηνώσω ἐν μέσῳ σου, καὶ καταφεύξονται ἔθνη πολλὰ ἐπὶ τὸν κύριον, καὶ ἔσονται αὐτῷ εἰς λαόν». 2.3.40 περὶ ὧν καὶ ἁρμόσει λέγεσθαι· «καὶ ἐρῶ τῷ οὐ λαῷ μου, λαός μου εἶ σύ, καὶ αὐτὸς ἐρεῖ, κύριος ὁ θεός μου εἶ σύ». εἰ δὲ αὐτός ἐστιν καὶ οὐδ' ἄλλος ὁ Χριστὸς ὁ «ἐκ ῥίζης Ἰεσσαὶ» βλαστήσειν προφητευόμενος, καὶ τοῦτό γε καὶ αὐτοῖς Ἑβραίοις ἀνωμολόγηται, ὡς μηδένα μηδαμῶς περὶ τούτου γε ἀμφισβητεῖν, ὅρα ὅπως καὶ οὗτος ἀναστήσεσθαι ἐπὶ τὸ ἄρχειν οὐ τοῦ Ἰσραὴλ ἀλλὰ τῶν ἐθνῶν ἀναπεφώνηται, τά τε ἔθνη ἐλπίσειν ἐπ' αὐτῷ, ἀλλ' οὐχ ὅ γε Ἰσραὴλ λέλεκται, ἐπειδήπερ «αὐτὸς ἦν ἡ προσδοκία τῶν ἐθνῶν». 2.3.41 διὸ καὶ «κρίσιν τοῖς ἔθνεσιν ἐξοίσειν» λέγεται καὶ «εἰς φῶς ἐθνῶν» γενήσεσθαι, καὶ πάλιν «ἐπὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσι», καὶ εἰς σωτηρίαν δοθήσεσθαι οὐ μόνοις Ἰουδαίοις ἀλλὰ καὶ πᾶσιν ἀνθρώποις τοῖς ἕως ἐσχάτου τῆς γῆς. 2.3.42 διὸ καὶ εἴρηται αὐτῷ ὑπὸ τοῦ καταπέμψαντος αὐτὸν πατρός· «ἔδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν, τοῦ καταστῆσαι τὴν γῆν, καὶ κληρονομῆσαι κληρονομίας ἐρήμους». «μαρτύριον δὲ τοῖς ἔθνεσί» φησιν, ὥστε πάντα τὰ ἔθνη τὰ μηδεπώποτέ τι περὶ Χριστοῦ μεμαθηκότα, γνόντα τὴν περὶ αὐτοῦ οἰκονομίαν, καὶ τίς ἦν ἐν αὐτῷ δύναμις, ἐπικαλέσασθαι αὐτόν, καὶ τοὺς μὴ πάλαι πρότερον εἰδότας αὐτὸν λαοὺς ἐπ' αὐτὸν καταφεύξασθαι. 2.3.43 Καὶ τί με δεῖ μηκύνειν τὸν λόγον, παρὸν ἐξ αὐτῶν τῶν προφητικῶν λέξεων, ὧν τε παρατέθειμαι καὶ ὧν ἐπὶ σχολῆς μνημονεύσω, ἐν ταῖς θείαις φερομένων γραφαῖς, ὅτῳ φίλον ἀναλέξασθαι τὰς προφητικὰς φωνάς, αὐτόθεν κατασιγάζειν τοὺς ἐκ περιτομῆς φάσκοντας μόνοις αὐτοῖς τὰς ἐπαγγελίας τοῦ θεοῦ δεδωρῆσθαι, ἡμᾶς δὲ τοὺς ἀπὸ τῶν ἐθνῶν περιττοὺς εἶναι καὶ τῶν θείων ὑποσχέσεων ἀλλοτρίους. δέδεικται γὰρ ἔμπαλιν, ὡς τεθέσπιστο τὰ μὲν ἔθνη πάντα τῆς Χριστοῦ παρουσίας ἀπολαύσειν, τὰ δ' Ἰουδαίων πλήθη ἀποπεσεῖσθαι τῆς πρὸς τοὺς αὐτῶν προγόνους ἐπαγγελίας διὰ τὴν εἰς Χριστὸν αὐτῶν ἀπιστίαν, σπανίων ἐξ αὐτῶν εἰς τὸν σωτῆρα καὶ κύριον ἡμῶν πιστευσόντων καὶ διὰ τοῦτο τῆς ἐπηγγελμένης πνευματικῆς ἀπολυτρώσεως δι' αὐτοῦ τευξομένων· περὶ ὧν καὶ ὁ θαυμάσιος ἀπόστολος διδάσκει που λέγων· 2.3.44 «Ἡσαΐας δὲ κραυγάζει ὑπὲρ τοῦ Ἰσραήλ· ἐὰν ᾖ ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης, τὸ ὑπόλειμμα σωθήσεται· λόγον γὰρ συντελῶν καὶ συντέμνων, ὅτι λόγον συντετμημένον ποιήσει κύριος ἐπὶ τῆς γῆς. καὶ καθὼς προεῖπεν Ἡσαΐας· εἰ μὴ κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν καὶ ὡς Γόμορρα ἂν ὡμοιώθημεν». 2.3.45 οἷς μεθ' ἕτερα ἐπιφέρει λέγων· «μὴ ἀπώσατο ὁ θεὸς τὸν λαὸν αὐτοῦ; μὴ γένοιτο· καὶ γὰρ ἐγὼ Ἰσραηλίτης εἰμὶ ἐκ σπέρματος Ἀβραάμ, φυλῆς Βενιαμίν. οὐκ ἀπώσατο ὁ θεὸς τὸν λαὸν αὐτοῦ, ὃν προέγνω. 2.3.46 ἢ οὐκ οἴδατε ἐν Ἠλίᾳ τί λέγει ἡ γραφή, ὡς ἐντυγχάνει τῷ θεῷ, λέγων περὶ τοῦ Ἰσραήλ, κύριε, τοὺς προφήτας σου ἀπέκτειναν, τὰ θυσιαστήριά σου